De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
41. Τοῖσι φαρμακοποτέουσι διδόναι μετὰ τὴν κάθαρσιν, τοῖσι μὲν πυρέσσουσιν, ἢ φακὸν ἢ κέγχρον λεπτὸν ἢ πτισάνης χυλόν· διδόναι δὲ πτισάνην μὲν καὶ κέγχρον ὡς κοῦφα ἐόντα, χόνδρον δὲ ὡς ἰσχυρότερον τούτων, καὶ ἄλητον ὡς ἰσχυρότατον πάντων· φακὸν δὲ εὐώδεα σκευάσαι, καὶ ὀλίγον δεύτερον διδόναι ὡς καὶ κοῦφον ὂν ῥόφημα καὶ εὐκάρδιον ἄνω· παραμίσγειν δὲ ἢ ἅλας ἢ μέλι καὶ κύμινον καὶ ἔλαιον τῷ φακῷ, ἢ χλόης γλήχωνος καὶ ὄξους ὀλίγον· τοῖσι δὲ ἀπύροισιν ἄρτου καθαροῦ τὸ ἔσωθεν ἐνθρύψας ἐν ζωμῷ, ἢ μᾶζαν καὶ τέμαχος ἑφθὸν, ἢ κρέας ὀϊὸς ὡς νεωτάτης, ἢ ὄρνιθος, ἢ σκύλακος ἑφθὸν, ἢ τεῦτλον ἢ κολοκύντην ἢ βλῆτον, καὶ μετὰ τὸ σιτίον πίνειν οἶνον εὐώδεα, παλαιὸν, λευκὸν, ὑδαρέα.
42. Οἷσι λούεσθαι μὴ ξυμφέρει, ἀλείφειν οἴνῳ καὶ ἐλαίῳ θερμῷ, καὶ ἐκμάσσειν διὰ τρίτης.
43. Ὅταν κοιλίην ὑγραίνειν ἀπὸ σιτίων ἀσθενέοντος ἐθέλῃς, διδόναι μᾶζαν καὶ ὄψα, θαλασσίων μὲν τεμάχεα ἑφθὰ ἐν ὑποτρίμματι, κρέα δὲ ὀϊὸς ὡς νεωτάτης, ἢ ἐρίφου, ἢ σκύλακος, ἢ ὄρνιθος ἑφθὰ, καὶ τεῦτλα ἢ βλῆτα ἢ λάπαθα ἢ κολοκύντην, ἢν ἡ ὥρη ᾖ· λάχανα δὲ, σέλινα καὶ ἄνηθα καὶ ὤκιμα· καὶ τὸν οἶνον μελιχρὸν, παλαιὸν, λευκὸν, ὑδαρέα. Ὅταν δὲ ξηραίνῃς τὸ σῶμα, διδόναι ἄρτον, καὶ ὄψα ὀπτὰ καὶ ξηρὰ, καὶ θερμότερα ταῦτα πάντα, καὶ κρεῶν τὰ μέλεα, ὅσα σαρκώδεα, ἰχθύων τοὺς πετραίους, λάχανα πήγανον ἢ θύμον ἢ ὀρίγανον, τὸν δὲ οἶνον μέλανα αὐστηρόν· σκευάζειν δὲ τὰ ὄψα ἁλσὶ καὶ κυμίνῳ, καὶ τοῖσιν ἄλλοισιν ἀρτύμασιν ὡς ἐλαχίστοισι χρῆσθαι. Ὅταν δὲ ἀνακομίσαι ἐκ νούσου ἐθέλῃς, διδόναι τὰ μὲν ἄλλα ταὐτὰ, ἃ καὶ ὅταν διυγραίνῃς τὴν κοιλίην, τὰ δὲ κρέα ἀντὶ τῶν γαλαθηνῶν ἰσχυρότερα, καὶ ἀντὶ τῶν κυνείων ὀρνίθεια καὶ λάγεια, καὶ τούτων ἔνια ὀπτὰ καὶ τῶν κρεῶν καὶ τῶν ἰχθύων καὶ ἐσκευασμένα ὡς ἄριστα. Ὁκόσοισι τῶν νουσημάτων ξηρασίη ξυμφέρει, μονοσιτίη ξυμφέρει, καὶ τὰ σιτία καὶ τὰ ποτὰ ἐλάσσω τελέειν ἢ ὥστε πλήρη εἶναι, καὶ ταῦτα ἐκπονέειν, καὶ περιπατεῖν, καὶ κοιμᾶσθαι ὡς ἐλάχιστα. Ὁκόσοισι δ’ αὖ ὑγρασίη ξυμφέρει, μὴ ἀσιτέειν, καὶ τοῦ σιτίου καὶ τοῦ ποτοῦ μὴ ἐνδεᾶ εἶναι, μηδὲ πονέειν, καὶ κοιμᾶσθαι ὁκόσα ἂν ἐθέλῃ.
44. Ὁκόσων ἐπιθυμέουσιν οἱ κάμνοντες ἢ σιτίων ἢ ὄψων ἢ ποτῶν, ὑπαρχέτω ταῦτα, ἢν μή τι μέλλῃ τῷ σώματι βλάβος ἔσεσθαι. Ὁκόταν ἢ σιτίων ἢ ποτῶν προστιθέναι ἄρξῃ ἢ ἀφαιρέειν, κατ’ ὀλίγον χρὴ καὶ τὰς προσθέσιας ποιέεσθαι καὶ τὰς ἀφαιρέσιας. Ὁκόσοι σιτία ἱκανὰ οἷοί τέ εἰσι τελέειν, ῥοφήματα μὴ διδόναι· ἀποκλείει γὰρ τοῦ σιτίου· ὁκόσοι δὲ μὴ οἷοί τε, τούτοισι διδόναι. Ἢν δέ τι διδόναι θέλῃς κομιδῆς ἕνεκα, διδόναι χόνδρον ἢ πτισάνην πυρίνην· ταῦτα γὰρ τῶν ῥοφημάτων ἰσχυρότερα· διδόναι δὲ μετὰ δεῖπνον.
45. Τὰ φάρμακα ὅσα ποτὰ, καὶ ὅσα πρὸς τὰ τρώματα προσφέρεται, μανθάνειν χρὴ, ἄξιον γὰρ ἅπαντος· οὐ γὰρ ἀπὸ γνώμης ταῦτα εὑρίσκουσιν οἱ ἄνθρωποι, ἀλλὰ μᾶλλον ἀπὸ τύχης, οὐδέ τι οἱ χειροτέχναι μᾶλλον ἢ οἱ ἰδιῶται· ὅσα δὲ ἐν τῇ τέχνῃ τῇ ἰητρικῇ γνώμῃ εὑρίσκεται ἢ περὶ σιτίων ἢ περὶ φαρμάκων, παρὰ τῶν οἵων τε διαγινώσκειν τὰ ἐν τῇ τέχνῃ μανθάνειν χρὴ, ἤν τι θέλῃς μανθάνειν.
46. Μετὰ τὰ ῥοφήματα διδόναι τὸ σιτίον τοῖσιν ἀσθενέουσιν· ἐπιπίνειν δὲ οἶνον εὐώδεα· πρὸ δὲ τῶν σιτίων καὶ ποτῶν ἢ ῥοφημάτων, ὅ τι ἄν σοι δοκέῃ, τοῖσιν ἀσθενέουσιν ἐσορῶν τὸ σῶμα καὶ τὴν ψυχὴν προσφέρειν καὶ τὸ σιτίον καὶ τὸ ποτόν· μάλιστα γὰρ ἂν οὕτως ὠφελέοις.
47. Τῶν σιτίων ἃ δύναμιν ἕκαστα ἔχει, τεκμαίρεσθαι χρὴ ἀπὸ τῶν φανερὴν τὴν δύναμιν ἐχόντων, ὁκόσα ἢ φῦσαν ἢ δῆξιν ἢ πλησμονὴν
48. Τῶν οἴνων καὶ οἱ γλυκέες καὶ οἱ αὐστηροὶ καὶ οἱ μελιχροὶ παλαιοὶ τὴν κοιλίην ὑπάγουσι μάλιστα καὶ διουρέονται καὶ τρέφουσι, καὶ οὔτε φῦσαν παρέχουσιν οὔτε στρόφον οὔτε πλησμονήν.
49. Κρεῶν τὰ δίεφθα καὶ τὰ ἔξοπτα ἀσθενέα μὲν πρὸς τὴν ἰσχὺν ἀμφότερα, ἐς δὲ τὴν διαχώρησιν τὰ μὲν δίεφθα ἐπιτήδεια, τὰ δὲ ὀπτὰ στασιμώτερα· τὰ δὲ μετρίως ἔχοντα καὶ ἑψήσιος καὶ ὀπτήσιος μετρίως καὶ ἐς τὴν ἰσχὺν ἔχει καὶ ἐς τὴν διαχώρησιν, τὰ δὲ ἐνωμότερα πρὸς μὲν τὴν ἰσχὺν ἐπιτήδεια, πρὸς δὲ τὴν διαχώρησιν οὔ.
