De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

4. Ἢν ἐς τὰ ὦτα ὀδύνη ἐμπέσῃ, λούειν ξυμφέρει πολλῷ θερμῷ, καὶ πυριῇν τὰ ὦτα· καὶ ἢν μὲν πρὸς ταῦτα περιίστηται τὸ φλέγμα λεπτυνόμενον ἀπὸ τῆς κεφαλῆς, καὶ ἡ ὀδύνη ἀπολείπῃ, ἀρκέει

212
ταῦτα· ἢν δὲ μὴ, τῶν λοιπῶν ἄριστον φάρμακον πῖσαι ἄνω, ὅ τι φλέγμα καθαίρει, ἢ τὴν κεφαλὴν καθῆραι, ᾧ καθαίρεται τὸ τῆς κεφαλῆς φλέγμα· τὸ δὲ ἄλγημα καὶ τοῦτο γίνεται, ὅταν ἔσωθεν πρὸς τὴν ἀκοὴν φλέγμα ἐκ τῆς κεφαλῆς προσπέσῃ. Ἢν δὲ τὰ παρὰ τὴν φάρυγγα φλεγμήνῃ, ἀναγαργαρίζειν χρή· γίνεται δὲ καὶ ταῦτα ἀπὸ φλέγματος· ἢν δὲ τὰ οὖλα ἤ τι τῶν ὑπὸ τῇ γλώσσῃ φλεγμαίνῃ, διαμασσητοῖσι χρῆσθαι· ἀπὸ φλέγματος δὲ καὶ ταῦτα γίνεται. Ἢν δὲ ἡ σταφυλὴ κατακρεμασθῇ καὶ πνίγῃ, ἔνιοι δὲ τοῦτο καλέουσι γαργαρεῶνα, παραχρῆμα μὲν τοῖσιν ἀναγαργαλίκτοισι χρῆσθαι, σκευάζων ὡς γέγραπται ἐν τοῖσι φαρμάκοισιν· ἢν δὲ πρὸς ταῦτα μὴ ἰσχνὴ γένηται, ὄπισθεν ξυρήσαντα τὴν κεφαλὴν, σικύας προσβάλλειν δύο, καὶ τοῦ αἵματος ἀφαιρέειν ὡς πλεῖστον, καὶ ἀνασπάσαι ὀπίσω τὸ ῥεῦμα τοῦ φλέγματος· ἢν δὲ μηδὲ τούτοισι καθίστηται, σχάσαντα μαχαιρίῳ τὸ ὕδωρ ἐξαγαγεῖν, σχάζειν δὲ, ὅταν τὸ ἄκρον ὑπέρυθρον γένηται· ἢν δὲ μὴ τοιοῦτον γενόμενον τμηθῇ, φλεγμαίνειν ἐθέλει, καὶ ἔστιν ὅτε ἐξάπινον ἔπνιξε· γίνεται δὲ καὶ τοῦτο ὑπὸ φλέγματος, ὅταν ἐκ τῆς κεφαλῆς θαλφθείσης ἀθρόον καταῤῥυῇ. Ὅσα δὲ περὶ ὀδόντας γίνεται ἀλγήματα, ἢν μὲν βεβρωμένος ᾖ καὶ κινέηται, ἐξαιρέειν· ἢν δὲ μὴ βέβρωται, μηδὲ κινέηται, ὀδύνην δὲ παρέχῃ, καύσαντα ἀποξηρῆναι· ὠφελέει δὲ καὶ τὰ διαμασσήματα· αἱ δὲ ὀδύναι γίνονται, ὅταν φλέγμα ὑπέλθῃ ὑπὸ τὰς ῥίζας τῶν ὀδόντων· ἐσθίονται δὲ καὶ βιβρώσκονται οἱ μὲν ὑπὸ φλέγματος, οἱ δὲ ὑπὸ σιτίων, ἢν φύσει ἀσθενέες ἔωσι, καὶ κοιλίην ἔχοντες, καὶ πεπηγότες ἐν τοῖσιν οὔλοισι κακῶς.