1. Ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων τε καὶ κατηγμάτων ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι· αὕτη γὰρ ἡ δικαιοτάτη φύσις. Ἢν δέ τι ἐγκλίνῃ ἢ τῇ ἢ τῇ, ἐπὶ τὸ πρηνὲς ῥέπειν· ἐλάσσων γὰρ ἡ ἁμαρτὰς ἢ ἐπὶ τὸ ὕπτιον. Οἱ μὲν οὖν μηδὲν προβουλεύσαντες οὐδὲν ἐξαμαρτάνουσιν ὡς ἐπὶ τὸ πουλύ· αὐτὸς γὰρ ὁ ἐπιδεόμενος τὴν χεῖρα ἀπορέγει, οὕτως
414
ὑπὸ τῆς δικαίης φύσιος ἀναγκαζόμενος· οἱ δὲ ἰητροὶ σοφιζόμενοι δῆθεν ἐστὶν οἳ ἁμαρτάνουσιν. Σπουδὴ μὲν οὐ πολλὴ χεῖρα κατεαγυῖαν χειρίσαι, καὶ παντὸς δὲ ἰητροῦ, ὡς ἔπος εἰπεῖν· ἀναγκάζομαι δ᾿ ἐγὼ πλείω γράφειν περὶ αὐτέου, ὅτι οἶδα ἰητροὺς σοφοὺς δόξαντας εἶναι ἀπὸ σχημάτων χειρὸς ἐν ἐπιδέσει, ἀφ᾿ ὧν ἀμαθέας αὐτέους ἐχρῆν δοκέειν εἶναι. Ἄλλα γὰρ πολλὰ οὕτω ταύτης τῆς τέχνης κρίνεται· τὸ γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες εἰ χρηστὸν, μᾶλλον ἐπαινέουσιν, ἢ τὸ ξύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστὸν, καὶ τὸ ἀλλόκοτον, ἢ τὸ εὔδηλον. Ῥητέον οὖν ὁκόσας ἐθέλω τῶν ἁμαρτάδων τῶν ἰητρῶν, τὰς μὲν ἀποδιδάξαι, τὰς δὲ διδάξαι περὶ τῆς φύσιος τῆς χειρός· καὶ γὰρ ἄλλων ὀστέων τῶν κατὰ τὸ σῶμα δίδαγμα ὅδε ὁ λόγος ἐστίν.
416
2. Τὴν μὲν οὖν χεῖρα, περὶ οὗ ὁ λόγος, ἔδωκέ τις ἐπιδῆσαι,
418
πρηνέα ποιήσας· ὁ δ᾿ ἠνάγκαζεν οὕτως ἔχειν, ὥς περ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλλωσι, καὶ οὕτως ἔχουσαν ἐπέδει, νομίζων ἑωυτῷ εἶναι τοῦτο αὐτέῃ τὸ κατὰ φύσιν· καὶ μαρτύριον ἐπήγετο τά τε ὀστέα ἅπαντα τὰ ἐν τῷ πήχει, ὅτι ἰθυωρίην κατάλληλα εἶχε, τήν τε ὁμοχροίην, ὅτι αὐτὴ καθ᾿ ἑωυτὴν τὴν ἰθυωρίην ἔχει οὕτω καὶ ἐκ τοῦ ἔξωθεν μέρεος καὶ ἐκ τοῦ ἔσωθεν· οὕτω δὲ ἔφη καὶ τὰς σάρκας καὶ τὰ νεῦρα πεφυκέναι, καὶ τὴν τοξικὴν ἐπήγετο μαρτύριον. Ταῦτα λέγων καὶ ταῦτα ποιέων, σοφὸς ἐδόκεεν εἶναι· τῶν δὲ ἄλλων τεχνέων ἐπελελήθει, καὶ ὁκόσα ἰσχύϊ ἐργάζονται, καὶ ὁκόσα τεχνήμασιν, οὐκ εἰδὼς ὅτι ἄλλο ἐν ἄλλῳ τὸ κατὰ φύσιν σχῆμά ἐστιν, καὶ ἐν τῷ αὐτέῳ ἔργῳ ἕτερα τῆς δεξιῆς χειρὸς σχήματα κατὰ φύσιν ἐστὶ, καὶ ἕτερα τῆς ἀριστερῆς, ἢν οὕτω τύχῃ. Ἄλλο μὲν γὰρ σχῆμα ἐν
420
ἀκοντισμῷ κατὰ φύσιν, ἄλλο δὲ ἐν σφενδονήσει, ἄλλο δὲ ἐν λιθοβολίῃσιν, ἄλλο ἐν πυγμῇ, ἄλλο ἐν τῷ ἐλινύειν. Ὁκόσας δ᾿ ἄν τις τέχνας εὕροι, ἐννοέοι οὐ τὸ αὐτὸ σχῆμα τῶν χειρέων κατὰ φύσιν εἶναι ἐν ἑκάστῃ τῶν τεχνέων· ἀλλὰ πρὸς τὸ ἄρμενον ὃ ἂν ἔχῃ ἕκαστος, καὶ πρὸς τὸ ἔργον ὃ ἂν ἐπιτελέσασθαι θέλῃ, σχηματίζονται αἱ χεῖρες. Τοξικὴν δὲ ἀσκέοντι εἰκὸς τοῦτο τὸ σχῆμα κράτιστον εἶναι τῆς ἑτέρης χειρός· τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς, ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τουτέῳ τῷ σχήματι ἐρεῖδον, ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς εἰ ἓν εἴη τὸ πᾶν· καὶ ἡ ἀνάκλασις τοῦ ἄρθρου κέκλασται ἐν τουτέῳ τῷ σχήματι. Εἰκὸς μὲν οὖν οὕτως ἀκαμπτότατόν τε καὶ τετανώτατον εἶναι τὸ χωρίον, καὶ μὴ ἡσσᾶσθαι, μηδὲ ξυνδιδόναι, ἑλκομένης τῆς νευρῆς ὑπὸ τῆς δεξιῆς χειρός·
422
καὶ οὕτως ἐπὶ πλεῖστον μὲν τὴν νευρὴν ἑλκύσει, ἀφήσει δὲ ἀπὸ στερεωτάτου καὶ ἀθροωτάτου· ἀπὸ τῶν τοιουτέων γὰρ ἀφεσίων τῶν τοξευμάτων, ταχεῖαι καὶ αἱ ἰσχύες καὶ τὰ μήκεα γίνονται. Ἐπιδέσει δὲ καὶ τοξικῇ οὐδὲν κοινόν. Τοῦτο μὲν γὰρ, εἰ ἐπιδήσας ἔχειν τὴν χεῖρα οὕτως ἐκέλευε; πόνους ἂν ἄλλους πολλοὺς προσετίθει μείζονας τοῦ τρώματος· τοῦτο δ᾿, εἰ ξυγκάμψαι ἐκέλευεν, οὔτε τὰ ὀστέα, οὔτε τὰ νεῦρα, οὔτε αἱ σάρκες ἔτι ἐν τῷ αὐτέῳ ἐγίνοντο. ἀλλὰ ἄλλῃ μετεκοσμεῖτο, κρατέοντα τὴν ἐπίδεσιν· καὶ τί ὄφελός ἐστι τοξικοῦ σχήματος; Καὶ ταῦτα ἴσως οὐκ ἂν ἐξημάρτανε σοφιζόμενος, εἰ εἴα τὸν τετρωμένον αὐτὸν τὴν χεῖρα παρασχέσθαι.
