Vectiarius

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844

37. Τὰ δ᾿ ἀπὸ καταπτώσιος ἧσσον δύναται ἐξιθύνεσθαι· χαλεπώτερα δὲ τὰ ἄνω φρενῶν ἐξιθύνεσθαι. Οἷσι δὲ παισὶν, οὐ συναύξεται, ἀλλ᾿ ἢ σκέλη καὶ χεῖρες καὶ κεφαλή. Ηὐξημένοισιν ὕβωσις, παραχρῆμα μὲν τῆς νούσου ῥύεται, ἀνὰ χρόνον δ᾿ ἐπισημαίνεται, δι᾿ ὧνπερ καὶ τοῖσι νεωτέροισιν, ἧσσον δὲ κακοήθως. Εἰσὶ δὲ οἳ εὐφόρως ἤνεγκαν, οἷσιν ἂν ἐς εὔσαρκον καὶ πιμελῶδες τράπηται. Ὀλίγοι δὲ τουτέων περὶ ἑξήκοντα ἔτεα ἐβίωσαν. Ἀτὰρ καὶ ἐς

382
τὰ πλάγια διαστρέμματα γίνεται· συναίτια δὲ καὶ τὰ σχήματα, ἐν οἷσιν ἂν κατακέωνται· καὶ ἔχει προγνώσιας.

38. Νόμος ἐμβολῆς καὶ διορθώσιος, ὄνος, μοχλὸς, σφηνίσκος, ἴπος, ὄνος μὲν ἀπάγειν, μοχλὸς δὲ παράγειν. Τὰ δὲ ἐμβλητέα ἢ διορθωτέα διαναγκάσαι δεῖ ἐκτείνοντα, ἐν ᾧ ἂν ἕκαστα σχήματι μέλλῃ ὑπεραιωρηθήσεσθαι· τὸ δ᾿ ἐκβὰν, ὑπὲρ τούτου ὅθεν ἐξέβη· τοῦτο δὲ, ἢ χερσὶν, ἢ κρεμασμῷ, ἢ ὄνοισιν, ἢ περί τι. Χερσὶ μὲν οὖν ὀρθῶς κατὰ μέρεα· καρπὸν δὲ καὶ ἀγκῶνα ἀπόχρη διαναγκάζειν, καρπὸν μὲν ἐς ἰθὺ ἀγκῶνος, ἀγκῶνα δὲ ἐγγώνιον πρὸς βραχίονα ἔχοντα, οἷον παρὰ τῷ βραχίονι τὸ ὑπὸ τὴν χεῖρα ὑποτεινόμενον. Ἐν οἷσι δὲ δακτύλου ποδὸς, χειρὸς, καρποῦ, ὑβώματος τὸ ἔξω διαναγκάσαι δεῖ καὶ καταναγκάσαι, τὰ μὲν ἄλλα ὑπὸ χειρῶν αἱ διαναγκάσεις ἱκαναὶ, καταναγκάσαι δὲ τὰ ὑπερέχοντα ἐς ἕδρην πτέρνῃ ἢ θέναρι ἐπί τινος· ὥστε κατὰ μὲν τὸ ἐξέχον ὑποκέεσθαι ὄγκον σύμμετρον μαλθακόν· κατὰ δὲ τὸ ἕτερον μὴ στορέσαντα χρὴ ὠθέειν ὀπίσω καὶ κάτω, ἤν τε ἔσω, ἤν τε ἔξω ἐκπεπτώκῃ· τὰ δ᾿ ἐκ πλαγίων, τὰ μὲν ἀπωθέειν, τὰ δὲ ἀντωθέειν ὀπίσω ἀμφότερα κατὰ τὸ ἕτερον. Τὰ δὲ ὑβώματα, τὰ μὲν

