De affectionibus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
2. Ἢν ἐς τὴν κεφαλὴν ὀδύναι ἐμπέσωσι, τούτου τὴν κεφαλὴν ξυμφέρει διαθερμαίνειν λούοντα πολλῷ θερμῷ, καὶ πταρμὸν ποιέοντα φλέγμα καὶ μύξας ὑπεξάγειν· καὶ ἢν μὲν πρὸς ταῦτα ἀπαλλάσσηται τῆς ὀδύνης, ἀρκεῖ ταῦτα· ἢν δὲ μὴ ἀπαλλάσσηται, καθῆραι τὴν κεφαλὴν φλέγμα, διαιτᾷν δὲ ῥοφήματι καὶ ποτῷ ὕδατι, οἶνον δὲ μὴ προσφέρειν, ἔστ’ ἂν ἡ περιωδυνίη παύσηται· τὸν γὰρ οἶνον ὅταν θερμὴ ἐοῦσα ἡ κεφαλὴ σπάσῃ, ἡ περιωδυνίη ἰσχυροτέρη γίνεται. Τὰ δὲ ἀλγήματα ἐσπίπτει ὑπὸ τοῦ φλέγματος, ὅταν ἐν τῇ κεφαλῇ κινηθὲν ἀθροισθῇ· ἢν δὲ ἄλλοτε καὶ ἄλλοτε ὀδύνη καὶ σκοτοδινίη ἐμπίπτῃ ἐς τὴν κεφαλὴν, ὠφελέει μὲν καὶ ταῦτα προσφερόμενα· ὠφελέει δὲ, καὶ ἢν αἷμα ἀφαιρεθῇ ἀπὸ τῶν μυκτήρων, ἢ ἀπὸ τῆς φλεβὸς τῆς ἐν τῷ μετώπῳ· ἢν δὲ πουλυχρόνιον καὶ ἰσχυρὸν τὸ νούσημα ἐν τῇ κεφαλῇ γίνηται, καὶ μὴ ἀπαλλάσσηται, καθαρθείσης τῆς κεφαλῆς, ἢ σχάσαι δεῖ τούτου τὴν κεφαλὴν, ἢ τὰς φλέβας κύκλῳ ἀποκαῦσαι· τῶν γὰρ λοιπῶν ἀπὸ τούτων μοῦνον ἐλπὶς ὑγιέα γενέσθαι.