De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

61. Ὁκόσοι ὑγιαίνοντες ἀρτοφαγέειν εἰώθασι, ταῦτα διδόναι τούτοισι καὶ ἐν τῇσι νούσοισιν. Ὅταν ἢ σιτία ἢ ποτὰ πλέω τοῦ εἰωθότος τις λάβῃ, ἢ μὴ τὰ εἰωθότα τελέσῃ, ἀπεμέσαι παραχρῆμα ἄριστον. Ὀπώρη καὶ ἀκρόδρυα διὰ τόδε μετὰ τὸ σιτίον λυπηρότερά ἐστι καὶ ὑγιαίνοντι καὶ ἀσθενέοντι, ὅτι βεβρωκότος μὲν ὐλίγην ἀπ’ αὐτῶν ἰκμάδα σπᾷ τὸ σῶμα· ἢν δὲ νῆστις ἐσθίῃ, πλείω. Ὅσα τῶν σιτίων ἢ φῦσαν ἢ καῦμα ἢ δῆξιν παρέχει ἢ πλησμονὴν ἢ στρόφον, οἶνος ἐπιπινόμενος ἄκρητος ἀπαλλάσσει τῶν τοιούτων· τὸ γὰρ σῶμα διαθερμαινόμενον ὑπὸ τοῦ οἶνου ἀπαλλάσσεται τὰ ἐνεόντα τῇ θερμότητι. Ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν [καὶ] τῶν ὁμοίων ἐνίοτε

270
μὲν διαταράσσεται ἡ κοιλίη, ἐνίοτε δὲ ἵσταται, ἐνίοτε δὲ κατὰ λόγον διαχωρέει· διότι δὲ ταῦτα οὕτως ἔχει; πρῶτον μὲν ἡ κοιλίη, ὅταν ὑγροτέρη ἐοῦσα καὶ ὅταν ξηροτέρη ὑποδέχηται τὸ σιτίον, [οὐ] διαφθείρει· ἔπειτα ὅταν μεταβολὴ γένηται εἴτε ἐκ ψύχεος ἐς θάλπος, εἴτε ἐκ θάλπεος ἐς ψῦχος, διαφθείρει· ὥστε ἀνάγκη τὴν κοιλίην ἀπὸ τῶν σιτίων τῶν αὐτῶν καὶ ποτῶν δι’ αὐτὰ ταῦτα καὶ μαλακωτέρην γίνεσθαι καὶ σκληροτέρην. Τῶν σιτίων καὶ τῶν ποτῶν καὶ τῶν ὄψων, πλὴν ἄρτου καὶ μάζης καὶ κρεῶν καὶ ἰχθύων καὶ οἴνου καὶ ὕδατος, τἄλλα πάντα λεπτὰς μὲν καὶ ἀσθενέας τὰς ὠφελείας παρέχει ἐς τὴν αὔξησιν καὶ ἐς τὴν ἰσχὺν καὶ ἐς τὴν ὑγιείην· λεπτὰ καὶ ἀσθενέα καὶ τὰ κακὰ ἀπ’ αὐτέων γίνεται. Ὁκόσους τῶν νοσεόντων μὴ ξυνεχέως οἱ πυρετοὶ ἔχουσιν, ἀλλὰ διαλείποντες λαμβάνουσι, τουτέοισι τὰ σιτία διδόναι μετὰ τὴν λῆψιν, τεκμαιρόμενος ὅπως μὴ ἔτι νεοβρῶτι ὁ πυρετὸς ἐπιπεσεῖται, ἀλλ’ ἤδη πεπεμμένων τῶν σιτίων. Οἶνος καὶ μέλι κάλλιστα κέκρηται ἀνθρώποισιν, ἢν πρὸς τὴν φύσιν καὶ ὑγιαίνουσι καὶ ἀσθενέουσι σὺν καιρῷ καὶ μετριότητι προσφέροιντο· καὶ ἀγαθὰ μὲν αὐτὰ ἐφ’ ἑωυτῶν, ἀγαθὰ δὲ καὶ συμμισγόμενα, τά τε ἄλλα ὅσα γε καὶ ἀξίην λόγου ὠφελείην ἔχει. Ὅσα ὑγιαίνουσι ξύμφορα, ταῦτα καὶ νοσέουσι προσφερόμενα ἰσχυρότερά ἐστι, καὶ δεῖ αὐτέων ἀφαιρέοντα τὴν ἀκμὴν διδόναι· ἢ οὐ φέρει αὐτὰ τὸ σῶμα, ἀλλὰ μᾶλλον βλάπτει ἢ ὠφελέει.