50. Τῶν σιτίων καὶ τῶν ποτῶν ἃ προσφορώτατα τῷ σώματι καὶ μάλιστα αὐτάρκεα καὶ ἐς τροφὴν καὶ ἐς ὑγιείην, ἀπὸ τούτων αὐτῶν, ὅταν τις αὐτοῖσι μὴ ἐν τῷ καιρῷ χρῆται ἢ πλέοσι τοῦ καιροῦ, αἵ τε νοῦσοι καὶ ἐκ τῶν νούσων οἱ θάνατοι γίνονται· τὰ δ’ ἄλλα σιτία καὶ ποτὰ ὅσα μὴ τοιαύτην δύναμιν ἔχει, σμικρὸν μέν τι ὠφελέει, ἤν τις καὶ πάντα αὐτοῖσιν ἐν καιρῷ χρέηται, σμικρὰ δὲ καὶ βλάπτει, ἐπ’ ἀμφότερα δέ ἐστιν ἀσθενέα, ὥστε ἀγαθόν τι ποιῆσαι καὶ ὥστε κακόν· ἔστι δὲ τῶν σιτίων καὶ τῶν ποτῶν ἃ τὴν δύναμιν ἔχει ταύτην, τάδε, ἄρτος, μᾶζα, κρέα, ἰχθύες, οἶνος, τούτων μέντοι τὰ μὲν μᾶλλον, τὰ δὲ ἧσσον.
51. Ὁκόσοι ξηρὴν δίαιταν διαιτῶνται, τούτοισι μὴ ξὺν τῷ σιτίῳ τὸ ποτὸν διδόναι, ἀλλὰ μετὰ τὸ σιτίον, διαλιπὼν πουλὺν χρόνον· καὶ οὕτω μὲν ξηρὴ ἡ ἰκμὰς ἀπὸ ξηρῶν τῶν σιτίων γενομένη τὸ σῶμα ξηραίνει· ἢν δὲ ἅμα τῷ σιτίῳ πίνῃ, νοτερωτέρη ἡ τροφὴ γινομένη ὑγρότερον τὸ σῶμα ποιέει. Ἄρτος ὁ θερμὸς καὶ τὰ κρέα τὰ θερμὰ αὐτὰ ἐφ’ ἑωυτῶν ἐσθιόμενα ξηραίνει· ἢν δὲ ξὺν ὑγρῷ διδῷς ἢ ἐπιπίνειν παραχρῆμα ἐπὶ τῷ σιτίῳ, οὐ ξηραίνει.
52. Ὁ ἄρτος ὁ καθαρῶν τῶν ἀλεύρων ἐς ἰσχὺν καὶ κομιδὴν ξυμφορώτερος ἢ ὁ ἀνερεικτὸς, καὶ πρόσφατος ἢ ἕωλος, καὶ τῶν ἀλεύρων προσφάτων ἢ παλαιοτέρων. Τὰ ἄλφιτα ἀβρέκτων τῶν κριθέων περίχυδα ἐπτισμένων ἰσχυρότερα ἢ βεβρεγμένων, καὶ πρόσφατα ἢ παλαιότερα, καὶ ἡ μᾶζα προπεφυρημένη ἰσχυροτέρη ἢ μὴ προπεφυρημένη.
53. Τὸ λουτρὸν τὸ θερμὸν, τὸ μὲν μέτριον μαλάσσει τὸ σῶμα καὶ αὔξει· τὸ δὲ πλεῖον τοῦ καιροῦ τὰ μὲν ξηρὰ τοῦ σώματος διυγραίνει, τὰ δὲ ὑγρὰ ἀποξηραίνει, καὶ τὰ μὲν ξηρὰ ὑγραινόμενα ἀσθενείην καὶ λειποθυμίην παρέχει, τὰ δὲ ὑγρὰ ξηραινόμενα ξηρασίην καὶ δίψος.
