De articulis

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844

81. Παρὰ πάσας δὲ τὰς τῶν ἄρθρων ἐμβολὰς δεῖ ἰσχναίνειν καὶ λιμαγχονέειν ἄχρι ἑβδόμης· καὶ εἰ μὲν φλεγμαίνοι, πυκνότερον λύειν, εἰ δὲ μὴ, ἀραιότερον· ἡσυχίην δὲ δεῖ ἔχειν ἀεὶ τὸ πονέον ἄρθρον, καὶ ὡς κάλλιστα ἐσχηματισμένον κέεσθαι.

82. Γόνυ δὲ εὐηθέστερον ἀγκῶνος διὰ τὴν εὐσταλίην καὶ τὴν εὐφυΐην, διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷον· ἐκπίπτει δὲ πλειστάκις ἔσω, ἀτὰρ καὶ ἔξω καὶ ὄπισθεν. ἐμβολαὶ δὲ, ἐκ

322
τοῦ ξυγκεκάμφθαι· ἢ ἐκλακτίσαι ὀξέως, ἢ ξυνελίξας ταινίης ὄγκον, ἐν τῇ ἰγνύϊ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφιέναι τὸ σῶμα. Δύναται δὲ καὶ κατατεινόμενον μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν, τὰ ὄπισθεν· τὰ δὲ ἔνθα ἢ ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι, ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης. Ἡ διόρθωσις ἅπασι κοινή. Ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν, ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ· μινύθει δὲ μηροῦ καὶ κνήμης τοὔμπροσθεν· ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω· ἢν δὲ ἐς τὸ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω. Ἐκ γενεῆς δὲ καὶ ἐν αὐξήσει κατὰ λόγον τὸν πρόσθεν.

83. Τὰ δὲ κατὰ τὰ σφυρὰ, κατατάσιος ἰσχυρὴς δέεται, ἢ τῇσι χερσὶν, ἢ ἄλλοισι τοιούτοισι, κατρορθώσιος δὲ ἅμα ἀμφότερα ποιεούσης· κοινὸν δὲ τοῦτο ἅπασιν.

84. Τὰ δὲ ἐν ποδὶ, ὡς καὶ τὰ ἐν χειρὶ, ὑγιέες.

324

85. Τὰ δὲ τῆς κνήμης ξυγκοινωνέοντα, καὶ ἐκπεσόντα ἐκ γενεῆς, ἢ καὶ ἐν αὐξήσει ἐξαρθρήσαντα, ταὐτὰ ἃ καὶ ἐν χειρί.

86. Ὁκόσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβασ ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιφλασθῆναι, ὁκόταν γένηται οἷα τὰ δεινὰ, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν· ῥοιώδη μὲν γὰρ τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα. Ἐπεὶ καὶ οἷσιν ἂν μάλιστα κατεηγεῖσιν, ἢ ὑπὸ τρώματος ἢ ἐν κνήμῃ, ἢ ἐν μηρῷ, ἢ νεύρων ἀπολυθέντων, ἃ κοινωνέει τούτων, ἢ ἐκ κατακλίσιος ἀμελέος ἐμελάνθη πτέρνη, καὶ τούτοισι τὰ παλιγκοτέοντα ἐκ τῶν τοιούτων. Ἔστιν ὅτε καὶ πρὸς τῷ σφακελισμῷ γίνονται πυρετοὶ ὀξέες, λυγμώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμοῤῥοιέων πελιώσιες. Σημήϊα δὲ τῶν παλιγκοτησάντων, ἢν τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα· ἤν τε ξὺν σκληρύσματι πελιδνωθῇ, κίνδυνος μελανθῆναι·

326
ἢν δὲ ὑποπέλια ᾖ, ἢ καὶ πέλια μάλα καὶ ἐκκεχυμωμένα, ἢ ὑπόχλωρα καὶ μαλακὰ, ταῦτα ἐπὶ πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά. Ἴησις, ἢν μὲν ἀπύρετος ἔῃ, ἐλλέβορον· ἢν δὲ μὴ. μή· ἀλλὰ ποτὸν ὀξύγλυκυ, εἰ δέοι. Ἐπίδεσις δὲ, ἄρθρων· ἐπὶ δὲ πάντα, μᾶλλον τοῖσι φλάσμασιν, ὀθονίοισι πλείοσι καὶ μαλθακωτέροισιν· πίεξις ἧσσον· προσπεριβάλλειν δὲ τὰ πλεῖστα τῇ πτέρνῃ. Τὸ σχῆμα, ὅπερ ἡ ἐπίδεσις, ὡς μὴ ἐς τὴν πτέρνην ἀποπιέζηται. Νάρθηξι δὲ μὴ χρέεσθαι.

87. Οἷσι δ᾿ ἂν ἐκβῇ ὁ ποὺς ἢ αὐτὸς, ἢ ξὺν τῇ ἐπιφύσει, ἐκπίπτει μὲν μᾶλλον ἐς τὸ ἔσω. Ἢν δὲ μὴ ἐμπέσῃ, λεπτύνεται ἀνὰ χρόνον τό τε ἰσχίον καὶ ὁ μηρὸς καὶ κνήμης τὸ ἀντίον τοῦ ὀλισθήματος. ἐμβολὴ δὲ ἄλλη, ὥσπερ καρποῦ, κατάτασις δὲ ἰσχυρή. Ἴησις δὲ, νόμος ἄρθρων. Παλιγκοτέει, ἧσσον δὲ καρποῦ, ἢν ἡσυχάσωσιν. Δίαιτα μείων, ἐλινύουσιν. Τὰ δὲ ἐκ γενεῆς ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρότερον.