Aphorismi

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844

1. Ἐν τοῖσιν ὀξέσι νουσήμασι ψύξις ἀκρωτηρίων, κακόν.

2. Ἐπὶ ὀστέῳ νοσέοντι σὰρξ πελιδνὴ, κακόν.

3. Ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ, κακόν.

4. Ἐπὶ ἱδρῶτι φρίκη, οὐ χρηστόν.

5. Ἐπὶ μανίῃ δυσεντερίη, ἢ ὕδρωψ, ἢ ἔκστασις, ἀγαθόν.

6. Ἐν νούσῳ πολυχρονίῃ ἀσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες, κακόν.

580

7. Ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη, κακόν.

8. Ἐπὶ φύματος ἔσω ῥήξει ἔκλυσις, ἔμετος, καὶ λειποψυχίη γίνεται.

9. Ἐπὶ αἵματος ῥύσει παραφροσύνη ἢ σπασμὸς, κακόν.

10. Ἐπὶ εἰλεῷ ἔμετος, ἢ λὺγξ. ἢ σπασμὸς, ἢ παραφροσύνη, κακόν.

11. Ἐπὶ πλευρίτιδι περιπλευμονίη, κακόν.

12. Ἐπὶ περιπλευμονίῃ φρενῖτις, κακόν.

13. Ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς ἢ τέτανος, κακόν.

14. Ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη, κακόν.

15. Ἐπὶ αἵματος πτύσει, πύου πτύσις.

16. Ἐπὶ πύου πτύσει, φθίσις καὶ ῥύσις· ἐπὴν δὲ τὸ σίελον ἴσχηται, ἀποθνήσκουσιν.

582

17. Ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ, κακόν.

18. Ἐπὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη, κακόν.

18. bis. Ἐπὶ ληθάργῳ τρόμος, κακόν.

19. Ἐπὶ ὀστέου ψιλώσει, ἐρυσίπελας.