Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

161. Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ᾿ οὖς ἀνίστησιν.

162. Τὸ σπασμῶδες, τρομῶδες, ἀσῶδες, κατόχως, σμικρὰ παρ᾿ οὖς ἀνίστησιν.

163. Ἦρά γε οἷσι τὰ παρ᾿ ὦτα, κεφαλαλγικοὶ οὗτοι; ἦρά γε καὶ ἐφιδροῦσι τὰ ἄνω, ἤ τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε καὶ κοιλίη καταῤῥήγνυται; καί τι καὶ κωματώδεες; ἦρά γε καὶ ὑδατώδεα οὖρα ἐναιωρεύμενα λευκοῖσι, καὶ ποικίλως ἔκλευκα, δυσώδεα, ποιέει τὰ παρ᾿ οὖς; ἦρά γε οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; ἦρά γε καὶ γλῶσσα τούτοισι λείη.

164. Οἷσι πνευματουμένοισιν ἐοῦσιν ἴκτεροι καὶ πυρετοὶ ὀξέες ἐπιγίνονται μεθ᾿ ὑποχονδρίων σκληρῶν καταψυχθεῖσι, τὰ παρ᾿ ὦτα μεγάλα ἀνίσταται.

165. Τὰ κωματώδεα, ἀσώδεα, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα σμικρὰ, ἐν τούτοισι τὰ παρ᾿ οὖς ἐπανίσταται, πρόσθεν δὲ καὶ τὰ

572
περὶ πρόσωπον.

166. Κοιλίης μέλανα κοπρώδεα διείσης, κῶμα ἐπιφανὲν τὰ παρ᾿ οὖς ἀνίστησιν.

167. Βηχία λεπτὰ μετὰ πτυελισμοῦ ὄντα τὰ παρ᾿ οὖς λαπάσσει.

168. Ἐκ κεφαλαλγίης κῶμα καὶ κώφωσις παρ᾿ οὖς τι ἐξερεύγεται.

169. Ὑποχονδρίου σύντασις μετὰ κώματος ἀσώδεος καὶ κεφαλαλγίης τὰ παρ᾿ οὖς ἐπαίρει.

170. Τὰ ἐπώδυνα παρ᾿ οὖς ἀκρίτως καταμωλυνθέντα, φλαῦρα.

6

1. Τῶν ἰητρῶν προῤῥήσιες ἀπαγγέλλονται συχναί τε καὶ καλαὶ καὶ θαυμασταὶ, οἵας ἐγὼ μὲν οὔτ’ αὐτὸς προεῖπον οὔτ’ ἄλλου του ἤκουσα προλέγοντος. Εἰσὶ δ’ αὐτῶν αἱ μὲν τοιαίδε· ἄνθρωπον δοκέειν ὀλέθριον εἶναι καὶ τῷ ἰητρῷ τῷ μελεδαίνοντι αὐτέου καὶ τοῖσιν ἄλλοισιν, ἐπεισιόντα δὲ ἰητρὸν ἕτερον εἰπεῖν ὅτι ὁ μὲν ἄνθρωπος οὐκ ἀπολεῖται, ὀφθαλμῶν δὲ τυφλὸς ἔσται· καὶ παρ’ ἕτερον δοκέοντα παγκάκως ἔχειν εἰσελθόντα προειπεῖν τὸν μὲν ἄνθρωπον ἀναστήσεσθαι, χεῖρα δὲ χωλὴν ἕξειν καὶ ἄλλῳ τῳ δοκέοντι οὐ περιέσεσθαι εἰπεῖν αὐτὸν μὲν ὑγιέα ἔσεσθαι, τῶν δὲ ποδῶν τοὺς δακτύλους μελανθέντας ἀποσαπήσεσθαι· καὶ τἄλλα τοιουτότροπα προῤῥήματα λέγεται ἐν τοιουτέῳ τῷ εἴδει. Ἕτερος δὲ τρόπος προῤῥήσιος, ὠνεομένοισί τε καὶ διαπρησσομένοισι προειπεῖν τοῖσι μὲν θανάτους, τοῖσι δὲ μανίας, τοῖσι δὲ ἄλλας νούσους, ἐπὶ πᾶσι τούτοισί τε καὶ τοῖσι προτέροισι χρόνοισι προφητίζειν καὶ πάντα ἀληθεύειν. Ἄλλο τε δὲ σχῆμα προῤῥήσεων τόδε λέγεται· τοὺς ἀθλητὰς γινώσκειν καὶ τοὺς τῶν νούσων εἵνεκα γυμναζομένους τε καὶ ταλαιπωρέοντας, ἤν τι τοῦ σιτίου ἀπολίπωσιν, ἢ ἑτεροῖόν τι φάγωσιν, ἢ ποτῷ πλέονι χρήσωνται, ἢ τοῦ περιπάτου ἀπολίπωσιν, ἢ ἀφροδισίων τι πρήξωσι· τούτων πάντων οὐδὲν λανθάνει, οὐδ’ εἰ σμικρόν τι εἴη ἀπειθήσας ὥνθρωπος.

8
Οὕτως ἐξηκριβῶσθαι οὗτοι πάντες οἱ τρόποι λέγονται τῶν προῤῥησίων. Ἐγὼ δὲ τοιαῦτα μὲν οὐ μαντεύσομαι, σημεῖα δὲ γράφω οἷσι χρὴ τεκμαίρεσθαι τούς τε ὑγιέας ἐσομένους τῶν ἀνθρώπων καὶ τοὺς ἀποθανουμένους, τούς τε ἐν ὀλίγῳ χρόνῳ ἢ ἐν πολλῷ ὑγιέας ἐσομένους ἢ ἀπολουμένους· γέγραπται δέ μοι καὶ περὶ ἀποστασίων ὡς χρὴ ἐπισκέπτεσθαι ἑκάστας.

