De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

52. Ὁ ἄρτος ὁ καθαρῶν τῶν ἀλεύρων ἐς ἰσχὺν καὶ κομιδὴν ξυμφορώτερος ἢ ὁ ἀνερεικτὸς, καὶ πρόσφατος ἢ ἕωλος, καὶ τῶν ἀλεύρων προσφάτων ἢ παλαιοτέρων. Τὰ ἄλφιτα ἀβρέκτων τῶν κριθέων περίχυδα ἐπτισμένων ἰσχυρότερα ἢ βεβρεγμένων, καὶ πρόσφατα ἢ παλαιότερα, καὶ ἡ μᾶζα προπεφυρημένη ἰσχυροτέρη ἢ μὴ προπεφυρημένη.

262
Ὁ οἶνος διαχεόμενος καὶ ἀποψυχόμενος καὶ διηθεόμενος λεπτότερος γίνεται καὶ ἀσθενέστερος. Τὰ κρέα τὰ μὲν ἑφθὰ, ἢν μὲν δίεφθα ποιήσῃς, ἀσθενέστερα καὶ ἐλαφρότερα, τὰ δὲ ὀπτὰ, ἢν ἔξοπτα, καὶ τὰ παλαιὰ ἐξ ὄξους ἢ ἁλῶν, ἀσθενέστερα καὶ ἐλαφρότερα τῶν προσφάτων. Τὰ ἀσθενέα τῶν σιτίων καὶ τὰ κοῦφα τὴν μὲν κοιλίην οὐ λυπέει οὐδὲ τὸ σῶμα, διότι οὐκ ἀνοιδέει θερμαινόμενα οὐδὲ πληροῖ, ἀλλὰ πέσσεται ταχὺ καὶ πεσσόμενα διαχωρέει· ἡ δὲ ἰκμὰς ἀπ’ αὐτῶν τῷ σώματι ἀσθενὴς γίνεται, καὶ οὔτε αὔξην οὔτε ἰσχὺν ἀξίην λόγου παρέχει. Τὰ δὲ ἰσχυρὰ τῶν σιτίων ἀνοιδέει τε ὅταν ἐς τὴν κοιλίην ἐσέλθῃ, καὶ πλήρωσιν παρέχει, καὶ πέσσεται μὲν σχολαίτερον καὶ διαχωρέει· ἡ δὲ ἰκμὰς ἀπ’ αὐτῶν ἰσχυρὴ καὶ ἀκήρατος προσγινομένη ἰσχύν τε παρέχει τῷ σώματι πολλὴν καὶ αὔξην. Κρεῶν κουφότατα ἐς τὸ σῶμα κύνεια καὶ ὀρνίθεια καὶ λαγῷα τὰ δίεφθα· βαρέα δὲ τὰ βόεια καὶ τὰ χοίρεια, μετριώτατα δὲ πρὸς τὴν φύσιν καὶ ἑφθὰ καὶ ὀπτὰ καὶ ὑγιαίνουσι καὶ ἀσθενέουσι τὰ μήλεια· τὰ δὲ ὕεια ἐς εὐεξίην μὲν καὶ ἰσχὺν πονέουσι καὶ γυμναζομένοισιν ἀγαθὰ, ἀσθενέουσι δὲ καὶ ἰδιώτῃσιν ἰσχυρότερα· καὶ τὰ θήρεια τῶν ἡμέρων κουφότερά ἐστι, διότι καρπὸν οὐχ ὅμοιον ἐσθίει· διαφέρει δὲ τὰ κρέα τῶν κτηνέων καὶ ὁκόσα καρπὸν ἐσθίει καὶ ὁκόσα μὴ ἐσθίει· καὶ ὁ καρπὸς οὐ τωὐτὸ ἅπασι ποίεει, ἀλλὰ ὁ μὲν πυκνήν τε τὴν σάρκα τοῦ ἱερείου παρέχει καὶ ἰσχυρὴν, ὁ δὲ ἀραιήν τε καὶ ὑγρὴν καὶ ἀσθενέα. Ὡς
264
μὲν τὸ ξύμπαν εἰρῆσθαι, ἰχθύες κοῦφον ἔδεσμα καὶ ἑφθοὶ καὶ ὀπτοὶ, καὶ αὐτοὶ ἐφ’ ἑωυτῶν καὶ μεθ’ ἑτέρων σιτίων· αὐτοὶ δὲ ἑωυτῶν διαφέρουσιν ὧδε· καὶ οἱ μὲν λιμναῖοι καὶ πίονες καὶ ποτάμιοι βαρύτεροι, οἱ δὲ ἀκταῖοι κουφότεροι, καὶ ἑφθοὶ ὀπτῶν κουφότεροι. Τουτέων τὰ μὲν ἰσχυρὰ διδόναι, ὅταν ἀνακομίσαι τινὰ βούλῃ, τὰ δὲ κοῦφα, ὅταν ἰσχνὸν δέῃ καὶ λεπτὸν ποιῆσαι.