De articulis

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844

52. Οἷσι μὲν ἂν οὖν ἐκπεσὼν μὴ ἐμπέσῃ, ἀλλὰ καταπορηθῇ καὶ ἀμεληθῇ, ἥ τε ὁδοιπορίη περιφοράδην τοῦ σκέλεος ὥσπερ τοῖσι βουσὶ γίνεται, καὶ ἡ ὄχησις πλείστη αὐτέοισιν ἐπὶ τοῦ ὑγιέος σκέλεός ἐστιν. Καὶ ἀναγκάζονται κατὰ τὸν κενεῶνα καὶ κατὰ τὸ ἄρθρον τὸ ἐκπεπτωκὸς κοῖλοι καὶ σκολιοὶ εἶναι· κατὰ δὲ τὸ ὑγιὲς ἐς τὸ ἔξω ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἶναι· εἰ γάρ τις ἔξω τῷ ποδὶ τοῦ ὑγιέος σκέλεος βαίνοι, ἀπωθοίη ἂν τὸ σῶμα τὸ ἄλλο ἐς τὸ σιναρὸν σκέλος τὴν ὄχησιν ποιέεσθαι· τὸ δὲ σιναρὸν οὐκ ἂν δύναιτο ὀχέειν· πῶς γάρ; ἀναγκάζεται οὖν οὕτω κατὰ τοῦ ὑγιέος σκέλεος τῷ ποδὶ ἔσω βαίνειν, ἀλλὰ μὴ ἔξω· οὕτω γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ ὑγιὲς, καὶ τὸ ἑωυτοῦ μέρος τοῦ σώματος, καὶ τὸ τοῦ σιναροῦ σκέλεος μέρος. Κοιλαινόμενοι δὲ κατὰ τὸν κενεῶνα καὶ κατὰ τὰ ἄρθρα, μικροὶ φαίνονται, καὶ τῷ ξύλῳ ἀναγκάζονται ἀντερείδεσθαι πλάγιοι κατὰ τὸ ὑγιὲς σκέλος· δέονται γὰρ ἀντικοντώσιος ταύτῃ·

228
ἐπὶ τοῦτο γὰρ οἱ γλουτοὶ ῥέπουσι, καὶ τὸ ἄχθος τοῦ σώματος ὀχέεται ἐπὶ τοῦτο. Ἀναγκάζονται δὲ καὶ ἐπικύπτειν· τὴν γὰρ χεῖρα τὴν κατὰ τὸ σκέλος τὸ σιναρὸν ἀναγκάζονται κατὰ πλάγιον τὸν μηρὸν ἐρείδειν· οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχέειν τὸ σῶμα ἐν τῇ μεταλλαγῇ τῶν σκελέων, ἢν μὴ κατέχηται πρὸς τὴν γῆν πιεζόμενον. Ἐν τούτοισιν οὖν τοῖσι σχήμασιν ἀναγκάζονται ἐσχηματίσθαι, οἷσιν ἂν ἔσω ἐκβὰν τὸ ἄρθρον μὴ ἐμπέσῃ, οὐ προβουλεύσαντος τοῦ ἀνθρώπου, ὅκως ἂν ῥήϊστα ἐσχηματισμένον ἔῃ, ἀλλ᾿ αὐτὴ ἡ ξυμφορὴ διδάσκει ἐκ τῶν παρεόντων τὰ ῥήϊστα αἱρέεσθαι. Ἐπεὶ καὶ ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ κνήμῃ οὐ κάρτα δύνανται ἐπιβαίνειν τῷ σκέλεϊ, πάντες, καὶ οἱ νήπιοι, οὕτως ὁδοιπορέουσιν· ἔξω γὰρ βαίνουσι τῷ σιναρῷ σκέλεϊ· καὶ δισσὰ κερδαίνουσι, δισσῶν γὰρ δέονται· τό τε γὰρ σῶμα οὐκ ὀχέεται ὁμοίως ἐπὶ τοῦ ἔξω ἀποβαινομένου, ὥσπερ ἐπὶ τοῦ εἴσω· οὐδὲ γὰρ κατ᾿ ἰθυωρίην αὐτῷ γίνεται τὸ ἄχθος, ἀλλὰ πολλῷ μᾶλλον ἐπὶ τοῦ ὑποβαινομένου· κατ᾿ ἰθυωρίην γὰρ αὐτῷ γίνεται τὸ ἄχθος ἔν τε αὐτῇ τῇ ὁδοιπορίῃ καὶ τῇ μεταλλαγῇ τῶν σκελέων. Ἐν τούτῳ τῷ σχήματι τάχιστα ἂν δύναιτο ὑποτιθέναι τὸ ὑγιὲς σκέλος, εἰ τῷ μὲν σιναρῷ ἐξωτέρω βαίνοι, τῷ δὲ ὑγιέϊ ἐσωτέρω. Περὶ οὗ οὖν ὁ λόγος, ἀγαθὸν εὑρίσκεσθαι αὐτὸ ἑωυτῷ τὸ σῶμα [ἐς] τὰ ῥήϊστα τῶν
230
σχημάτων. Ὅσοισι μὲν οὖν μήπω τετελειωμένοισιν ἐς αὔξησιν ἐκπεσὼν μὴ ἐμπέσοι, γυιοῦται ὁ μηρὸς καὶ ἡ κνήμη καὶ ὁ πούς· οὔτε γὰρ τὰ ὀστέα ἐς τὸ μῆκος ὁμοίως αὔξεται, ἀλλὰ βραχύτερα γίνεται, μάλιστα δὲ τὸ τοῦ μηροῦ, ἄσαρκόν τε ἅπαν τὸ σκέλος καὶ ἄμυον καὶ ἐκτεθηλυσμένον καὶ λεπτότερον γίνεται, ἅμα μὲν, διὰ τὴν στέρησιν τῆς χώρης τοῦ ἄρθρου, ἅμα δὲ, ὅτι ἀδύνατον χρέεσθαί ἐστιν, ὅτι οὐ κατὰ φύσιν κέεται· χρῆσις γὰρ μετεξετέρη ῥύεται τῆς ἄγαν ἐκθηλύνσιος· ῥύεται δέ τι καὶ τῆς ἐπὶ μῆκος ἀναυξήσιος. Κακοῦται μὲν οὖν μάλιστα, οἷσιν ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, δεύτερον δὲ, οἷσιν ἂν ὡς νηπιωτάτοισιν ἐοῦσιν, ἥκιστα δὲ τοῖσι τετελειωμένοισιν. Τοῖσι μὲν οὖν τετελειωμένοισιν εἴρηται, οἵη τις ἡ ὁδοιπορίη γίνεται· οἷσι δ᾿ ἂν νηπίοισιν ἐοῦσιν ἡ ξυμφορὴ αὕτη γένηται, οἱ μὲν πλεῖστοι καταβλακεύουσι τὴν διόρθωσιν τοῦ σώματος, ἀλλὰ κακῶς εἰλέονται ἐπὶ τὸ ὑγιὲς σκέλος, τῇ χειρὶ πρὸς τὴν γῆν ἀπερειδόμενοι τῇ κατὰ τὸ ὑγιὲς σκέλος· καταβλακεύουσι δὲ ἔνιοι τὴν ἐς τὸ ὀρθὸν ὁδοιπορίην, καὶ οἷσιν ἂν τετελειωμένοισιν αὕτη ἡ ξυμφορὴ γένηται. Ὁκόσοι δ᾿ ἂν νήπιοι ἐόντες, ταύτῃ τῇ ξυμφορῇ χρησάμενοι, ὀρθῶς παιδαγωγηθῶσι, τῷ μὲν ὑγιέϊ σκέλεϊ χρέονται ἐς ὐρθὸν, ὑπὸ δὲ τὴν μασχάλην τὴν κατὰ τὸ ὑγιὲς σκέλος σκίπωνα περιφέρουσι,
232
μετεξέτεροι δὲ, καὶ ὑπ᾿ ἀμφοτέρας τὰς χεῖρας· τὸ δὲ σιναρὸν σκέλος μετέωρον ἔχουσι, καὶ τοσούτῳ ῥηΐους εἰσὶν, ὅσῳ ἂν αὐτοῖσιν ἔλασσον τὸ σκέλος τὸ σιναρὸν ἔῃ· τὸ δὲ ὑγιὲς ἰσχύει αὐτέοισιν οὐδὲν ἧσσον, ἢ εἰ καὶ ἀμφότερα ὑγιέα ἦν. Θηλύνονται δὲ πᾶσι τοῖσι τοιούτοισιν αἱ σάρκες τοῦ σκέλεος, μᾶλλον δέ τι θηλύνονται αἱ ἐκ τοῦ ἔξω μέρεος, ἢ αἱ ἐκ τοῦ ἔσω ὡς ἐπὶ πολύ.