2. Δοκέω δὲ καὶ τοὺς προειπόντας περί τε τῶν χωλωσίων καὶ τῶν ἄλλων τῶν τοιουτέων ἤδη ἀποστηριζομένου τοῦ νοσήματος προειπεῖν, καὶ δήλου ἐόντος ὅτι οὐ παλινδρομήσει ἡ ἀπόστασις, εἴ περ νόον εἶχον, πολὺ μᾶλλον ἢ πρὶν ἄρχεσθαι τὴν ἀπόστασιν γινομένην. Ἐλπίζω δὲ καὶ τἄλλα προῤῥηθῆναι ἀνθρωπινωτέρως ἢ ὅσα περ τοῖσιν ὠνεομένοισί τε καὶ περναμένοισι λέγεται προῤῥηθῆναι, θανάτους τε καὶ νοσήματα καὶ μανίας. Ταῦτα δέ μοι δοκέει τοιαῦτα γενέσθαι, καὶ οὐδέν τι δοκέει χαλεπὰ εἶναι προειπεῖν τῷ βουλομένῳ τὰ τοιάδε διαγωνίζεσθαι. Πρῶτον μὲν γὰρ τοὺς ὑφύδρους τε καὶ φθινώδεας τίς οὐκ ἂν γνοίη; ἔπειτα τοὺς παραφρονήσοντας ἐστὶ μὴ πολὺ λανθάνειν, εἴ τις εἰδείη οἷσι τὸ νόσημα τοῦτο ἢ ξυγγενές ἐστιν, ἢ πρόσθεν ποτ’ ἐμάνησαν· εἰ γὰρ οὗτοι οἱ ἄνθρωποι οἰνόφλυγες εἶεν, ἢ κρεηφαγοῖεν, ἢ ἀγρυπνοῖεν, ἢ τῷ ψύχει ἢ τῷ θάλπει ἀλογίστως ὁμιλοῖεν, πολλαὶ ἐλπίδες ἐκ τουτέων τῶν διαιτημάτων παραφρονῆσαι αὐτούς.

10
Τούς τε τὰς αἱμοῤῥοΐδας ἔχοντας, εἴ τις ὁρῴη τοῦ χειμῶνος πολυποτέοντάς τε καὶ εὐχρόους ἐόντας, ἔστι προειπεῖν ἀμφὶ τούτων· ἐς γὰρ τὸ ἔαρ καταῤῥαγῆναι τὸ αἷμα πολλαὶ ἐλπίδες, ὥστε ἀχρόους τε καὶ ὑδαλέους ὑπὸ τὴν θερείην τούτους εἶναι. Ἀλλὰ χρὴ προλέγειν καταμανθάνοντα πάντα ταῦτα, ὅστις τῶν τοιουτέων ἐπιθυμέει ἀγωνισμάτων· ἐστὶ γὰρ ἐκ τῶν γεγραμμένων προειπεῖν καὶ θάνατον καὶ μανίην καὶ εὐεξίην. Εἴποιμι δ’ ἂν καὶ ἄλλα πάμπολλα τοιαῦτα, ἀλλὰ τὰ εὐγνωστὀτατα ἔδοξέ μοι γράψαι· συμβουλεύω δὲ ὡς σωφρονεστάτους εἶναι καὶ ἐν τῇ ἄλλῃ τέχνῃ καὶ ἐν τοῖσι τοιούτοισι προῤῥήμασι, γνόντας ὅτι ἐπιτυχὼν μὲν ἄν τις τοῦ προῤῥήματος θαυμασθείη ὑπὸ τοῦ ξυνιόντος ἀλγέοντος, ἁμαρτὼν δ’ ἄν τις πρὸς τῷ μισεῖσθαι τάχ’ ἂν καὶ μεμηνέναι δόξειεν. Ὧν δὴ ἕνεκα κελεύω σωφρόνως τὰ προῤῥήματα ποιέεσθαι καὶ τἄλλα πάντα ταῦτα· καίτοι γε ἀκούω καὶ ὁρῶ οὔτε κρίνοντας ὀρθῶς τοὺς ἀνθρώπους τὰ λεγόμενά τε καὶ ποιεύμενα ἐν τῇ τέχνῃ οὔτ’ ἀπαγγέλλοντας.

3. Ἀμφὶ δὲ· τῶν γυμναζομένων καὶ ταλαιπωρεόντων τὰς μὲν ἀτρεκείας τὰς λεγομένας ὡς λέγουσιν οἱ λέγοντες οὔτε δοκέω εἶναι, οὔτ’ εἴ τις δοκέει, κωλύω δοκέειν· ὑπὸ σημείου μὲν γὰρ οὐδενὸς βλάπτεται τὰ ὑπονοήματα οὔτε καλοῦ οὔτε κακοῦ, ᾧ χρὴ πιστεύσαντα εἰδέναι εἴτε ὀρθῶς ἀπήγγελται εἴτ’ οὔ· ἄλλως δὲ ἐκποιέει τῷ βουλομένῳ πιστεύειν, οὐ γὰρ ἐμποδὼν ἵσταμαι. Δοκέω δὲ αὐτῶν εἴ τι ἀληθὲς λέγεται ἢ τῶνδε τῶν περὶ τοὺς γυμναζομένους, ἢ ἐκείνων τῶν πρότερον γεγραμμένων, πρῶτον μὲν τῶν σημείων ὧν λέγω τεκμήρασθαι τοῦτο γνόντα, ἔπειτα ἐνδοιαστῶς τε καὶ ἀνθρωπίνως προειπεῖν, ἅμα δὲ καὶ τοὺς ἀπαγγέλλοντας τερατωδεστέρως διηγεῖσθαι ἢ ὡς ἐγένετο. Ἐπεὶ οὐδ’ ἐν τῇσι νούσοισιν εὐπετὲς γινώσκειν τὰ ἁμαρτήματα· καί τοι κατάκεινταί γε οἱ ἄνθρωποι καὶ διαιτήμασιν

