73. Εὕροι δ᾿ ἄν τις καὶ ἄλλους τρόπους τούτου τοῦ ἄρθρου ἐμβολῆς· εἰ γὰρ τὸ ξύλον τὸ μέγα τοῦτο ἔχοι κατὰ μέσον καὶ ἐκ πλαγίων φλιὰς δύο, ὡς ποδιαίας, ὕψος δὲ ὅκως ἂν δοκέοι ξυμφέρειν, τὴν μὲν ἔνθεν, τὴν δὲ ἔνθεν, ἔπειτα ξύλον πλάγιον ἐνείη ἐν τῇσι φλιῇσιν ὡς κλιμακτὴρ ἔπειτα διέρσαι τὸ ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιέων, τὸ δὲ σιναρὸν ἄνωθεν τοῦ κλιμακτῆρος ἔχειν ἁρμόζον ἀπαρτὶ πρὸς τὸ ὕψος καὶ πρὸς τὸ ἄρθρον, ᾗ ἐκπέπτωκεν· ῥηΐδιον δὲ ἁρμόζειν· τὸν γὰρ κλιμακτῆρα ὑψηλότερόν τινι χρὴ ποιέειν τοῦ μετρίου, καὶ ἱμάτιον πολύπτυχον, ὡς ἂν ἁρμόσῃ, ὑποτείνειν ὑπὸ τὸ σῶμα. Ἔπειτα χρὴ ξύλον, ἔχον
302
πλάτος μέτριον καὶ μῆκος, ἄχρι τοῦ σφυροῦ ὑποτεταμένον ὑπὸ τὸ σκέλος εἶναι, ἱκνεόμενον ἐπέκεινα τῆς κεφαλῆς τοῦ μηροῦ ὡς οἷόν τε· προσκαταδεδέσθαι δὲ χρὴ πρὸς τὸ σκέλος, ὅκως ἂν μετρίως ἔχῃ. Κἄπειτα κατατεινομένου τοῦ σκέλεος, εἴτε ξύλῳ ὑπεροειδέϊ, εἴτε τουτέων τινὶ τῶν κατατασίων, ὁμοῦ χρὴ καταναγκάζεσθαι τὸ σκέλος περὶ τὸν κλιμακτῆρα ἐς τὸ κάτω μέρος ξὺν τῷ ξύλῳ τῷ προσδεδεμένῳ· τὸν δέ τινα κατέχειν τὸν ἄνθρωπον ἀνωτέρω τοῦ ἄρθρου κατὰ τὸ ἰσχίον. Καὶ γὰρ οὕτως ἅμα μὲν ἡ κατάτασις ὑπεραιωρέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ ἡ μόχλευσις ἀπωθέοι τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὴν ἀρχαίην φύσιν. Αὗται πᾶσαι αἱ εἰρημέναι ἀνάγκαι ἰσχυραὶ, καὶ πᾶσαι κρέσσους τῆς ξυμφορῆς, ἤν τις ὀρθῶς καὶ καλῶς σκευάζῃ. Ὥσπερ δὲ καὶ πρόσθεν ἤδη εἴρηται, πουλύ τι ἀπὸ ἀσθενεστέρων κατατασίων καὶ φαυλοτέρης κατασκευῆς τοῖσι πλείοσιν ἐμπίπτει.
74. Ἢν δὲ ἐς τὸ ἔξω κεφαλὴ μηροῦ ὀλίσθῃ, τὰς μὲν κατατάσιας
304
ἔνθα καὶ ἔνθα χρὴ ποιέεσθαι, ὥσπερ εἴρηται, ἢ τοιουτοτρόπως· τὴν δὲ μόχλευσιν πλάτος ἔχοντι μοχλῷ μοχλεύειν χρὴ ἅμα τῇ κατατάσει, ἐκ τοῦ ἔξω μέρεος ἐς τὸ ἔσω ἀναγκάζοντα, κατά γε αὐτὸν τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγῳ ἀνωτέρω· ἐπὶ δὲ τὸ ὑγιὲς ἰσχίον κατὰ τὸν γλουτὸν ἀντιστηριζέτω τις τῇσι χερσὶν, ὡς μὴ ὑπείκῃ τὸ σῶμα, ἢ ἑτέρῳ τινὶ τοιούτῳ μοχλῷ, ὑποβάλλων καὶ ἐρείσας, ἐκ τῶν καπέτων τὴν ἁρμόζουσαν ἀντικατεχέτω· τοῦ δὲ μηροῦ τοῦ ἐξηρθρηκότος τὸ παρὰ τὸ γόνυ ἔσωθεν ἔξω παραγέτω ἡσύχως. Ἡ δὲ κρέμασις οὐχ ἁρμόσει τούτῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος τοῦ ἄρθρου· ὁ γὰρ πῆχυς τοῦ ἐκκρεμαμένου ἀπωθέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ἀπὸ τῆς κοτύλης. Τὴν μέντοι ξὺν τῷ ξύλῳ τῷ ὑποτεινομένῳ μόχλευσιν μηχανήσαιτ᾿ ἄν τις, ὥστε ἁρμόζειν καὶ τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος, ἔξωθεν προσαρτέων. Ἀλλὰ τί καὶ δεῖ πλείω λέγειν; ἢν γὰρ ὀρθῶς μὲν καὶ εὖ κατατείνηται, ὀρθῶς δὲ μοχλεύηται, τί οὐκ ἂν ἐμπέσοι ἄρθρον, οὕτως ἐκπεπτωκός;
75. Ἢν δὲ ἐς τοὔπισθεν μέρος ἐκπεπτώκῃ ὁ μηρὸς, τὰς
306
μὲν κατατάσιας καὶ ἀντιτάσιας οὕτω δεῖ ποιέεσθαι, καθάπερ εἴρηται· ἐπιστορέσαντα δὲ ἐπὶ τὸ ξύλον ἱμάτιον πολύπτυχον, ὡς μαλακώτατον ἔῃ, πρηνέα κατακλίναντα τὸν ἄνθρωπον, οὕτω κατανείνειν· ἅμα δὲ τῇ κατατάσει χρὴ τῇ σανίδι καταναγκάζειν τὸν αὐτὸν τρόπον ὡς τὰ ὑβώματα, κατ᾿ ἴξιν τοῦ πυγαίου ποιησάμενον τὴν σανίδα, καὶ μᾶλλον ἐς τὸ κάτω μέρος, ἢ ἐς τὸ ἄνω τῶν ἰσχίων· καὶ ἡ ἐντομὴ, ἡ ἐν τῷ τοίχῳ τῇ σανίδι, μὴ εὐθεῖα ἔστω, ἀλλ᾿ ὀλίγον καταφερὴς πρὸς τὸ τῶν ποδῶν μέρος. Αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν τε μάλιστα τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματός ἐστι, καὶ ἅμα ἰσχυροτάτη. Ἀρκέσειε δ᾿ ἂν ἴσως ἀντὶ τῆς σανίδος καὶ ἐφεζόμενόν τινα, ἢ τῇσι χερσὶν ἐρεισάμενον, ἢ ἐπιβάντα, ἐξαπίνης ἐπαιωρηθῆναι ἅμα τῇ κατατάσει. Ἄλλη δὲ οὐδεμίη ἐμβολὴ τῶν προειρημένων κατὰ φύσιν ἐστὶ τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματος.