Aphorismi
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844
25. Ἐρυσίπελας, ἔξωθεν καταχεόμενον, ἔσω τρέπεσθαι οὐκ ἀγαθόν· ἔσωθεν δὲ ἔξω, ἀγαθόν.
26. Ὁκόσοισιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γένωνται, παρακοπὴ λύει.
27. Ὁκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ τέμνονται ἢ καίονται, ἐκρυέντος τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου, πάντως ἀπόλλυνται.
28. Εὐνοῦχοι οὐ ποδαγριῶσιν, οὐδὲ φαλακροὶ γίνονται.
29. Γυνὴ οὐ ποδαγριᾷ, ἢν μὴ τὰ καταμήνια αὐτέῃ ἐκλίπῃ.
30. Παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιασμοῦ.
31. Ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη, ἢ λουτρὸν, ἢ πυρίη, ἢ φλεβοτομίη, ἢ φαρμακοποσίη λύει.
32. Τραυλοὶ ὑπὸ διαῤῥοίης μάλιστα ἁλίσκονται μακρῆς.
33. Οἱ ὀξυρεγμιώδεες οὐ πάνυ τι πλευριτικοὶ γίνονται.
34. Ὁκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γίνονται· ὁκόσοισι δὲ φαλακροῖσιν ἐοῦσιν κιρσοὶ γίνονται, πάλιν οὗτοι γίνονται δασέες.
35. Τοῖσιν ὑδρωπικοῖσι βὴξ ἐπιγενομένη, κακόν.
36. Δυσουρίην φλεβοτομίη λύει, τάμνειν δὲ τὰς ἔσω.