12
ὀλιγοτρόφοισι χρῶνται, ὥστε μὴ πάμπολλα δεῖ ὁρᾶσθαι ὑποσκεπτόμενον τὸν μελεδαίνοντα. Οἱ μὲν γὰρ πίνουσι μόνον, οἱ δὲ πρὸς τῷ πίνειν ἢ ῥόφημα ἢ σιτίον ὀλίγιστον ἐπιφέρονται· ἀνάγκη οὖν ἐν τῷ τοιούτῳ τοὺς μὲν τῷ ποτῷ πλέονι χρησαμένους δυσπνοωτέρους γίνεσθαι, καὶ οὐρέοντας πλέον φαίνεσθαι, τοὺς δὲ τῷ ῥοφήματι ἢ τῷ σιτίῳ πλεονάσαντας διψᾷν τε μᾶλλον καὶ πυρεταίνειν· εἰ δέ τις ἀμφότερα, καὶ τῷ ποτῷ καὶ τοῖσι περὶ τὰ σιτία ἀμέτρως χρήσαιτο, πρὸς τῷ πυρεταίνειν καὶ δυσπνοεῖν καὶ τὴν γαστέρα περιτεταμένην ἂν καὶ μείζω ἔχειν. Ἔξεστι δὲ καὶ ταῦτα πάντα καταβασανίζειν κάλλιστα καὶ τἄλλα τοῖσι δοκιμίοισιν, οἷσιν ἔχομέν τε καὶ χρεόμεθα εὖ πάντα. Πρῶτον μὲν γὰρ τῇ γνώμῃ τε καὶ τοῖσιν ὀφθαλμοῖσιν ἄνθρωπον κατακείμενον ἐν τῷ αὐτῷ καὶ ἀτρεκέως διαιτώμενον ῥᾷόν ἐστι γνῶναι, ἤν τι ἀπειθήσῃ, ἢ περιοδοιπορέοντα καὶ πάμπολλα ἐσθίοντα· ἔπειτα τῇσι χερσὶ ψαύσαντα τῆς γαστρός τε καὶ τῶν φλεβῶν ἧσσόν ἐστιν ἐξαπατᾶσθαι ἢ μὴ ψαύσαντα. Αἵ τε ῥῖνες ἐν μὲν τοῖσι πυρεταίνουσι πολλά τε καὶ καλῶς σημαίνουσιν· αἱ γὰρ ὀδμαὶ μέγα διαφέρουσιν· ἐν δὲ τοῖσιν ἰσχύουσί τε καὶ ὀρθῶς διαιτωμένοισιν οὐκ οἶδα τί ἂν χρησαίμην, οὐδ’ ἐν τούτῳ τῷ δοκιμίῳ. Ἔπειτα τοῖς ὠσὶ τῆς φωνῆς ἀκούσαντα καὶ τοῦ πνεύματος, ἔστι διαγινώσκειν, ἃ ἐν τοῖσιν ἰσχύουσιν οὐχ ὁμοίως ἐστὶ δῆλα. Ἀλλ’ ὅμως πρόσθεν ἢν μὴ τὰ ἤθεα τῶν νοσημάτων τε καὶ τῶν ἀλγεόντων ἐκμάθῃ ὁ ἰητρὸς, οὐ χρὴ προλέγειν οὐδέν· καὶ γὰρ ἂν δυσπνούστερος ὥνθρωπος γένοιτο,
14
ἔτι πλανωμένης τῆς νούσου, καὶ πυρετήνειεν ὀξυτέρῳ πυρὶ, καὶ ἡ γαστὴρ ἐπιταθείη· ὥστε διὰ ταῦτα οὐκ ἀσφαλὲς προλέγειν πρόσθεν πρὶν ἂν κατάστασιν λαβεῖν τὸ νόσημα· μετὰ δὲ τοῦτον τὸν χρόνον ὅ τι ἂν παράλογον γένηται λέγειν χρή. Δῆλα δὲ τὰ διὰ τὴν ἀπειθίην γινόμενα κακά· αἵ τε γὰρ δύσπνοιαι καὶ τἄλλα ταῦτα τῇ ὑστεραίῃ πεπαύσεται, ἢν δι’ ἁμαρτάδα γένηται· ἢν οὖν τις ταύτην τὴν κρίσιν προϊδὼν λέγῃ, οὐχ ἁμαρτήσεται.

