De humoribus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846
3. Τῇ ὑστερικῇ καθάρσεις, τὰ ἄνωθεν καταῤῤηγνύμενα, καὶ στροφοῦντα, λιπαρὰ, ἄκρητα, ἀφρώδεα, θερμὰ, δάκνοντα, ἰώδεα, ποικίλα, ξυσματώδεα, τρυγώδεα, αἱματώδεα, ἄφυσα, ὠμὰ, ἑφθὰ, αὖα,
480
ἅσσα περιῤῥέοι, εὐφορίην καθορέων ἢ δυσφόρίην, πρὶν κίνδυνον εἶναι, οἷα οὐ δεῖ παύέιν. Πεπασμὸς, κατάβασις τῶν κάτω, ἐπιπόλασις τῶν ἄνω, καὶ τὰ ἐξ ὑστερέων, καὶ ὁ ἐν ὠσὶ ῥύπος· ὀργασμὸς, ἄνοιξις, κένωσις, θάλψις, ψύξις, ἔσωθεν, ἔξωθεν, τῶν μὲν, τῶν δ᾿ οὔ. Ὁκόταν ἐῃ κάτωθεν ὀμφαλοῦ τὸ στρέφον, βραδὺς, μαλθακὸς ὁ στρόφος, ἔμπαλιν δὲ ἐς τοὐναντίον.