53. Μυθολογοῦσι δέ τινες, ὅτι αἱ Ἀμαζονίδες τὸ ἄρσεν γένος τὸ ἑωυτῶν αὐτίκα νήπιον ἐὸν ἐξαρθρέουσιν, αἱ μὲν, κατὰ [τὰ] γούνατα, αἱ δὲ, κατὰ τὰ ἰσχία, ὡς δῆθεν χωλὰ γίνοιτο, καὶ μὴ ἐπιβουλεύοι τὸ ἄρσεν γένος τῷ θήλεϊ· χειρώναξιν ἄρα τουτέοισι χρέονται, ὁκόσα ἢ σκυτείης ἔργα, ἢ χαλκείης, ἢ ἄλλο ὅ τι ἑδραῖον ἔργον. Εἰ μὲν οὖν ἀληθέα ταῦτά ἐστιν, ἐγὼ μὲν οὐκ οἶδα· ὅτι δὲ γίνοιτο ἂν τοιαῦτα, οἶδα, εἴ τις ἐξαρθρέοι αὐτίκα νήπια ἐόντα. Κατὰ μὲν οὖν τὰ ἰσχία μέζον τὸ διάφορόν ἐστιν ἐς τὸ ἔσω, ἢ ἐς τὸ ἔξω ἐξαρθρῆσαι· κατὰ δὲ τὰ γούνατα διαφέρει μέν τι, ἔλασσον δέ τι διαφέρει· τρόπος δὲ ἑκατέρου τοῦ χωλώματος ἴδιός ἐστιν· κυλλοῦται

234
γὰρ μᾶλλον, οἷσιν ἂν ἐς τὸ ἔξω ἐξαρθρήσῃ· ὀρθοὶ δὲ ἧσσον ἵστανται, οἷσιν ἂν ἐς τὸ ἔσω ἐξαρθρήσῃ. Ὡσαύτως δὲ καὶ ἢν παρὰ τὸ σφυρὸν ἐξαρθρήσῃ, ἢν μὲν ἐς τὸ ἔξω μέρος, κυλλοὶ μὲν γίνονται, ἑστάναι δὲ δύνανται· ἢν δὲ ἐς τὸ ἔσω μέρος, βλαισοὶ μὲν γίνονται, ἧσσον δὲ ἑστάναι δύνανται. Ἥ γε μὴν ξυναύξησις τῶν ὀστέων τοιήδε γίνεται· οἷσι μὲν ἂν τὸ κατὰ τὸ σφυρὸν ὀστέον τὸ τῆς κνήμης ἐκστῇ, τούτοισι μὲν τὰ τοῦ ποδὸς ὀστέα ἥκιστα ξυναύξεται, ταῦτα γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστι, τὰ δὲ τῆς κνήμης ὀστέα αὔξεται μὲν, οὐ πολὺ δὲ ἐνδεεστέρως, αἱ μέντοι σάρκες μινύθουσιν. Οἷσι δ᾿ ἂν κατὰ μὲν τὸ σφυρὸν μένῃ τὸ ἄρθρον κατὰ φύσιν, κατὰ δὲ τὸ γόνυ ἐξεστήκῃ, τούτοισι τὸ τῆς κνήμης ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως, ἀλλὰ βραχύτατον γίνεται, τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν· τοῦ μέντοι ποδὸς τὰ ὀστέα μινύθει μὲν, ἀτὰρ οὐχ ὁμοίως, ὥσπερ ὀλίγον τι πρόσθεν