De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
47. Τῶν σιτίων ἃ δύναμιν ἕκαστα ἔχει, τεκμαίρεσθαι χρὴ ἀπὸ τῶν φανερὴν τὴν δύναμιν ἐχόντων, ὁκόσα ἢ φῦσαν ἢ δῆξιν ἢ πλησμονὴν
256
ἢ ἐρευγμὸν παρέχει ἢ στρόφον, ἢ διαχωρέει, ἢ μὴ διαχωρέει, καὶ φανερά ἐστιν ὅτι ταῦτα ἐργάζεται, καὶ ἀπὸ τούτων χρὴ τὰ ἄλλα σκοπεῖν· ἔχει γὰρ τὰ ἕκαστα τῶν ἐδεσμάτων, διότι καὶ ὠφελέει καὶ βλάπτει· ἀλλὰ τὰ μὲν φανερώτερά ἐστιν ἐργαζόμενα ἃ ἐργάζεται, τὰ δὲ ἀμυδρότερα. Τὰ σιτία καὶ τὰ ὄψα σκευάζειν καὶ διδόναι τοῖσιν ἀσθενέουσιν, ὑφ’ ὧν μήτε φῦσα ἔσται, μήτε ὀξυρεγμίη, μήτε στρόφος, μήτε λίην διαχωρέει, μήτε λίην ξηραίνεται· ταῦτα δὲ γίνεται ὧδε· ὅσα μὲν ἡ κοιλίη κρατέει, καὶ τὸ σῶμα αὐτὰ ἀναδέχεται, ταῦτα μὲν οὔτε φῦσαν παρέχεται οὔτε στρόφον· ἢν δὲ μὴ ἡ κοιλίη κρατέῃ, ἀπὸ τούτων καὶ φῦσα καὶ στρόφος καὶ τἄλλα τὰ τοιαῦτα γίνεται. Κουφότατα τῶν σιτίων καὶ τῶν ὄψων καὶ τῶν ποτῶν, ὅσα μέτρια ἐσίοντα ἐς τὸ σῶμα ἢ ὀλίγῳ πλέω τῶν μετρίων, μήτε πλήρωσιν παρέχει, μήτε στρόφον, μήτε φῦσαν, μήτε ἄλλο τῶν τοιούτων μηδὲν, καὶ πέσσεταί τε τάχιστα, καὶ πεσσόμενα διαχωρέει, καὶ ἀνὰ πᾶσάν τε ἡμέρην ἐσιόντα ἐς τὴν κοιλίην ἀλυπότατά ἐστι, καὶ ὅταν διὰ παλαιοῦ ἐσέλθῃ. Βαρέα δὲ, ὅσα μέτρια τελεύμενα ἢ ἐλάσσω τῶν μετρίων, πλήρωσιν καὶ πόνον παρέχει· καθ’ ἡμέρην δὲ μηδὲ οἷόν τε ἐσθίειν αὐτὰ μηδὲ πίνειν, ἀλλὰ πόνον παρέχει· διὰ χρόνου δὲ ἄν τις αὐτὰ ἢ πίνῃ ἢ ἐσθίῃ, καὶ οὕτω πόνον παρέχει, καὶ οὐ διαχωρέει ἀνὰ λόγον. Ἐς ὑγιείην ἄριστα, ὅσα ὀλίγιστα ἐσιόντα αὐτάρκεά ἐστι καὶ λιμοῦ καὶ δίψης ἄκος εἶναι, καὶ πλεῖστον χρόνον τὸ σῶμα αὐτὰ δέχεται, 258
καὶ διαχωρέει κατὰ λόγον. Ἐς ἰσχὺν δὲ ἄριστα, ὅσα σάρκα φύει πλείστην καὶ πυκνοτάτην, καὶ τὸ αἷμα παχύνει, καὶ διαχωρέει κατὰ λόγον τῶν ἐσιόντων, καὶ τὸ σῶμα πλεῖστον χρόνον ἀναδέχεται. Τὰ λιπαρὰ καὶ τὰ πίονα, καὶ τὰ τυρώδεα καὶ μελιτώδεα, καὶ τὰ σησαμόεντα ὀξυρεγμίην μάλιστα παρέχει καὶ χολέρην καὶ στρόφον καὶ φῦσαν καὶ πλησμονήν· ποιέει δὲ τοῦτο αὐτὸ καὶ ὅταν πλείω τις φάγῃ ἢ πίῃ ἢ ὅσα οἵη τε πέψαι ἡ κοιλίη. Τοῖσιν ἀσθενέουσιν ἢν μὲν κατὰ λόγον τῆς νούσου καὶ τοῦ σώματος διδῷς ἃ ἂν διδῷς, ὑπαναλίσκει ταῦτα τὸ σῶμα, καὶ οὔτε ἐνδεές ἐστιν οὔτε πλῆρες· ἢν δὲ ἁμαρτάνῃς τοῦ καιροῦ ἢ ἐπὶ τὰ ἢ ἐπὶ τὰ, βλάβος ἐπ’ ἀμφότερα. Ὅσα τῶν σιτίων ἢ τῶν ὄψων ἢ τῶν ποτῶν τὸ σῶμα ἀναδέχεται μάλιστα, ἀπὸ τουτέων οὔτε στρόφος γίνεται οὔτε φῦσα οὔτε ὀξυρεγμίη· ὅταν γὰρ ἐς τὴν κοιλίην ἐσέλθῃ, ἀπ’ αὐτοῦ σπᾷ τὸ σῶμα τὸ αὐτῷ ἐπιτήδειον, καὶ ἀσθενέστερον ἤδη τὸ λοιπὸν ἀνάγκη εἶναι, ὥστε στρόφον ἢ φῦσαν ἢ ἄλλο τι τῶν τοιούτων ἐν τῇ κοιλίῃ μὴ ποιῆσαι.