De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
7. Πλευρῖτις· πυρετὸς ἴσχει, καὶ τοῦ πλευροῦ ὀδύνη, καὶ ὀρθοπνοίη, καὶ βήξ· καὶ τὸ σίελον κατ’ ἀρχὰς μὲν ὑπόχολον πτύει, ἐπειδὰν δὲ πεμπταῖος γένηται ἢ ἑκταῖος, καὶ ὑπόπυον. Τούτῳ τοῦ μὲν πλευροῦ τῆς ὀδύνης διδόναι, ὅ τι ἀποστήσει ἀπὸ τοῦ πλευροῦ τό τε φλέγμα καὶ τὴν χολήν· ἡ γὰρ ὀδύνη οὕτως ἂν εἴη μαλακωτάτη· τὴν δὲ κοιλίην θεραπεύειν ὑπάγοντι καὶ ψύχοντι κλύσματι· οὕτω γὰρ τῇ νούσῳ τῇ ξυμπάσῃ ξυμφορώτατα· προσφέρειν δὲ ποτόν τε καὶ ῥόφημα, καὶ τὰ πόματα διδόναι ὀξύτερα, ὡς τὸ σίελον ἀνακαθαίρηται ἀπὸ τοῦ πλευροῦ· ὅταν δὲ καθαίρεσθαι ἄρξηται τὸ πῦον, θερμαίνοντα ξυμφέρει τὸ πλευρὸν ἔξωθεν πεπαίνειν τὰ πρὸς τὸ πλευρόν· πρόσθεν δὲ οὐ ξυμφέρει· ξηραίνεται γάρ. Γίνεται δὲ ἡ νοῦσος αὕτη μάλιστα μὲν ἐκ ποσίων, ὅταν τις, ὑγράζοντος τοῦ σώματος, ἢ μεθύων ἢ νήφων ῥιγώσῃ· γίνεται δὲ καὶ ἄλλως. Κρίνεται δὲ ἡ νοῦσος, ἡ μὲν