4. Ἐγὼ μὲν νῦν τόνδε τὸν τρόπον ἐσηγέομαι τῶν ἐπισκεψίων, καὶ περὶ τῶν οἴκοι μενόντων, οἷα ἐξαμαρτάνουσιν, καὶ περὶ τῶν γυμναζομένων τε καὶ τῶν ἄλλων πάντων· τὰς δ’ ἀκριβείας κείνας ἀκούω τε καὶ καταγελῶ τῶν ἀπαγγελλόντων· σμικρὰ μὲν γὰρ ἀπειθούντων τῶν ἀνθρώπων, οὐκ οἶδ ὅπως ἂν ἐλέγξαιμι· εἰ δ’ εἴη μείζονα τὰ ἁμαρτήματα, ὅντινα τρόπον ἐπισκέπτεσθαι χρὴ γράφω. Χρὴ δὲ πρῶτον μὲν τὸν ἄνθρωπον ἐν ᾧ μέλλει τις γνώσεσθαι τὰ ἀπειθεύμενα, ἅπασαν ἡμέρην ὁρᾷν ἐν τῷ αὐτῷ τε χωρίῳ καὶ τὴν αὐτὴν ὥρην, μάλιστά τ’ ἦμος ἠέλιος νεωστὶ καταλάμπει· τοῦτον γὰρ τὸν χρόνον ὑποκεκενωμένος ἂν εἴη, καὶ νῆστις ἂν ἔτι ἐστὶ, καὶ τεταλαιπωρηκὼς οὐδὲν πλὴν τῶν ὀρθρινῶν περιπάτων, ἐν οἷς ἥκιστα ἀπειθεῖ, ἤν γε ἐπανεγερθεὶς ὥνθρωπος ἐς τὴν περίοδον καταστῇ, ὥστε ἀνάγκη τὸν δικαίως διαιτώμενον μάλιστα ταύτην τὴν ὥρην ὁμαλῶς ἔχειν τὴν κατάστασιν τοῦ χρώματός τε καὶ τοῦ ξύμπαντος σώματος, διὸ καὶ ὁ ἐπιμελόμενος ὀξύτατός τ’ ἂν εἴη καὶ τὸν νόον καὶ τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦτον τὸν χρόνον. Ἐνθυμέεσθαι δὲ χρὴ καὶ τοῦ ἀνθρώπου τῆς τε γνώμης τοὺς τρόπους, τοῦ τε σώματος τὴν δύναμιν· ἄλλοι γὰρ ἄλλα ῥηϊδίως ἐπιτελοῦσι τῶν προστασσομένων καὶ χαλεπῶς.