384
ἔσω οὔτε πταρμῷ, οὕτε βηχὶ, οὔτε φύσης ἐνέσει, οὔτε σικύῃ· εἰ δέ τι, ἡ κατάτασις. Ἡ δὲ ἀπάτη, ὅτι οἴονταί ποτε καταγέντων σπονδύλων, καὶ τὰ λορδώματα διὰ τὴν ὀδύνην δοκέει ἔσω ὠλισθηκέναι· ταῦτα δὲ ταχύφυα καὶ ῥᾴδια. Τὰ δὲ ἔξω, κατάσεισις, τὰ μὲν ἄνω ἐπὶ πόδας, τὰ δὲ κάτω τἀναντία· κατανάγκασις δὲ σὺν κατατάσει, ἢ ἕδρῃ, ἢ ποδὶ, ἢ σανίδι. Τὰ δ᾿ ἔνθα ἢ ἔνθα, εἴ τι, ἡ κατάτασις, καὶ ἔτι τὰ σχήματα ἐν τῇ διαίτῃ. Τὰ ἄρμενα πάντα εἶναι πλατέα, προσηνέα, ἰσχυρά· εἰ δὲ μὴ, δεῖ ῥάκεσι προκατειλίχθαι· ἐσκευάσθαι πρὶν ἢ ἐν τῇσιν ἀνάγκῃσι, πάντα συμμεμετρημένως τὰ μήκεα, καὶ ὕψεα, καὶ εὔρεα. Διάτασις οἷον μηροῦ, τὸ παρὰ σφυρὸν δεδέσθαι, καὶ ἄνω τοῦ γούνατος, ταῦτα μὲν ἐς τὸ αὐτὸ τείνοντα· παρὰ δ᾿ ἰξύϊ, καὶ περὶ μασχάλας, καὶ κατὰ περίνεον, καὶ μηρὸν, τὰ μεταξὺ, τῆς ἀρχῆς τὸ μὲν ἐπὶ τὸ στῆθος, τὸ δ᾿ ἐπὶ νῶτον τείνοντα, ταῦτα δ᾿ ἐς τὸ αὐτὸ ἅπαντα τείνοντα, προσδεθέντα ἢ πρὸς ὑπεροειδέα, ἢ πρὸς ὄνον. Ἐπὶ μὲν οὖν κλίνης ποιέοντι, τοῦτο μὲν τῶν ποδῶν πρὸς οὐδὸν χρὴ ἐρεῖσαι, πρὸς δὲ τὸ ἕτερον, ξύλον
386
ἰσχυρὸν πλάγιον παραβεβλῆσθαι, τὰ δὲ ὔπερθεν ὑπεροειδέα πρὸς ταῦτα ἀντιστηρίζοντα διατείνειν, ἢ πλήμνας κατορύξαντα, ἢ κλίμακα διαθέντα, ἀμφωτέρωθεν ὠθέειν. Τὸ δὲ κοινὸν, σανὶς ἑξάπηχυς, εὖρος δίπηχυς, πάχος σπιθαμῆς, ἔχουσα ὄνους δύο ταπεινοὺς ἔνθεν καὶ ἔνθεν, ἔχουσα δὲ καὶ κατὰ μέσον στυλίσκους ξυμμέτρους, ἐξ ὧν ὡς κλιμακτὴρ ἥρμοσται ἐς τὴν ὑπόστασιν τῷ ξύλῳ, ὥσπερ τῷ κατ᾿ ὦμον· καταγλύφους δὲ, ὥσπερ ληνοὺς, λείας ἔχειν, τετραδακτύλους εὖρος καὶ βάθος, καὶ διαλιπεῖν τοσοῦτον, ὅσον αὐτῇ τῇ μοχλεύσει ἐς διόρθωσιν· ἐν μέσῳ δὲ τετράγωνον καταγλυφὴν, ὥστε στυλίσκον ἐνεῖναι, ὃς παρὰ περίνεον ἐὼν περιῤῥέπειν τε κωλύσει, ἐών τε ὑποχάλαρος ὑπομοχλεύσει. Χρὴ δὲ, τῆς σανίδος [ἢ] ἐν τῷ τοίχῳ [τὸ ἄκρον] καταγεγλυμμένον τι ἐχούσης, τοῦ ξύλου ὦσαι τὸ ἄκρον, ἐπὶ δὲ θάτερα καταναγκάζειν, ὑποτιθέντα μαλθακά τινα σύμμετρα.