De humoribus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846
Τὴν ἔῤῥιψιν, καὶ τὸν αὐασμὸν, καὶ τὸ ἀσύμπτωτον, καὶ τὸ θολερὸν πνεῦμα, ὑποχόνδριον, ἄκρεα, ὄμματα προσκακούμενα, χρώματος. μεταβολὴ, σφυγμοὶ, ψύξιες, παλμοὶ σκληρυσμὸς δέρματος, νεύρων, ἄρθρων, φωνῆς, γνώμης, σχῆμα ἑκούσιον, τρίχες, ὄνυχες, τὸ εὔφορον, ἢ μὴ οἷα δεῖ. Σημήϊα ταῦτα; ὀδμαὶ χρωτὸς, στόματος, ὠτὸς, διαχωρήματος, φύσης, οὔρου, ἕλκεος; ἱδρῶτος, πτυάλου, ῥινὸς, χρὼς ἁλμυρὸς, ἢ πτύαλον, ἢ ῥὶς, ἢ δάκρυον, ἢ ἄλλοι χυμοί· πάντη ὅμοια τὰ ὠφελέοντα, τὰ βλάπτοντα. Ἐνύπνια οἷα ἂν ὁρέῃ,
482
καὶ ἐν τοῖσιν ὕπνοισιν οἷα ἂν ποιέῃ, ἢν ἀκούῃ ὀξὺ, καὶ πυθέσθαι προθυμέηται, ἐν τῷ λογισμῷ μέζω καὶ ἰσχυρότερα τὰ πλείω, ἐπίκαιρα, σώζοντα· μὴ ἐπίκαιρα, τῶν ἑτέρων· ἢν αἰσθάνωνται πάσῃ αἰσθήσει πάντων, καὶ φέρωσιν, ὁκοῖον ὀδμὰς, λόγους, ἱμάτια, σχήματα. Τοιαῦτα εὐφόρως, ἅπερ καὶ αὐτόματα ἐπιφαινόμενα ὠφελέει, καὶ ὁκότε κρίσιν τὰ τοιαῦτα ἐμποιέει, καὶ τοσαῦτα, καὶ τοιαῦτα, οἷον φῦσαι, οὖρον, οἷον καὶ ὁκόσον καὶ ὁκότε· ὁκόσα δ᾿ ἐναντία, ἀποτρέπειν, μάχεσθαι αὐτοῖσιν. Τὰ ἐγγὺς καὶ τὰ κοινὰ τοῖσι παθήμασι πρῶτα καὶ μάλιστα κακοῦται.