16
Πρῶτον μὲν οὖν ὁ λιμαγχεόμενος εἰ πλείονα φάγοι τε καὶ, πίοι, τούτοισι δῆλος ἔσται· καὶ ὀγκηρότερον αὐτοῦ τὸ σῶμα φανεῖται, καὶ λιπαρώτερον καὶ εὐχρούστερον ἔσται, ἢν μὴ κακῶς διακεχωρήκῃ τὰ ἀπὸ τῆς γαστρὸς αὐτῷ· ἔσται δὲ καὶ εὐθυμότερος ἐν τῇ ταλαιπωρίῃ. Σκεπτέον δὲ καὶ ἤν τι ἐρυγγάνῃ ἢ ὑπὸ φύσης ἔχηται· ταῦτα γὰρ προσήκει γίνεσθαι τοῖσιν ὧδε διακειμένοισιν ἐπὶ ταύτῃ τῇ ἁμαρτάδι. Ἢν δὲ ἐσθίειν τε ἤδη ἀναγκαζόμενος συχνὰ καὶ ταλαιπωρέειν ἰσχυρῶς, ἢ τὸ σιτίον μὴ καταφάγῃ, ἢ θωρηχθῇ, ἢ μὴ περιέλθῃ ἀπὸ τοῦ δείπνου συχνοῦ, ὧδ’ ὑποσκέπτεσθαι· τὸ μὲν δεῖπνον εἰ καταφάγοι, περιπατήσαι δὲ τὰ μεμαθηκότα, ἡδίων τε ἂν προσιδεῖν, ὀξύτερός τε καὶ ἐργαστικώτερος ἐν τοῖσι γυμνασίοισιν· ὁ δ’ ἀπόπατος σμικρότερός τε καὶ ξυνεστηκὼς μάλιστ’ ἂν τούτῳ γένοιτο. Ἢν δὲ τὸ δεῖπνον καταφαγὼν μὴ περιπατήσῃ, ἐρυγγάνοι τ’ ἂν καὶ φυσώδης εἴη, καὶ πλῆθος οὐκ ἔλασσον φαίνοιτο, καὶ ἱδρώη ἂν· μᾶλλον ἢ πρόσθεν ἐν τῇ ταλαιπωρίῃ, καὶ δύσπνοος ἂν εἴη καὶ βαρύς· αἵ τε διέξοδοι τῆς κοιλίης μέζονές τε καὶ ἧσσον γλίσχραι τουτέῳ γένοιντ’ ἄν. Εἰ δὲ μήτε τὸ σιτίον καταναλώσειε, μήτε περιπατήσειε, νωθρότερος ἂν, εἴη καὶ ὀκνωδέστερος. Εἰ δὲ μεθυσθείη, ἱδρώη τ’ ἂν μᾶλλον ἢ πρόσθεν, καὶ δύσπνοος ἂν εἴη, καὶ βαρύτερος αὐτὸς ἑωυτοῦ καὶ ὑγῥότερος· εἴη δ’ ἂν καὶ εὐθυμότερος, ἢν μή τι αὐτῷ ἡ κεφαλὴ ἀνιῷτο. Γυναικὶ δὲ χρησάμενος ἅπαξ, ὀξύτερός τ’ ἂν εἴη καὶ λελυμένος μᾶλλον· εἰ δὲ πλειστάκις διαπρήξαιτο, σκληρότερος ἂν γένοιτο, καὶ αὐχμηρόν τι ἔχων, καὶ ἀχρούστερός τε καὶ κοπιώδης
18
μᾶλλον. Ἀποπάτους δὲ χρὴ διαχωρέειν τοῖσι ταλαιπωρέουσιν, ἔστ’ ἂν ὀλιγοσιτέωσί τε καὶ ὀλιγοποτέωσι, σμικρούς τε καὶ σκληροὺς, ἀνὰ δὲ πᾶσαν ἡμέρην· ἢν δὲ διὰ τρίτης, ἢ τετάρτης, ἢ διὰ πλέονος χρόνου διαχωρέῃ, κίνδυνος ἢ πυρετὸν ἢ διαῤῥοίην ἐπιλαβεῖν. Ὅσα δὲ ὑγρότερά ἐστι τῶν διαχωρημάτων ἢ ὥστε ἐκτυποῦσθαι ἐν τῇ διεξόδῳ, ταῦτα δὲ πάντα κακίω. Τοῖσι δὲ συχνὰ ἐσθίουσιν ἤδη καὶ πολλὰ ταλαιπωρέουσι τὴν διέξοδον χρὴ μαλθακὴν ἐοῦσαν ξηρὴν εἶναι, πλῆθός τε τῶν εἰσιόντων κατὰ λόγον καὶ τῆς ταλαιπωρίης· διαχωρέει δὲ ἀπὸ τῶν ἴσων σιτίων τοῖσι μὲν ἐλάχιστα ταλαιπωρέουσι πλεῖστα, τοῖσι δὲ ταλαιπωρέουσι πλεῖστα σμικρὸν, ἢν ὑγιαίνωσί τε καὶ δικαίως διαιτῶνται· ἄλλα πρὸς ταῦτα συμβάλλεσθαι. Αἱ δὲ ὑγρότεραι τῶν διαχωρήσεων καὶ ἄτερ πυρετῶν γινόμεναι, καὶ ἑβδομαῖαι, καὶ θᾶσσον κρινόμεναι, λυσιτελέες, ἐς ἅπαξ πᾶσαι γινόμεναι, καὶ μὴ ὑποστρέφουσαι· εἰ δ’ ἐπιπυρεταίνοιεν οἱ ἄνθρωποι, ἢ ὑποστρέφοιεν αἱ διάῤῥοιαι, εἰ μακραὶ γίγνοιντο, πάντως πονηραὶ, εἴ τε χολώδεες εἴησαν, εἴ τε φλεγματώδεες, εἴ τε ὠμαὶ, καὶ διαιτημάτων τε ἰδίων προσδεόμεναι ἕκασται, καὶ φαρμακευσίων ἄλλαι ἄλλων. Οὖρον δὲ χρὴ κατά τε τὸ τοῦ πινομένου πλῆθος διουρέεσθαι, καὶ ἴσον αἰεὶ, καὶ ἀθρόον ὡς μάλιστα, καὶ ῥοπῇ ὀλίγῳ παχύτερον ἢ οἷον ἐπόθη. Εἰ δὲ εἴη ὑδατῶδές τε καὶ πλεῖον τοῦ προστασσομένου πίνεσθαι, σημαίνει μὴ πείθεσθαι τὸν ἄνθρωπον, ἄλλὰ πλέονι ποτῷ χρῆσθαι, ἢ οὐ δύνασθαι ἀνατραφῆναι, ἔστ’ ἂν τὰ τοιαῦτα ποιέῃ τὸ οὖρον. Εἰ δὲ κατ’ ὀλίγον τρύζοι τὸ οὖρον, σημαίνει ἢ φαρμακεύσιος δεῖσθαι τὸν ἄνθρωπον, ἢ νόσημά τι τῶν περὶ κύστιν ἔχειν. Αἷμα δὲ οὐρῆσαι ὀλιγάκις μὲν καὶ ἄτερ πυρετοῦ καὶ ὀδύνης οὐδὲν
20
κακὸν σημαίνει, ἀλλὰ κόπων λύσις γίνεται· εἰ δὲ πολλάκις οὐρέοι, ἤ τι τούτων προσγίνοιτο, δεινόν· ἀλλὰ προλέγειν, ἤν τε ξὺν ὀδύνῃσιν οὐρέηται, ἤν τε ξὺν πυρετῷ, πῦον ἐπιδιουρήσειν, καὶ οὕτω παύσεσθαι τῶν ἀλγεόντων. Παχὺ δὲ οὖρον λευκὴν ὑπόστασιν ἔχον σημαίνει ἢ περὶ τὰ ἄρθρα τινὰ ὀδύνην καὶ ἔπαρσιν ἢ περὶ τὰ σπλάγχνα· χλωρὴν δὲ, καθαραίην τοῦ σώματος δηλοῖ ἢ περὶ τὰ σπλάγχνα καὶ τούτων ὀδύνην τε καὶ ἔπαρσιν. Αἱ δ’ ἄλλαὶ ὑποστάσεις αἱ ἐν τοῖσιν οὔροισι τῶν γυμναζομένων πᾶσαι ἀπὸ τῶν νοσημάτων γίνονται τῶν περὶ τὴν κύστιν· δῆλον δὲ ποιήσουσι, ξὺν ὀδύνῃσί τε γὰρ ἐσονται καὶ δυσαπάλλακτοι. Καὶ ταῦτα μὲν γράφω περὶ, τούτων, καὶ λέγω τοιαῦτα ἕτερα. Ὧν δὲ δι’ ἀκρίβειαν κατηγορέονται τῶν προῤῥήσεων, τοῖσι μὲν αὐτῶν αὐτὸς ξυνεγενόμην, τῶν δὲ παισί τε καὶ μαθητῇσιν ἐλεσχηνευσάμην, τῶν δὲ ξυγγράμματα ἔλαβον· ὥστε, εὖ εἰδὼς οἷα ἕκαστος αὐτῶν ἐφρόνει, καὶ τὰς ἀκριβείας οὐδαμοῦ εὑρὼν, ἐπεχείρησα τάδε γράφειν.

