De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

50. Τῶν σιτίων καὶ τῶν ποτῶν ἃ προσφορώτατα τῷ σώματι καὶ μάλιστα αὐτάρκεα καὶ ἐς τροφὴν καὶ ἐς ὑγιείην, ἀπὸ τούτων αὐτῶν, ὅταν τις αὐτοῖσι μὴ ἐν τῷ καιρῷ χρῆται ἢ πλέοσι τοῦ καιροῦ, αἵ τε νοῦσοι καὶ ἐκ τῶν νούσων οἱ θάνατοι γίνονται· τὰ δ’ ἄλλα σιτία καὶ ποτὰ ὅσα μὴ τοιαύτην δύναμιν ἔχει, σμικρὸν μέν τι ὠφελέει, ἤν τις καὶ πάντα αὐτοῖσιν ἐν καιρῷ χρέηται, σμικρὰ δὲ καὶ βλάπτει, ἐπ’ ἀμφότερα δέ ἐστιν ἀσθενέα, ὥστε ἀγαθόν τι ποιῆσαι καὶ ὥστε κακόν· ἔστι δὲ τῶν σιτίων καὶ τῶν ποτῶν ἃ τὴν δύναμιν ἔχει ταύτην, τάδε, ἄρτος, μᾶζα, κρέα, ἰχθύες, οἶνος, τούτων μέντοι τὰ μὲν μᾶλλον, τὰ δὲ ἧσσον.