De affectionibus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

33. Ταῦτα δὲ ἐπιστάμενος ἀνὴρ ἰδιώτης οὐκ ἂν ὁμοίως ἐμπίπτοι ἐς ἀνήκεστα νουσήματα· καὶ γὰρ νουσήματα εἴωθεν ἀπὸ σμικρῶν προφασίων μεγάλα καὶ πολυχρόνια γίνεσθαι. Καὶ ὅσα μὲν σιτίων ἢ ποτῶν ἐχόμενά ἐστιν ἢ ῥοφημάτων ἢ φαρμάκων, ὅσα ὀδύνης εἵνεκα δίδοται, ἀκίνδυνά ἐστιν ἅπαντα προσφέρειν ἀεὶ, ἐὰν κατὰ τὰ γεγραμμένα προσφέρῃς· ὅσα δὲ καθαίρει τῶν φαρμάκων χολὴν ἢ φλέγμα, ἐν τούτοισιν οἱ κίνδυνοι γίνονται καὶ αἱ αἰτίαι τοῖσι θεραπεύουσι· φυλάσσεσθαι οὖν χρὴ ταῦτα μάλιστα. Ταῦτα μὲν ὅσα κατὰ κοιλίην γίνεται νουσήματα πλὴν περὶ ἐμπύων καὶ φθινόντων καὶ τῶν γυναικείων, ταῦτα δὲ χωρὶς γεγράψεται.