54. Λαχάνων δὲ τὰ σκόροδα καὶ ἑφθὰ καὶ ὀπτὰ καὶ διουρητικὰ καὶ ὑποχωρητικὰ καὶ πρὸς τὰ γυναικεῖα ξύμφορα. Κρόμμυα ἐς τὰ οὖρα ἐπιτήδεια· ὁ γὰρ ὀπὸς δριμύτητά τινα παρέχει ὥστε διαχωρέειν· τούτοισιν ὧδε χρῆσθαι, ἀλλὰ τοῖσιν ἀσθενέουσι μὴ προσφέρειν. Σέλινα καὶ ἑφθὰ καὶ ὠμὰ διουρητικὰ, καὶ τῶν σελίνων τὰ ἕλεια τῶν ἡμέρων πλέονα ἔχει δύναμιν. Κορίανον εὐκάρδιον καὶ διαχωρητικὸν, καὶ ἑφθὸν καὶ ὠμόν. Ὤκιμον καὶ ὑγρὸν καὶ ψυχρὸν καὶ εὐκάρδιον. Πράσα τὰ μὲν ἑφθὰ διουρητικὰ καὶ διαχωρητικὰ, τὰ δὲ ὠμὰ καυματώδεα καὶ φλεγματώδεα. Ῥοιὴ κομιστικὸν καὶ φλεγματῶδες, καὶ ξὺν μὲν τῷ πυρῆνι στάσιμον, ἄνευ δὲ τοῦ πυρῆνος διαχωρητικόν.
55. Τὰ θερμὰ τῶν σιτίων ξηρὰ μὲν ἵστησι, τὸ γὰρ ὑγρὸν τὸ ἐν τῇ κοιλίῃ ἀναξηραίνει, ὑγρὰ δὲ ὄντα, διυγραίνοντα τῇ θερμότητι ὑπάγει· τὰ στρυφνὰ ξηραίνει καὶ ξυνάγει τὸ σῶμα, εἰσὶ δὲ καὶ στάσιμα·
56. Λαχάνων τῶν ἑφθῶν διαχωρέει, ὅσα φύσει ὑγρότατά ἐστιν ἢ δριμύτητα ἢ θερμότητα ἔχει, διδόναι δὲ ταῦτα χλιερώτερα καὶ τακερώτερα.
57. Σίκυος πέπων καὶ διουρητικὸν καὶ διαχωρητικὸν καὶ κοῦφον· ὁ δὲ ἕτερος πέπων ψύξιν τινὰ παρέχει καὶ δίψαν παύει· τροφὴ δὲ ἀπὸ οὐδετέρου αὐτῶν γίνεται εἰ μὴ λεπτή τις, ἀλλ’ οὐδὲ φλαῦρον ἀπ’ οὐδετέρου οὐδὲν ἄξιον λόγου.
58. Τὸ μέλι ξὺν μὲν ἑτέροις ἐσθιόμενον καὶ τρέφει καὶ εὔχροιαν παρέχει, αὐτὸ δὲ ἐφ’ ἑωυτοῦ λεπτύνει μᾶλλον ἢ κομίζει, καὶ γὰρ διουρέεται καὶ διακαθαίρεται μᾶλλον τοῦ μετρίου.
59. Τὰ διαχωρητικὰ ἐν τῇ κοιλίῃ θερμαίνεται ταχὺ, καὶ θερμαινόμενα μαραίνεται καὶ τήκεται, καὶ τὴν διαχώρησιν διὰ τοῦτο ταχείην παρέχει· ὅσα δὲ στάσιμα τῶν σιτίων, καὶ θερμαίνεται βραδέως, καὶ θερμαινόμενα ξηραίνεται καὶ ξυνίσταται, καὶ διὰ τοῦτο περίσκληρα γινόμενα οὐ διαχωρέει. Τὰ διαχωρητικὰ ἔγχυλά ἐστι καὶ φύσει θερμὰ, τὰ δὲ οὐρητικὰ ξηρὰ καὶ ψυχρά.
60. Ὁ σῖτος καὶ ὁ οἶνος διαφέρουσι μὲν καὶ αὐτοὶ ἑωυτῶν φύσει ἐς ἰσχὺν καὶ ἀσθενείην καὶ κουφότητα καὶ βαρύτητα· διαφέρει δὲ καὶ χώρη χώρης ἐξ ὁκοίης ἂν ᾖ, καὶ εὔυδρος ἐοῦσα καὶ ἄνυδρος, καὶ εὐήλιος καὶ πολύσκιος, καὶ ἀγαθὴ καὶ φλαύρη, ὥστε ἅπαντα ταῦτα ξυμβάλλεται ἐς τὸ ἰσχυρότερα ἕκαστα τῶν σιτίων εἶναι καὶ ἀσθενέστερα.