5. Περὶ δὲ τῶν ὑδρώπων τε καὶ φθισίων, καὶ τῶν ποδαγρῶν, τῶν τε λαμβανομένων ὑπὸ τῆς ἱερῆς νόσου καλεομένης, τάδε λέγω, κατὰ μέν τι περὶ πάντων τὸ αὐτό· ᾧ γὰρ ξυγγενές τι τουτέων τῶν νοσημάτων, ἔστιν εἰδέναι δυσαπάλλακτον ἐόντα· τὰ δὲ ἄλλα καθ’ ἕκαστον γράψω.

22

6. Χρὴ δὲ τὸν ὑπὸ τοῦ ὕδρωπος ἐχόμενον καὶ μέλλοντα περιέσεσθαι εὔσπλαγχνόν τε εἶναι, καὶ ἀνατείνεσθαι κατὰ φύσιν ἅμα πέπτεσθαί τε εὐπετέως, εὔπνοόν τ’ ἐόντα ἀνώδυνον εἶναι, καὶ χλιαρὸν ὁμαλῶς πᾶν τὸ σῶμα ἔχειν καὶ μὴ περιτετηκὸς περὶ τὰ ἔσχατα κρέσσον δὲ ἐπάρματα μᾶλλον ἔχειν ἐν τοῖσιν ἀκρωτηρίοισιν, ἄριστον δὲ μηδὲ ἕτερον τούτων, ἀλλὰ μαλακά τε χρὴ καὶ ἰσχνὰ εἶναι τὰ ἀκρωτήρια· καὶ τὴν γαστέρα μαλθακὴν εἶναι ψαυομένην· βῆχα δὲ μὴ προσεῖναι, μηδὲ δίψαν, μηδὲ τὴν γλῶσσαν ἐπιξηραίνεσθαι, ἔν τε τῷ ἄλλῳ χρόνῳ καὶ μετὰ τοὺς ὕπνους, γίνεται δὲ ταῦτα κάρτα· τὰ δὲ σιτία ἡδέως δέχεσθαι, καὶ ἐσθίοντα ἱκανὰ μὴ πονεῖσθαι τὴν δὲ κοιλίην πρὸς μὲν τὰ φάρμακα ὀξέην εἶναι, τὸν δ’ ἄλλον χρόνον διαχωρέειν μαλθακὸν ἐκτετυπωμένον· τὸ δὲ οὖρον φαίνεσθαι περαιούμενον πρὸς τὰ ἐπιτηδεύματα καὶ τῶν οἴνων τὰς μεταβολάς· τὴν δὲ ταλαιπωρίην εὐπετῶς φέρειν, καὶ ἄκοπον εἶναι. Ἄριστον μὲν οὕτω πάντα διακεῖσθαι τὸν ἄνθρωπον, καὶ ἀσφαλέστατ’ ἂν γένοιτο ὑγιής· εἰ δὲ μὴ, ὡς πλεῖστα τουτέων ἐχέτω, ἐν ἐλπίδι γὰρ ἔσται περιγενέσθαι· ὃς δ’ ἂν μηδὲν τούτων ἔχῃ, ἀλλὰ τὰ ἐναντία, ἀνέλπιστον ἐόντα εἰδέναι· ὃς δ’ ἂν τούτων ὀλίγα ἔχῃ, ἃ φημὶ χρηστὰ εἶναι τῷ ὑδρωπιῶντι προσόντα, ὀλίγαι ἐλπίδες αὐτῷ. ᾯ δ’ ἂν αἱμοῤῥαγέῃ πολλὸν ἄνω καὶ κάτω, καὶ πυρετὸς ἐπιγένηται, ὕδατος ἐμπλησθῆναι πολλαὶ ἐλπίδες τοῦτον, καὶ τῶν ὑδρώπων οὗτος ὀλιγοχρονιώτατός τε καὶ ἐν τοῖσιν ἀφυκτοτάτοισιν· ἄλλῳ δὲ προσημαίνειν περὶ τούτου. Οἷσι δὲ οἰδήματα μεγάλα γενόμενα καταμαραίνεται, καὶ αὖθις ἐπαίρεται,

24
οὗτοι δὲ μᾶλλον περιγίνονται τῶν ἐκ τῶν αἱμάτων τῆς ἀναῤῥήξιος ἐμπιπλαμένων· ἐξαπατέουσι δὲ τοὺς ἀλγέοντας οὗτοι οἱ ὕδρωπες, ὥστε ποιέουσιν αὐτοὺς ἀπιστέοντας τοῖσιν ἰητροῖσιν ἀπόλλυσθαι.