3. Ἄλλος δ᾿ αὖ τις τῶν ἰητρῶν ὑπτίην τὴν χεῖρα δοὺς, οὕτω κατατείνειν ἐκέλευε, καὶ οὕτως ἔχουσαν ἐπέδει, τοῦτο νομίζων τὸ κατὰ φύσιν εἶναι, τῷ τε χροῒ σημαινόμενος, καὶ τὰ ὀστέα νομίζων κατὰ φύσιν εἶναι οὕτως, ὅτι φαίνεται τὸ ἐξέχον ὀστέου τὸ παρὰ τὸν καρπὸν, ᾗ ὁ σμικρὸς δάκτυλος, κατ᾿ ἰθυωρίην εἶναι τοῦ ὀστέου ἀφ᾿
424
ὁτέου τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσιν. Ταῦτα τὰ μαρτύρια ἐπήγετο, ὅτι κατὰ φύσιν οὕτως ἔχει, καὶ ἐδόκεεν εὖ λέγειν. Ἀλλὰ τοῦτο μὲν, εἰ ὑπτίη ἡ χεὶρ κατατείνοιτο, ἰσχυρῶς πονοίη ἄν· γνοίη δ᾿ ἄν τις τὴν ἑωυτοῦ χεῖρα κατατείνας, ὡς ἐπώδυνον τὸ σχῆμα. Ἐπεὶ καὶ ἀνὴρ ἥσσων κρέσσονα διαλαβὼν οὕτως εὖ τῇσιν ἑωυτοῦ χερσὶν, ὡς κλᾶται ὁ ἄγκων ὕπτιος, ἄγοι ἂν ὅπῃ ἐθέλοι· οὔτε γὰρ εἰ ξίφος ἐν ταύτῃ τῇ χειρὶ ἔχοι, ἔχοι ἂν ὅ τι χρήσαιτο τῷ ξίφει, οὕτω βίαιον τοῦτο τὸ σχῆμά ἐστιν. Τοῦτο δὲ, εἰ ἐπιδήσας τις ἐν τουτέῳ τῷ σχήματι ἐῴη, μέζων μὲν πόνος, εἰ περιιοι, μέγας δὲ καὶ εἰ κατακέοιτο. Τοῦτο δὲ, εἰ ξυγκάμψει τὴν χεῖρα, ἀνάγκη πᾶσα τούς τε μύας καὶ τὰ ὀστέα ἄλλο σχῆμα ἔχειν. Ἠγνόει δὲ καὶ τάδε τὰ ἐν τῷ σχήματι χωρὶς τῆς ἄλλης λύμης· τὸ γὰρ ὀστέον τὸ παρὰ τὸν καρπὸν ἐξέχον, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον, τοῦτο μὲν τοῦ πήχεός ἐστιν· τὸ δ᾿ ἐν τῆ ξυγκάμψει ἐὸν, ἀπ᾿ ὅτευ τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσι, τοῦτο δὴ
426
τοῦ βραχίονος ἡ κεφαλή ἐστιν. Ὁ δὲ ᾤετο τωὐτὸ ὀστέον εἶναι τοῦτό τε κακεῖνο, πολλοὶ δὲ καὶ ἄλλοι· ἔστι δ᾿ ἐκείνῳ τῷ ὀστέῳ τωὐτὸ ὁ ἄγκων καλεόμενος, ᾧ ποτὶ στηριζόμεθα. Οὕτως οὖν ὑπτίην ἔχοντι τὴν χεῖρα, τοῦτο μὲν, τὸ ὀστέον διεστραμμένον φαίνεται· τοῦτο δὲ, τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ τείνοντα ἐκ τοῦ εἴσω μέρεος καὶ ἀπὸ τῶν δακτύλων, ταῦτα ὑπτίην ἔχοντι τὴν χεῖρα διεστραμμένα γίνεται· τείνει τε γὰρ ταῦτα τὰ νεῦρα πρὸς τὸ τοῦ βραχίονος ὀστέον, ὅθεν ὁ πῆχυς μετρεῖται. Αὗται τοσαῦται καὶ τοιαῦται αἱ ἁμαρτάδες καὶ ἄγνοιαι τῆς φύσιος τῆς χειρός. Εἰ δ᾿, ὡς ἐγὼ κελεύω, χεῖρα κατεαγυῖαν κατατείνοι τις, ἐπιστρέψει μὲν τὸ ὀστέον ἐς ἰθὺ, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον, τὸ ἐς τὸν ἀγκῶνα τεῖνον, ἰθυωρίην δὲ ἕξει τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ πρὸς τοῦ βραχίονος τὰ ἄκρα τείνοντα· ἀναλαμβανομένη δὲ ἡ χεὶρ ἐν παραπλησίῳ σχήματι ἔσται, ἐν ᾧ περ καὶ ἐπιδεομένη, ἄπονος μὲν ὁδοιπορέοντι, ἄπονος δὲ κατακειμένῳ καὶ ἀκάματος. Καθίννυσθαι δὲ χρὴ τὸν ἄνθρωπον οὕτως, ὅκως ᾖ τὸ ἐξέχον τοῦ ὀστέου πρὸς τὴν λαμπροτάτην τῶν παρεουσέων αὐγέων, ὡς μὴ λάθῃ τὸν χειρίζοντα ἐν τῇ κατατάσει, εἰ ἱκανῶς ἐξίθυνται. Τοῦ γε μὴν ἐμπείρου οὐδ᾿ ἂν τὴν χεῖρα λάθοι ἐπαγομένην τὸ ἐξέχον· ἀτὰρ καὶ ἀλγέει μάλιστα κατὰ τὸ ἐξέχον ψαυόμενον.
