Vectiarius

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844

23. Οἷσι δὲ ὄπισθεν, σημεῖα, ἔμπροσθεν λαπαρώτερον, ὄπισθεν ἐξέχον, ποὺς ὀρθὸς, ξυγκάμπτειν οὐ δύνανται, εἰ μὴ μετ᾿ ὀδύνης, ἐκτείνειν ἥκιστα· τούτοισι σκέλος βραχύτερον. Ἀτὰρ οὐδ᾿ ἐκτανύειν δύνανται κατ᾿ ἰγνύην ἢ κατὰ βουβῶνα, ἢν μὴ πάνυ αἴρωσιν, οὐδὲ ξυγκάμπτειν. Ἡγεῖται ἐν τοῖσι πλείστοισι τὸ ἄνω ἄρθρον τὸ

366
πρῶτον· κοινὸν τοῦτο ἄρθροισι, νεύροισι, μυσὶν, ἐντέροισιν, ὑστέρησιν, ἄλλοισιν, Ταύτῃ τοῦ ἰσχίου τὸ ὀστέον καταφερὲς ἐς τὸν γλουτὸν, διὰ τοῦτο βραχὺ, καὶ ὅτι ἐκτείνειν οὐ δύνανται. Σάρκες παντὸς τοῦ σκέλεος ἐν πᾶσι μινύθουσιν· ἐφ᾿ οἷσι δὲ μάλιστα, καὶ οἷ, εἴρηται. Τὰ ἔργα τὰ ἑωυτοῦ ἕκαστον τοῦ σώματος ἐργαζόμενον μὲν ἰσχύει, ἀργέον δὲ κακοῦται, πλὴν κόπου, πυρετοῦ, φλεγμονῆς. Καὶ τὸ ἔξω, ὅτι ἐς σάρκα ὑπείκουσαν, βραχύτερον, τὸ δὲ ἔσω, ὅτι ἐπ᾿ ὀστέον προέχον, μακρότερον. Ἢν μὲν οὖν ηὐξημένοισι μὴ ἐμπέσῃ, ἐπὶ βουβῶσι καμπύλοι ὁδοιπορέουσι, καὶ ἡ ἑτέρη ἰγνύη κάμπτεται· στήθεσι μόλις ἱκνεῖται· χειρὶ τὸ σκέλος καταλαμβάνει, ἄνευ ξύλου, ἢν ἐθέλωσιν· ἢν μὲν γὰρ μακρότερον ᾖ, οὐ βήσεται· ἢν δὲ βαίνῃ, βραχύ. Μινύθησις δὲ σαρκῶν· οἷσι πόνοι, καὶ ἡ ἴξις ἔμπροσθεν, καὶ τῷ ὑγιεῖ κατὰ λόγον. Οἷσι δὲ ἐκ γενεῆς, ἢ αὐξομένοισιν, ἢ ὑπὸ νούσου ἐνόσησε καὶ ἔξαρθρα ἐγένετο (ἐν αἷς, εἰρήσεται), οὗτοι μάλιστα κακοῦνται διὰ τὴν τῶν νεύρων καὶ ἄρθρων ἀργίην· καὶ τὸ γόνυ διὰ τὰ εἰρημένα ξυγκακοῦνται. Ξυγκεκαμμένον οὗτοι ἔχοντες ὁδοιπορέουσιν ἐπὶ ξύλου ἑνὸς ἢ δύο· τὸ δὲ ὑγιὲς, εὔσαρκον διὰ χρῆσιν.

24. Οἷσι δὲ ἐς τοὔμπροσθεν, σημεῖα τἀναντία, ὄπισθεν λαπαρὸν, ἔμπροσθεν ἐξέχον, ἥκιστα ξυγκάμπτουσιν οὗτοι τὸ σκέλος, μάλιστα δὲ ἐκτείνουσιν· ὀρθὸς ποὺς, σκέλος ἴσον, πτέρνα· βραχεῖ ἄκρως ἀνέσταλται. Ἢ πονέουσι μάλιστα οὗτοι αὐτίκα, καὶ οὖρον ἴσχεται μάλιστα

368
ἐν τούτοισι τοῖσιν ἐξαρθρήμασιν· ἐν γὰρ τόνοισιν ἔγκειται τοῖσιν ἐπικαίροισιν. Τὰ ἔμπροσθεν κατατέταται, ἀναυξέα, νοσώδεα, ταχύγηρα· τὰ ὄπισθεν στολιδώδεις. Οἷσιν ηὐξημένοισιν, ὁδοιπορέουσιν ὀρθοὶ, πτέρνῃ μᾶλλον βαίνοντες· εἰ δὲ ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ· σύρουσι δέ· μινύθει δὲ ἥκιστα, τούτοισι δὲ ἡ χρῆσις αἰτία, μάλιστα δὲ ὄπισθεν· διὰ παντὸς τοῦ σκέλεος ὀρθότεροι τοῦ μετρίου, ξύλου δέονται κατὰ τὸ σιναρόν. Οἷσι δὲ ἐκ γενεῆς ἢ αὐξανομένοισι, χρηστῶς μὲν ἐπιμεληθεῖσιν ἡ χρῆσις, ὥσπερ τοῖσιν ηὐξημένοισιν· ἀμεληθεῖσι δὲ, βραχὺ, ἐκτεταμένον· πωροῦται γὰρ τούτοισι μάλιστα ἐς ἰθὺ τὰ ἄρθρα. Αἱ δὲ τῶν ὀστέων μειώσιες καὶ αἱ τῶν σαρκῶν μινυθήσιες, κατὰ λόγον.