De humoribus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 5. Littré, Émile, editor. Paris: Baillière, 1846
1. Τὸ μὲν χρῶμα τῶν χυμῶν, ὅκου μὴ ἄμπωτίς ἐστι τῶν χυμῶν, ὥσπερ ἀνθέων· ἀκτέα, ᾗ ῥέπει, διὰ τῶν ξυμφερόντων χωρίων, πλὴν ὧν οἱ πεπασμοὶ ἐκ τῶν χρόνων· οἱ πεπασμοὶ ἔξω ἢ ἔσω ῥέπουσιν ἢ ἄλλῃ ὅπη δεῖ. Εὐλαβείη· ἀπειρίη· δυσπειρίη· μαδαρότης· σπλάγχνων κενότης, τοῖσι κάτω πλήρωσις, τοῖσιν ἄνω, τροφή· ἀναῤῥοπίη, καταῤῥοπίη· τὰ αὐτόματα, ἄνω καὶ κάτω, ἃ ὠφελέει καὶ βλάπτει ξυγγενὲς εἶδος, χώρη, ἔθος, ἡλικίη, ὥρη; κατάστασις νούσου, ὑπερβολὴ, ἔλλειψις, οἷσιν ὁκόσον λείπεται, ἢ οὔ· κάθαρσις καὶ κένωσις, ἄκη· ἔκκλισις· παροχέτευσις ἢ ἐς τὴν κεφαλὴν, ἢ ἐς τὰ πλάγια, ᾗ μάλιστα ῥέπει· ἢ ἀντίσπασις, ἐπὶ τοῖσιν ἄνω, κάτω, ἄνω, ἐπὶ τοῖσι κάτω· ἢ ξηρῆναι·
478
ἢ οἷσι τὰ κάτω, ἢ ἄνω ἐκπλύνεται, ἢ οἷσι παρηγορήσεται· μὴ τὰ ἐκκεχυμωμένα ἐς τὸ ἔσω ἀπολαμβάνειν, ἀλλὰ τὰς ἀφόδους ξηραίνειν. Τάραξις, κατάκλυσις, διάνιψις, οἷσιν ἀποστήσεται πρὸς ἕδρην, ὅθεν ἀθέλγεται, ἢ φάρμακον, ἢ ἕλκος, ἢ χυμός τις συνεστηκὼς, ἢ βλάστημα, ἢ φῦσα, ἢ σῖτος, ἢ θηρίον, ἢ καῦμα, ἢ ἄλλο τι πάθος.