428
4. Τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κατέηγε, ῥᾴων ἡ ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον ἔῃ, καί περ παχύτερον ἐόν· ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτεταμένον γίνεται ἀντὶ θεμελίου, ἅμα δ᾿ ὅτι εὐκρυπτότερον γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ· παχείη γὰρ ἡ τῆς σαρκὸς ἐπίφυσις ἡ ἐπὶ τὸ ἄνω. Τὸ δὲ κάτω ὀστέον ἄσαρκον, καὶ οὐκ εὐξύγκρυπτον, καὶ κατατάσιος ἰσχυροτέρης δέεται. Ἢν δὲ μὴ τοῦτο ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ κατάτασις ἀρκέει· ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης κατατάσιος δεῖται· παιδίου μὲν γὰρ ἤδη εἶδον καταταθέντα μᾶλλον ἢ ὡς ἔδει, οἱ δὲ πλεῖστοι ἧσσον τείνονται ἢ ὡς δεῖ. Χρὴ δ᾿, ἐπὴν τείνωσι, τὰ θέναρα προσβάλλοντα
430
διορθοῦν· ἔπειτα χρίσαντα κηρωτῇ μὴ πάνυ πουλλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα, οὕτως ἐπιδεῖν, ὅκως μὴ κατωτέρω ἄκρην τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ἀλλὰ σμικρῷ τινι ἀνωτέρω, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλὰ ἀπολαμβάνηται· ἔπειτα ἐπιδεῖν τῷ ὀθονίῳ, τὴν ἀρχὴν βαλλόμενος κατὰ τὸ κάτηγμα· ἐρείδων μὲν οὖν, μὴ πιέζων δὲ κάρτα. Ἐπὴν δὲ περιβάλλῃ κατὰ τωὐτὸ δὶς ἢ τρὶς, ἐπὶ τὸ ἄνω νεμέσθω ἐπιδέων, ἵνα αἱ ἐπιῤῥοαὶ τοῦ αἵματος ἀπολαμβάνωνται, καὶ τελευτησάτω κεῖθι· χρὴ δὲ μὴ μακρὰ εἶναι τὰ πρῶτα ὀθόνια. Τῶν δὲ δευτέρων ὀθονίων, τὴν μὲν ἀρχὴν βάλλεσθαι ἐπὶ τὸ κάτηγμα· περιβαλὼν δὲ ἅπαξ ἐς τωὐτὸ, ἔπειτα νεμέσθω ἐς τὸ κάτω, καὶ ἐπὶ ἧσσον πιέζων, καὶ ἐπὶ μέζον διαβιβάσκων, ὡς ἂν αὐτὸ ἱκανὸν γένηται τὸ ὀθόνιον ἀναπαλινδρομῆσαι κεῖθι, ἵνα περ τὸ ἕτερον ἐτελεύτησεν. Ἐνταῦθα μὲν οὖν τὰ ὀθόνια ἐπ᾿ ἀριστερὰ ἢ ἐπὶ δεξιὰ ἐπιδεδέσθω ἢ ἐπὶ ὁκότερα ἂν ξυμφέρῃ πρὸς τὸ σχῆμα τοῦ κατεηγότος, καὶ ἐφ᾿ ὁκότερα ἂν περιῤῥέπειν ξυμφέρῃ. Μετὰ δὲ ταῦτα, σπλῆνας κατατείνειν χρὴ κεχρισμένους κηρωτῇ ὀλίγῃ· καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον· ἔπειτα οὕτως ἐπιδεῖν τοῖσιν ὀθονίοισιν ὡς
432
ἐναλλὰξ, ὁτὲ μὲν ἐπὶ δεξιὰ, ὁτὲ δὲ ἐπ᾿ ἀριστερά· καὶ τὰ μὲν πλείω κάτωθεν ἀρχόμενος, ἐς τὸ ἄνω ἄγειν, ἔστι δ᾿ ὅτε καὶ ἄνωθεν ἐς τὸ κάτω. Τὰ δὲ ὑπόξηρα ἀκέεσθαι τοῖσι σπλήνεσι κυκλεῦντα· τῷ δὲ πλήθει τῶν περιβολέων μὴ πᾶν ἀθρόον ξυνδιορθοῦντα, ἀλλὰ κατὰ μέρος· περιβάλλειν δὲ χρὴ χαλαρὰ καὶ περὶ τὸν καρπὸν τῆς χειρὸς, ἄλλοτε καὶ ἄλλοτε. Πλῆθος δὲ τῶν ὀθονίων ἱκανὸν τὸ πρῶτον, αἱ δύο μοῖραι.