7. Περὶ δὲ τῶν φθινόντων κατὰ μὲν τὸ πτύελον καὶ τὴν βῆχα ταὐτὰ λέγω ἅπερ περὶ τῶν ἐμπύων ἔγραφον. Χρὴ γὰρ τὸ πτύελον τῷ μέλλοντι καλῶς ἀπαλλάξειν εὐπετέως τε ἀναβήσσεσθαι καὶ εἶναι λευκὸν, καὶ ὁμαλὸν, καὶ ὁμόχροον, καὶ ἀφλέγμαντον, τὸ δ’ ἀπὸ τῆς κεφαλῆς καταῤῥέον ἐς τὰς ῥῖνας τρέπεσθαι· πυρετὸν δὲ μὴ λαμβάνειν, ἢ τοσοῦτον λαμβάνειν, ὥστε τῶν δείπνων μὴ κωλύεσθαι, μηδὲ διψῇν· ἡ δὲ γαστὴρ ὑποχωρείτω πᾶσαν ἡμέρην, καὶ τὸ ὑποχωρέον ἔστω σκληρὸν, πλῆθος δὲ κατὰ τὰ εἰσιόντα· τὸν δὲ ἄνθρωπον ὡς ἥκιστα λεπτὸν εἶναι· τὸ δὲ στῆθος ἐπαινεῖν χρὴ τετράγωνόν τε ἐὸν καὶ λάσιον, καὶ ὁ χόνδρος αὐτοῦ μικρὸς ἔστω καὶ σεσαρκωμένος ἰσχυρῶς. Ὅστις μὲν γὰρ ταῦτα πάντα ἔχει, περιεστικώτατος γίνεται· ὃς δ’ ἂν μηδὲν τούτων ἔχῃ, ὀλεθριώτατος. Ὅσοι δ’ ἂν ἔμπυοι γένωνται, νέοι ἐόντες, ἐξ ἀποσκήψιος, ἢ σύριγγος, ἢ ἀπ’ ἄλλου τινὸς τῶν τοιούτων, ἢ ἐκ παλινδρομίης ἀποστάσιος, οὐ περιγίνονται, ἢν μὴ πολλὰ κάρτα αὐτοῖσιν ἐπιγένηται τῶν ἀγαθῶν σημείων. Ἀπόλλυνται δὲ οἱ ἄνθρωποι οὗτοι ἐς τὸ φθινόπωρον· ἰσχυρῶς δὲ καὶ ἐκ τῶν ἄλλων νοσημάτων τῶν μακρῶν ἐς τὴν ὥρην ταύτην τελευτῶσιν οἱ πλεῖστοι. Τῶν δ’ ἄλλων ἥκιστα περιγίνονται αἵ τε παρθένοι καὶ αἱ γυναῖκες, ᾗσιν ἀπολήψει ἐπιμηνίων ἡ φθίσις γένηται. Εἰ δὲ μέλλοι τις περιέσεσθαι τῶν παρθένων ἢ τῶν γυναικῶν, τῶν τε ἄλλων σημείων τῶν ἀγαθῶν δεῖ πολλὰ ἐπιγενέσθαι καὶ τὰ ἐπιμήνια λαμπρῶς τε καὶ καθαρῶς ἐπιφαίνεσθαι, ἢ οὐδεμία ἐλπίς. Οἱ δὲ ἐκ τῶν αἱμάτων τῆς

26
ἀναῤῥήξιος ἔμπυοι γινόμενοι τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ τῶν παρθένων περιγίνονται μὲν οὐχ ἧσσον, τὰ δὲ σημεῖα χρὴ πάντα ἀναλογισάμενον τά γε περὶ τῶν ἐμπύων καὶ τῶν φθινόντων προλέγειν τόν τε περιεσόμενον καὶ τὸν ἀπολούμενον. Μαλίστα δὲ περιγίνονται ἐκ τῶν τοῦ αἵματος ἀναῤῥήξεων οἷσιν ἂν ἀλγήματα ὑπάρχῃ μελαγχολικὰ ἔν τε τῷ νώτῳ καὶ ἐν τῷ στήθει, καὶ μετὰ τὴν ἀνάῤῥηξιν ἀνωδυνώτεροι γένωνται· βῆχές τε γὰρ οὐ κάρτα ἐπιγίνονται, καὶ πυρετοὶ οὐ πλεῖστοι διατελέουσιν ἐόντες, καὶ δίψαν εὐπετέως φέρουσιν· ὑποστροφαὶ δὲ τῆς ἀναῤῥήξιος μάλιστα γίνονται τούτοισιν, εἰ μὴ ἀποστάσιες ἐπιγίνονται· ἄρισται δὲ τῶν ἀποστασίων αἱ αἱματηρόταται. Ὁκόσοισι δὲ ἐν τοῖσι στήθεσιν ἀλγήματα ἔνεστι, καὶ διὰ χρόνου λεπτύνονταί τε καὶ βήσσουσι, καὶ δύσπνοιαι γίνονται, οὔτε πυρετῶν ἐπιλαμβανόντων, οὔτε ἐμπυημάτων ἐπιγινομένων, τούτους ἐπανερέσθαι, ὁπόταν βήσσωσί τε καὶ δύσπνοοι ἔωσιν, εἰ ξυνεστραμμένον τι καὶ μικρὸν, ὀδμὴν ἔχον, ἐκβήσσουσιν.