εἴρηται, ὅτι τὸ ἄρθρον τὸ παρὰ τὸν πόδα σῶόν ἐστιν· εἰ δέ οἱ χρέεσθαι ἠδύναντο, ὥσπερ καὶ τῷ κυλλῷ, ἔτι ἂν ἧσσον ἐμινύθει τὰ τοῦ ποδὸς ὀστέα τούτοισιν. Οἷσι δ᾿ ἂν κατὰ τὸ ἰσχίον ἡ ἐξάρθρησις γένηται, τούτοισι τοῦ μηροῦ τὸ ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως, τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν, ἀλλὰ βραχύτερον τοῦ ὑγιέος γίνεται· τὰ μέντοι τῆς κνήμης ὀστέα οὐχ ὁμοίως τούτοισιν ἀναυξέα γίνεται, οὐδὲ τὰ τοῦ ποδὸς, διὰ τοῦτο δὲ, ὅτι τὸ τοῦ μηροῦ ἄρθρον τὸ παρὰ τὴν κνήμην ἐν τῇ ἑωυτοῦ φύσει μένει, καὶ τὸ τῆς κνήμης τὸ παρὰ τὸν
236
πόδα· σάρκες μέντοι μινύθουσι παντὸς τοῦ σκέλεος τούτοισιν· εἰ μέντοι χρέεσθαι τῷ σκέλεϊ ἠδύναντο, ἔτι ἂν μᾶλλον τὰ ὀστέα ξυνηυξάνετο, ὡς καὶ πρόσθεν εἴρηται, πλὴν τοῦ μηροῦ, κἂν ἧσσον ἄσαρκα εἴη, ἀσαρκότερα δὲ πολλῷ ἢ εἰ ὑγιέα ἦν. Σημήϊον δὲ, ὅτι ταῦτα τοιαῦτά ἐστιν· ὁκόσοι γὰρ, τοῦ βραχίονος ἐκπεσόντος, γαλιάγκωνες ἐγένοντο ἐκ γενεῆς, ἢ καὶ ἐν αὐξήσει πρὶν τελειωθῆναι, οὗτοι τὸ μὲν ὀστέον τοῦ βραχίονος βραχὺ ἴσχουσι, τὸν δὲ πῆχυν καὶ ἄκρην τὴν χεῖρα ὀλίγῳ ἐνδεεστέρην τοῦ ὑγιέος, διὰ ταύτας τὰς προφάσιας τὰς εἰρημένας, ὅτι ὁ μὲν βραχίων ἐγγυτάτω τοῦ ἄρθρου τοῦ τρώματός ἐστιν, ὥστε διὰ τοῦτο βραχύτερος γέγονεν· ὁ δ᾿ αὖ πῆχυς διὰ τοῦτο οὐχ ὁμοίως ἐνακούει τῆς ξυμφορῆς, ὅτι τὸ τοῦ βραχίονος ἄρθρον τὸ πρὸς τοῦ πήχεος ἐν τῇ ἀρχαίῃ φύσει μένει, ἥ τε αὖ χεὶρ ἄκρη ἔτι τηλοτέρω ἄπεστιν, ἢ ὁ πῆχυς, ἀπὸ τῆς ξυμφορῆς. Διὰ ταύτας οὖν τὰς εἰρημένας προφάσιας, τῶν ὀστέων τά τε μὴ ξυναυξανόμενα οὐ ξυναυξάνεται, τά τε ξυναυξανόμενα ξυν· αυξάνεται. Ἐς δὲ τὸ εὔσαρκον τῇ χειρὶ καὶ τῷ βραχίονι