De humoribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846

7. Τοῖσι κοπώδεσι τὸ σύμπαν, ἐν τοῖσι πυρετοῖσιν ἐς ἄρθρα καὶ παρὰ γνάθους μάλιστα ἀποστάσιες γίνονται, ἐγγύς τι τῶν πόνων ἑκάστου, ἐπὶ τὸ ἄνω μᾶλλον καὶ τὸ σύμπαν· ἢν ἀργὸς ἡ νοῦσος

488
ἔῃ καὶ κατάῤῥοπος, κάτω καὶ αἱ ἀποστάσιες· μάλιστα δὲ πόδες θερμοὶ κάτω σημαίνουσι, ψυχροὶ δὲ ἄνω. Οἷσι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων, αὐτίκα δὲ χερσὶν ἢ ποσὶ πονήσασιν, ἐν τούτοισιν ἀφίστανται· ἀτὰρ καὶ ἤν τι προπεπονηκὸς ἔῃ, πρὶν ἢ νοσέειν, ἐς ταῦτα ἀποστηρίζεται, οἷον καὶ τοῖσιν ἐν Περίνθῳ βηχώδεσι καὶ κυναγχικοῖσιν· ποιέουσι γὰρ καὶ αἱ βῆχες ἀποστάσιας, ὥσπερ οἱ πυρετοί· ταῦτα κατὰ τὸν αὐτὸν λόγον συμβαινει ἢ ἀπὸ χυμῶν, ἢ σώματος συντήξιος καὶ ψυχῆς.