Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

111. Αἱ ἐς ἄκρητα τελευτῶσαι καθάρσιες,

546
ἐν πᾶσι μὲν παροξυντικαὶ, ἐν τούτοισι δὲ καὶ πάνυ· ἐκ τοιουτέων καὶ τὰ παρ᾿ οὖς ἀνίστανται.

112. Αἱ ταραχώδεες θρασύταται ἐπεγέρσιες σπασμώδεες, ἄλλως τε καὶ μεθ᾿ ἱδρῶτος.

113. Καὶ αἱ τραχήλου καὶ μεταφρένου καταψύξιες, δοκέουσαι καὶ ὅλου τοῦ σώματος, ἐν τούτοισι δὲ καὶ ἀφρώδεες οὐρήσιες, ἅμα ἀψυχίῃ καὶ ὀμμάτων ἀμαύρωσις, σπασμὸν ἐγγὺς σημαίνει.

114. Πήχεων ἀλγήματα μετὰ τραχήλου, σπασμώδεα, ἀπὸ προσώπου δὲ ταῦτα, καὶ κατὰ φάρυγγα, ἦχοι συχνοὶ, σιελίζοντες, ἐν τουτέοισιν οἱ έν

548
ὕπνοισιν ἱδρῶτες, ἀγαθοί· ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοῖσι πλείστοισιν οὐ πονηρόν; οἱ ἐς τὰ κάτω πόνοι, τούτοισιν εὔφοροι.

115. Οἱ ἐν πυρετοῖσιν ἐφιδρῶντες, κεφαλαλγέες, κοιλίης ἀπολελαμμένης, σπασμώδεες.

116. Τὰ ὑποψάθυρα ὑγρὰ διαχωρήματα, περιψύχοντα οὐκ ἀπύρως, φλαῦρα· τὰ ἐπὶ τούτοισι ῥίγεα, [κύστιν καὶ κοιλίην] ἐπιλαμβάνοντα, ὀδυνώδεα· ἦρα τὸ κωματῶδες τουτέοισιν ἔχει τι σπασμῶδες; οὐκ ἂν θαυμάσαιμι.

117. Τὰ ἐν ὀξέσιν ἐμετωδέως ἑλκόμενα, φλαῦρα, καὶ αἱ λευκαὶ διαχωρήσιες,

550
δύσκολοι· ἄγλισχρα ἐκ τουτέων διεξελθόντα, ἐξίστανται καύματι πολλῷ· ἆρα ἐκ τουτέων κωματώδεες, νωθροὶ ἐπιγίνονται; τὰ ἐκ τοιουτέων μακροτέρως ἐπινοσέει· ἦρά γε περὶ κρίσιν οὗτοι βηχώδεες, δύσπνοοι;

118. Τὰ ἐξ ὀσφύος ἐς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύσαντα παραπληκτικὸν τρόπον, σπασμώδεα, παρακρουστικά· ἆρά γε καὶ λύεται τὰ τοιαῦτα σπασμῷ; ἐκ τῶν τοιουτέων ποικίλως διανοσέουσι, διὰ τῶν αὐτῶν ἰόντες.

119. Οἱ ἐν ὑστερικαῖσιν ἀπύρως σπασμοὶ, εὐχερέες, οἷον καὶ Δορκάδι.

120. Κύστις ἀποληφθεῖσα; ἄλλως τε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες· τὰ ναρκωδέως ἐν τούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια· ἦρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;

121. Ἦρά γε καὶ κατὰ

552
κρόταφον ὀστέων διακοπαὶ σπασμὸν ἐπικαλέονται; ἢ τὸ μεθύοντα πληγῆναι, ἢ τὸ ῥυῆναι πολὺ ἐν ἀρχῇσι;

122. Σπασμώδεα, ἐν ἱδρῶτι πτύελα παραῤῥέοντα πυρετώδει ἐόντι, εὐήθεα· ἦρά γε τουτέοισιν ἐπί τινας ἡμέρας κοιλίαι καθυγραίνονται; οἴομαι δὲ τουτέοισιν ἐς ἄρθρον ἀπόστημα ἔσεσθαι.

123. Τὰ ἐπ᾿ ὀλίγον θρασέως παρακρούοντα, μελαγχολικά· ἢν δὲ καὶ ἀπὸ γυναικείων ᾖ, θηριώδεα· ἐπὶ πλέον δὲ ταῦτα ξυμπίπτει· ἦρά γε καὶ σπασμώδεες αὗται; ἆρά γε καὶ αἱ μετὰ κάρου ἀφωνίαι, σπασμώδεες; οἷον τῇ τοῦ

554
σκυτέως θυγατρί· ἤρξατο γυναικείων παρεόντων.

124. Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν· ἀτενέως; οὔτε παρ᾿ ἑωυτοῖσίν εἰσι, διανοσέουσί τε μακροτέρως.

125. Τὰ ἀνάπαλιν αἱμοῤῥαγεῦντα, κακὸν, οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ δεξιοῦ ῥέειν, καὶ τὰ καθ᾿ ὑποχόνδριον ὡσαύτως, ἐφιδρῶντι δὲ, κάκιον.

126. Τὰ ἐκ ῥινῶν μικροῖς. ἱδρῶσιν περιψυχόμενα κακοήθεα.

127. Μεθ᾿ αἱμοῤῥαγίην μελάνων δίοδος, κακόν· πονηρὰ δὲ καὶ τὰ ἐξερυθρώδεα· ἦρά γε τεταρταίοισι ταῦτα αἱμοῤῥαγέει; κωματώδεες, ἐκ τοιουτέων σπασμῷ τελευτῶσιν, ἄρα μελάνων προδιελθόντων

556
καὶ κοιλίης ἐπαρθείσης.

128. Τὰ αἱμοῤῤαγέοντα ἐφιδροῦντα τρώματα, κακοήθεα; οὗτοι διαλεγόμενοι λαθραίως τελευτῶσιν.

129. Μεθ᾿ αἱμοῤῥαγίην βραχείην καὶ μελάνων διαχώρησιν, ἐν ὀξέσι, κώφωσις, κακόν· αἵματος διαχώρησις ἐν τουτέοισιν ὀλέθριον, κώφωσιν δὲ λύει.

130. Ὀσφύϊ ἐπωδύνῶ καρδιαλγικὰ προσιόντα, σημεῖα αἱμοῤῥώδεα, οἶμαι δὲ καὶ προγενόμενα.