5. Σημεῖα δὲ τοῦ καλῶς ἰητρευμένου ταῦτα, καὶ ὀρθῶς ἐπιδεομένου, εἰ ἐρωτῴης αὐτὸν εἰ πεπίεκται, καὶ εἰ φαίη μὲν πεπιέχθαι, ἡσύχως δὲ, καὶ μάλιστα εἰ κατὰ τὸ κάτηγμα φαίη· τοιαῦτα τοίνυν φάναι χρὴ πεπρηγμένα διὰ τέλεος τὸν ὀρθῶς ἐπιδεόμενον. Σημεῖα δὲ ταῦτα τῆς μετριότητος, τὴν μὲν ἡμέρην ἣν ἂν ἐπιδεθῇ, καὶ τὴν νύκτα δοκείτω αὐτὸς ἑωυτῷ μὴ ἐπὶ ἧσσον πεπιέχθαι, ἀλλ᾿ ἐπὶ μᾶλλον· τῇ δ᾿ ὑστεραίῃ οἰδημάτιον ἐλθεῖν ἐς χεῖρα ἄκρην μαλθακόν· μετριότητος γὰρ σημεῖον τῆς πιέξιός σου. Τελευτώσης δὲ τῆς ἡμέρης, ἐπὶ ἧσσον δοκείτω πεπιέχθαι· τῇ δὲ τρίτῃ, χαλαρά σοι δοκείτω εἶναι τὰ ἐπιδέσματα. Κἢν μέν τι τούτων τῶν εἰρημένων ἐλλείπῃ, γινώσκειν χρὴ ὅτι χαλαρωτέρη ἡ ἐπίδεσις τοῦ μετρίου· ἢν δέ τι
434
τῶν εἰρημένων πλεονάζῃ, χρὴ γινώσκειν ὅτι μᾶλλον ἐπιέχθη τοῦ μετρίου· καὶ τουτέοισι σημαινόμενος, τὸ ὕστερον ἐπιδέων, ἢ χαλᾷν μᾶλλον, ἢ πιέζειν. Ἀπολύσαντα δὲ χρὴ τριταῖον ἐόντα, κατατεινάμενον καὶ διορθωσάμενον, αὖθις ἐπιδῆσαι· κἢν μετρίως τὸ πρῶτον τετυχήκῃς ἐπιδήσας, ταύτην τὴν ἐπίδεσιν χρὴ ὀλίγῳ μᾶλλον ἢ ἐκείνην πιέσαι. Βάλλεσθαι δὲ χρὴ τὰς ἀρχὰς κατὰ τὸ κάτηγμα, ὥσπερ καὶ τὸ πρότερον· ἢν μὲν γὰρ τοῦτο πρότερον ἐπιδέῃς, ἐξειρύαται ἐκ τούτου οἱ ἰχῶρες ἐς τὰς ἐσχατιὰς ἔνθα καὶ ἔνθα· ἢν δέ τι ἄλλο πρότερον πιέζῃς, ἐς τοῦτο ἐξειρύαται ἐκ τοῦ πιεχθέντος· ἐς πολλὰ δ᾿ εὔχρηστον τὸ ξυνιέναι. Οὕτως οὖν ἄρχεσθαι μὲν αἰεὶ χρὴ τὴν ἐπίδεσιν καὶ τὴν πίεξιν ἐκ τουτέου τοῦ χωρίου, τὰ δ᾿ ἄλλα κατὰ λόγον, ὡς προσωτέρω ἀπὸ τοῦ κατήγματος ἀγάγῃς, ἐπὶ ἧσσον τὴν πίεξιν ποιέεσθαι. Χαλαρὰ δὲ παντάπασι μηδέποτε περιβάλλειν, ἀλλὰ προσπεπτωκότα.