8. Περὶ δὲ ποδαγρώντων τάδε· ὅσοι μὲν γέροντες ἢ περὶ τοῖσιν ἄρθροισιν ἐπιπωρώματα ἔχουσιν, ἢ τρόπον ἀταλαίπωρον ζῶσι κοιλίας ξηρὰς ἔχοντες, οὗτοι μὲν πάντες ἀδύνατοι ὑγιέες γίνεσθαι ἀνθρωπίνῃ τέχνῃ, ὅσον ἐγὼ οἶδα· ἰῶνται δὲ τούτους ἄριστα

28
μὲν δυσεντερίαι, ἢν ἐπιγένωνται, ἀτὰρ καὶ ἄλλαι ἐκτήξιες ὠφελέουσι κάρτα αἱ ἐς τὰ κάτω χωρία ῥέπουσαι. Ὅστις δὲ νέος ἐστὶ καὶ ἀμφὶ τοῖσιν ἄρθροισιν οὔπω ἐπιπωρώματα ἔχει καὶ τὸν τρόπον ἐστὶν ἐπιμελής τε καὶ φιλόπονος καὶ κοιλίας ἀγαθὰς ἔχων ὑπακούειν πρὸς τὰ ἐπιτηδεύματα, οὗτος δὴ ἰητροῦ γνώμην ἔχοντος ἐπιτυχὼν ὑγιὴς ἂν γένοιτο.

9. Τῶν δ’ ὑπὸ τῆς ἱερῆς νόσου λαμβανομένων χαλεπώτατοι μὲν ἐξίστασθαι, ὁκόσοισιν ἂν ἀπὸ παιδὸς ξυμβήσηται καὶ συνανδρωθῇ τὸ νόσημα· ἔπειτα δὲ ὅσοισιν ἂν γένηται ἐν ἀκμάζοντι τῷ σώματι τῆς ἡλικίης, εἴη δ’ ἂν ἀπὸ εἴκοσι καὶ πέντε ἐτέων ἐς πέντε καὶ τεσαράκοντα ἔτεα· μετὰ δὲ τούτους, ὅσοις ἂν γένηται τὸ νόσημα μηδὲν προσημαῖνον, ὁκόθεν ἄρχεται τοῦ σώματος. Οἷσι δὲ ἀπὸ τῆς κεφαλῆς δοκέει ἄρχεσθαι, ἢ ἀπὸ τοῦ πλευροῦ, ἢ ἀπὸ τῆς χειρὸς, ἢ τοῦ ποδὸς, εὐπετέστερα ἰῆσθαι· διαφέρει γὰρ καὶ ταῦτα· τὰ γὰρ ἀπὸ τῆς κεφαλῆς τούτων χαλεπώτατα· ἔπειτα τὰ ἀπὸ τοῦ πλευροῦ· τὰ δὲ ἀπὸ τῶν χειρῶν καὶ ποδῶν μάλιστα οἷά τε ἐξυγιαίνεσθαι. Ἐπιχειρέειν δὲ χρὴ τουτέοισι τὸν ἰητρὸν, εἰδότα τὸν τρόπον τῆς ἰήσιος, ἢν ἔωσιν οἱ ἄνθρωποι νέοι τε καὶ φιλόπονοι.· πλὴν ὅσον αἴ φρένες τι κακὸν ἔχουσιν, ἢ εἴ τις ἀπόπληκτος γέγονεν· αἱ μὲν γὰρ μελαγχολικαὶ αὗται ἐκστάσιες οὐ λυσιτελέες· αἱ δὲ ἄλλαι αἱ ἐς τὰ κάτω τρεπόμεναι πᾶσαι ἀγαθαί· ἄρισται δὲ καὶ ἐνταῦθα πολλῷ αἱ αἱματηρόταται. Ὁκόσοι δὲ γέροντες ἤρξαντο λαμβάνεσθαι, ἀποθνήσκουσί τε μάλιστα, καὶ ἢν μὴ ἀπόλωνται, τάχιστα ἀπαλλάσσονται ὑπὸ τοῦ αὐτομάτου, ὑπὸ δὲ τῶν ἰητρῶν ἥκιστα ὠφελέονται.

10. Οἷσι δὲ τῶν παιδίων ἐξαπίνης οἱ ὀφθαλμοὶ διεστράφησαν, ἢ μεῖζόν τι κακὸν ἔπαθον, ἢ φύματα ὑπὸ τὸν αὐχένα ἐφύη, ἢ ἰσχνοφωνότεροι

30
ἐγένοντο, ἢ βῆχες ξηραὶ χρόνιοι προσέχουσιν, ἢ ἐς τὴν γαστέρα μείζοσι γενομένοισιν ὀδύνη φοιτᾷ, καὶ οὐκ ἐκταράσσεται, ἢ ἐν τοῖσι πλευροῖσι διαστρέμματα ἔχουσιν ἢ φλέβας παχέας περὶ τὴν γαστέρα κιρσώδεας, ἢ ἐπίπλοον καταβαίνει, ἢ ὄρχις μέγας γέγονεν, ἢ χεὶρ λεπτὴ καὶ ἀκρατὴς, ἢ ποὺς, ἢ κνήμη ξύμπασα ἐχωλώθη, ἄτερ προφάσιος ἄλλης, τούτοισι πᾶσιν εἰδέναι ὅτι ἡ νοῦσος προεγένετο πρὸ τούτων ἁπάντων, καὶ οἱ μὲν πλεῖστοι τῶν τρεφόντων τὰ παιδία ἐρωτώμενοι ὁμολογήσουσι, τοὺς δὲ καὶ λανθάνει, καὶ οὐ φασὶν εἰδέναι τοιοῦτον οὐδὲν γενόμενον.