ἡ ταλαιπωρίη τῆς χειρὸς μέγα προσωφελέει· ὅσα γὰρ χειρῶν ἔργα ἐστὶ, τὰ πλεῖστα προθυμέονται οἱ γαλιάγκωνες ἐργάζεσθαι τῇ χειρὶ ταύτῃ, ὅσα περ καὶ τῇ ἑτέρῃ δύνανται, οὐδὲν ἐνδεεστέρως τῆς ἀσινέος· οὐ γὰρ δεῖ ὀχέεσθαι τὸ σῶμα ἐπὶ τῶν χειρῶν, ὡς ἐπὶ τῶν σκελέων, ἀλλὰ κοῦφα αὐτέῃσι τὰ ἔργα ἐστίν. Διὰ δὲ τὴν χρῆσιν οὐ μινύθουσιν αἱ σάρκες αἱ κατὰ τὴν χεῖρα καὶ τὸν πῆχυν τοῖσι γαλιάγκωσιν,
238
ἀλλὰ καὶ ὁ βραχίων τι προσωφελέεται ἐς εὐσαρκίην διὰ ταῦτα· ὅταν δὲ ἰσχίον ἐκπαλὲς γένηται ἐς τὸ ἔσω μέρος ἐκ γενεῆς, ἢ καὶ ἔτι νηπίῳ ἐόντι, μινύθουσιν αἱ σάρκες διὰ τοῦτο μᾶλλον ἢ τῆς χειρὸς, ὅτι οὐ δύνανται χρέεσθαι τῷ σκέλεϊ. Μαρτύριον δέ τι ἓν ἔσται καὶ ἐν τοῖσιν ὀλίγον ὕστερον εἰρησομένοισιν, ὅτι ταῦτα τοιαῦτά ἐστιν.

54. Ὁκόσοισι δ᾿ ἂν ἐς τὸ ἔξω ἡ τοῦ μηροῦ κεφαλὴ ἐκβῇ, τούτοισι βραχύτερον μὲν τὸ σκέλος φαίνεται παρατεινόμενον παρὰ τὸ ἕτερον· εἰκότως· οὐ γὰρ ἐπ᾿ ὀστέον ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστιν, ὡς ὅτε ἔσω ἐκπέπτωκεν, ἀλλὰ παρ᾿ ὀστέον παρεγκεκλιμένην τὴν φύσιν ἔχον, ἐν σαρκὶ δὲ στηρίζεται ὑγρῇ καὶ ὑπεικούσῃ· διὰ τοῦτο μὲν βραχύτερον φαίνεται. Ἔσωθεν δὲ ὁ μηρὸς παρὰ τὴν πλιχάδα καλεομένην κοιλότερος καὶ ἀσαρκότερος φαίνεται· ἔξωθεν δὲ ὁ γλουτὸς ὑποκυρτότερος, ἅτε ἐς τὸ ἔξω τῆς κεφαλῆς τοῦ μηροῦ ὠλισθηκυίης· ἀτὰρ καὶ ἀνωτέρω φαίνεται ὁ γλουτὸς, ἅτε ὑπειξάσης τῆς σαρκὸς τῆς ἐνταῦθα τῇ τοῦ μηροῦ κεφαλῇ· τὸ δὲ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἔσω ῥέπον φαίνεται, καὶ ἡ κνήμη, αὶ ὁ πούς· ἀτὰρ οὐδὲ ξυγκάμπτειν ὥσπερ τὸ ὑγιὲς σκέλος δύνανται. Τὰ μὲν οὖν σημήϊα ταῦτα τοῦ ἔξω ἐκπεπτωκότος μηροῦ εἰσιν.