Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

151. Ἐξ αἱμοῤῥαγίης ῥίγεα, μακρά.

152. Οἷσι κεφαλαλγίαι καὶ τραχήλου πόνοι, καὶ ὅλου δέ τις ἀκράτεια τοῦ σώματος τρομώδης, αἱμοῤῥαγίαι λύουσιν· ἀτὰρ καὶ οὕτω χρόνῳ λύεται.

153. Οὖρα τοῖσι παρ᾿ ὦτα ταχὺ καὶ ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρα· καὶ τὸ καταψύχεσθαι ὧδε, πονηρόν.

154. Τὰ ὑποκαρώδεα καὶ ἰκτερώδεα οὐ πάνυ αἰσθανόμενα, οἷσι λύγγες, κοιλίη καταῤῥήγνυται· ἴσως δὲ καὶ ἐπιστάσης, οὗτοι ἐκχλοιοῦνται· ἦρα τούτοισι καὶ τὰ παρὰ τὰ ὦτα;

155. Τὰ ἐπεσχημένα μετὰ ῥίγεος οὖρα, πονηρὰ, ἄλλως τε καὶ προκαρωθέντα· τὰ παρ᾿ οὖς, ἦρα ἐπὶ τούτοισιν ἐλπίς;

156. Ἐκ στροφωδέων ὑπόστασις ἰλυώδης, ὑποπέλιος,

568
κακή· ἆρά γε ἐκ τοιουτέων ὑποχόνδριον ὀδυνᾶται; δοκέω δὲ δεξιόν· ἦρα καὶ χλοιώδεες οἱ τοιοῦτοι, καὶ τὰ παρ᾿ ὦτα τουτέοισιν ὀδυνώδεα ἐπ᾿ ὀλίγον; κοιλίη καταῤῥαγεῖσα τουτέοισιν, ὀλέθριον.

157. Ἐν τῇσιν ἀσώδεσιν ἀγρυπνίῃσι τὰ παρ᾿ οὖς μάλιστα.

158. Ἐπὶ εἰλεοῖσι δυσώδεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ μετεώρῳ χρονιωτέρῳ, τὰ παρ᾿ οὖς ἐπαρθέντα κτείνει.

159. Ἐκ κωφώσιος ἐπιεικέως τὰ

570
παρ᾿ ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶὀές τι ἐπιγένηται, καὶ τοῖσι κωματώδεσιν ἐπὶ τούτοισι μᾶλλον.

160. Τὰ παρ᾿ ὦτα, φλαῦρα τοῖσι παραπληκτικοῖσιν.

161. Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ᾿ οὖς ἀνίστησιν.

162. Τὸ σπασμῶδες, τρομῶδες, ἀσῶδες, κατόχως, σμικρὰ παρ᾿ οὖς ἀνίστησιν.

163. Ἦρά γε οἷσι τὰ παρ᾿ ὦτα, κεφαλαλγικοὶ οὗτοι; ἦρά γε καὶ ἐφιδροῦσι τὰ ἄνω, ἤ τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε καὶ κοιλίη καταῤῥήγνυται; καί τι καὶ κωματώδεες; ἦρά γε καὶ ὑδατώδεα οὖρα ἐναιωρεύμενα λευκοῖσι, καὶ ποικίλως ἔκλευκα, δυσώδεα, ποιέει τὰ παρ᾿ οὖς; ἦρά γε οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; ἦρά γε καὶ γλῶσσα τούτοισι λείη.

164. Οἷσι πνευματουμένοισιν ἐοῦσιν ἴκτεροι καὶ πυρετοὶ ὀξέες ἐπιγίνονται μεθ᾿ ὑποχονδρίων σκληρῶν καταψυχθεῖσι, τὰ παρ᾿ ὦτα μεγάλα ἀνίσταται.

165. Τὰ κωματώδεα, ἀσώδεα, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα σμικρὰ, ἐν τούτοισι τὰ παρ᾿ οὖς ἐπανίσταται, πρόσθεν δὲ καὶ τὰ

572
περὶ πρόσωπον.

166. Κοιλίης μέλανα κοπρώδεα διείσης, κῶμα ἐπιφανὲν τὰ παρ᾿ οὖς ἀνίστησιν.

167. Βηχία λεπτὰ μετὰ πτυελισμοῦ ὄντα τὰ παρ᾿ οὖς λαπάσσει.

168. Ἐκ κεφαλαλγίης κῶμα καὶ κώφωσις παρ᾿ οὖς τι ἐξερεύγεται.

169. Ὑποχονδρίου σύντασις μετὰ κώματος ἀσώδεος καὶ κεφαλαλγίης τὰ παρ᾿ οὖς ἐπαίρει.

170. Τὰ ἐπώδυνα παρ᾿ οὖς ἀκρίτως καταμωλυνθέντα, φλαῦρα.