De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

55. Τὰ θερμὰ τῶν σιτίων ξηρὰ μὲν ἵστησι, τὸ γὰρ ὑγρὸν τὸ ἐν τῇ κοιλίῃ ἀναξηραίνει, ὑγρὰ δὲ ὄντα, διυγραίνοντα τῇ θερμότητι ὑπάγει· τὰ στρυφνὰ ξηραίνει καὶ ξυνάγει τὸ σῶμα, εἰσὶ δὲ καὶ στάσιμα·

266
τὰ ὀξέα λεπτύνει, δῆξιν ἐμποιέοντα· τὰ ἁλμυρὰ διαχωρέει καὶ διουρέεται· τὰ λιπαρὰ καὶ τὰ πίονα καὶ τὰ γλυκέα ὑγρασίην μὲν καὶ φλέγμα παρέχει, κομιστικὰ δέ· κολοκύντη καὶ τεῦτλα καὶ βλῆτα καὶ λάπαθα τῇ ὑγρότητι διαχωρητικά· κράμβη δὲ ἔχει τινὰ δριμύτητα ἐς τὸ διαχωρέειν, καὶ ἅμα εὔχυμος· τυρὸς καὶ σήσαμα καὶ σταφὶς, κομιστικὰ καὶ φλεγματώδεα· γλυκεῖς οἶνοι καὶ μελιειδεῖς καὶ κομιστικοὶ καὶ διουρητικοὶ καὶ φλεγματώδεες, οἱ δὲ αὐστηροὶ ἐς ἰσχὺν καὶ ξηρασίην ἐπιτήδειοι, οὐρητικοὶ δὲ καὶ τῶν ἀυστηρῶν ὅσοι λεπτοί τε καὶ παλαιοὶ καὶ λευκοί. Ἔλαιον καὶ ὅσα τοιαῦτα, κομιστικὰ καὶ φλεγματώδεα.