Vectiarius

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844

31. Ὅταν δὲ ἐκστῇ ὁ ποὺς, ἢ μοῦνος, ἢ ξὺν τῇ ἐπιφύσει, ἐκπίπτει μᾶλλον ἐς τὸ ἔσω. Εἰ δὲ μὴ ἐμπέσοι, λεπτύνεται ἀνὰ χρόνον ἰσχίου καὶ μηροῦ καὶ κνήμης τὸ ἀντίον τοῦ ὀλισθήματος. ἐμβολὴ, ὡς ἡ καρποῦ, κατάτασις δὲ ἰσχυροτέρη. Ἴησις, νόμος ἄρθρων. Παλιγκοτέει ἧσσον καρποῦ, ἢν ἡσυχάσῃ. Δίαιτα μείων, ἐλινύουσι γάρ. Τὰ δὲ ἐκ γενεῆς μὲν ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρότερον.

32. Ἐπεὶ τὰ σμικρὸν ὠλισθηκότα ἐκ γενεῆς, ἔνια οἷά τε διορθοῦσθαι· μάλιστα δὲ ποδὸς κύλλωσις· κυλλώσιος γὰρ οὐχ εἷς ἐστι τρόπος. Ἡ δὲ ἴησις τουτέου· κηροπλαστεῖν· κηρωτὴ ῥητινώδης, ὀθόνια συχνὰ, ἢ πέλμα, ἢ μολύβδιον προσεπιδεῖν, μὴ χρωτί· ἀνάληψις, τά τε σχήματα ὁμολογείτω.