De humoribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846

14. Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί· ὅταν οὗτος δυναστεύῃ, τοιουτότροπα ἐν τῇσι νούσοισι πάσχουσιν· ἕλκεα μαδαρὰ, μάλιστα στόμα, αἰδοῖον, καὶ τἄλλα. Ἢν δὲ βόρειον, βῆχες, φάρυγγες, κοιλίαι σκληρότεραι, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων, ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα προσδέχεσθαι μᾶλλον τὰ νουσήματα. Ἢν μᾶλλον πλεονάζῃ, αὐχμοῖσιν οἱ πυρετοὶ ἕπονται καὶ ὄμβροισιν, ἐξ ὁποίων ἂν οἱ πλεονασμοὶ μεταπέσωσι, καὶ ὅκως ἂν ἔχοντα τὰ σώματα παραλάβωσιν ἐκ τῆς ἑτέρης ὥρης, καὶ ὁκοιουτινοσοῦν χυμοῦ δυναστεύοντος ἐν τῷ σώματι. Ἀτὰρ ἀνυδρίαι νότιαι, βόρειαι· διαφέρει γὰρ καὶ τἄλλα οὕτω· μέγα γὰρ καὶ τοῦτο· ἄλλος γὰρ ἐν ἄλλῃ ὥρῃ καὶ χώρῃ μέγας, οἷον τὸ θέρος χολοποιὸν, ἦρ ἔναιμον, τἄλλα ὡς ἕκαστα.