De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

43. Ὅταν κοιλίην ὑγραίνειν ἀπὸ σιτίων ἀσθενέοντος ἐθέλῃς, διδόναι μᾶζαν καὶ ὄψα, θαλασσίων μὲν τεμάχεα ἑφθὰ ἐν ὑποτρίμματι, κρέα δὲ ὀϊὸς ὡς νεωτάτης, ἢ ἐρίφου, ἢ σκύλακος, ἢ ὄρνιθος ἑφθὰ, καὶ τεῦτλα ἢ βλῆτα ἢ λάπαθα ἢ κολοκύντην, ἢν ἡ ὥρη ᾖ· λάχανα δὲ, σέλινα καὶ ἄνηθα καὶ ὤκιμα· καὶ τὸν οἶνον μελιχρὸν, παλαιὸν, λευκὸν, ὑδαρέα. Ὅταν δὲ ξηραίνῃς τὸ σῶμα, διδόναι ἄρτον, καὶ ὄψα ὀπτὰ καὶ ξηρὰ, καὶ θερμότερα ταῦτα πάντα, καὶ κρεῶν τὰ μέλεα, ὅσα σαρκώδεα, ἰχθύων τοὺς πετραίους, λάχανα πήγανον ἢ θύμον ἢ ὀρίγανον, τὸν δὲ οἶνον μέλανα αὐστηρόν· σκευάζειν δὲ τὰ ὄψα ἁλσὶ καὶ κυμίνῳ, καὶ τοῖσιν ἄλλοισιν ἀρτύμασιν ὡς ἐλαχίστοισι χρῆσθαι. Ὅταν δὲ ἀνακομίσαι ἐκ νούσου ἐθέλῃς, διδόναι τὰ μὲν ἄλλα ταὐτὰ, ἃ καὶ ὅταν διυγραίνῃς τὴν κοιλίην, τὰ δὲ κρέα ἀντὶ τῶν γαλαθηνῶν ἰσχυρότερα, καὶ ἀντὶ τῶν κυνείων ὀρνίθεια καὶ λάγεια, καὶ τούτων ἔνια ὀπτὰ καὶ τῶν κρεῶν καὶ τῶν ἰχθύων καὶ ἐσκευασμένα ὡς ἄριστα. Ὁκόσοισι τῶν νουσημάτων ξηρασίη ξυμφέρει, μονοσιτίη ξυμφέρει, καὶ τὰ σιτία καὶ τὰ ποτὰ ἐλάσσω τελέειν ἢ ὥστε πλήρη εἶναι, καὶ ταῦτα ἐκπονέειν, καὶ περιπατεῖν, καὶ κοιμᾶσθαι ὡς ἐλάχιστα. Ὁκόσοισι δ’ αὖ ὑγρασίη ξυμφέρει, μὴ ἀσιτέειν, καὶ τοῦ σιτίου καὶ τοῦ ποτοῦ μὴ ἐνδεᾶ εἶναι, μηδὲ πονέειν, καὶ κοιμᾶσθαι ὁκόσα ἂν ἐθέλῃ.