436
Ἔπειτα δὲ πλείοσιν ὀθονίοισι χρὴ ἐπιδεῖν ἑκάστην τῶν ἐπιδεσίων. Ἐρωτώμενος δὲ φάτω ὀλίγῳ μᾶλλόν οἱ πεπιέχθαι, ἢ τὸ πρότερον, καὶ μάλιστα φάτω κατὰ τὸ κάτηγμα, καὶ τὰ ἄλλα δὲ κατὰ λόγον· καὶ ἀμφὶ τῷ οἰδήματι, καὶ ἀμφὶ τῷ πονέειν, καὶ ἀμφὶ τῷ ῥῃΐζειν, κατὰ λόγον τῆς προτέρης ἐπιδέσιος γινέσθω. Ἐπὴν δὲ τριταῖος ᾖ, χαλαρώτερά οἱ δοκείτω εἶναι τὰ ἐπιδέσματα. Ἔπειτα ἀπολύσαντα χρὴ αὖθις ἐπιδῆσαι, ὀλίγῳ μᾶλλον πιέζοντα, καὶ ἐν πᾶσι τοῖσιν ὀθονίοισιν οἷσί περ ἤμελλεν ἐπιδεῖσθαι· καὶ ἔπειτα αὐτὸν πάντα ταῦτα καταλαβέτω, ἅπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων.
6. Ἐπὴν δὲ τριταῖος γένηται, ἑβδομαῖος δὲ ἀπὸ τῆς πρώτης ἐπιδέσιος, ἢν ὀρθῶς ἐπιδέηται, τὸ μὲν οἴδημα ἐν ἄκρῃ τῇ χειρὶ ἔσται, οὐδὲ τοῦτο λίην μέγα· τὸ δ᾿ ἐπιδεόμενον χωρίον ἐν πάσῃσι τῇσιν ἐπιδέσεσιν ἐπὶ τὸ λεπτότερον καὶ ἰσχνότερον εὑρεθήσεται, ἐν δὲ τῇ ἑβδόμῃ καὶ πάνυ λεπτὸν, καὶ τὰ ὀστέα τὰ κατεηγότα ἐπὶ μᾶλλον κινεύμενα καὶ εὐπαράγωγα ἐς κατόρθωσιν. Καὶ ἢν ᾖ ταῦτα τοιαῦτα, κατορθωσάμενον χρὴ ἐπιδῆσαι ὡς ἐς νάρθηκας, ὀλίγῳ μᾶλλον πιέσαντα, ἢ τὸ πρότερον, ἢν μὴ πόνος τις πλείων ᾖ ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρί. Ἐπὴν δὲ ἐπιδήσῃς τοῖσιν ὀθονίοισι, τοὺς νάρθηκας περιθεῖναι χρὴ καὶ περιλαβεῖν ἐν τοῖσι δεσμοῖσιν ὡς χαλαρωτάτοισιν, ὁκόσον ἠρεμέειν, ὥστε μηδὲν ξυμβάλλεσθαι ἐς τὴν πίεξιν τῆς χειρὸς τὴν τῶν ναρθήκων πρόσθεσιν.
438
Μετὰ δὲ ταῦτα, ὅ τε πόνος, αἵ τε ῥᾳστῶναι αἱ αὐταὶ γινέσθωσαν, αἵ περ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων. Ἐπὴν δὲ τριταῖος ἐὼν φῇ χαλαρὸν εἶναι, τότ᾿ ἔπειτα χρὴ τοὺς νάρθηκας ἐρείσασθαι, μάλιστα μὲν κατὰ τὸ κάτηγμα, ἀτὰρ καὶ τἄλλα, κατὰ λόγον, ᾗπερ καὶ ἡ ἐπίδεσις ἐχάλα μᾶλλον ἢ ἐπίεζεν. Παχύτατον δὲ χρὴ εἶναι τὸν νάρθηκα, ᾗ ἐξέστη τὸ κάτηγμα, μὴ μὴν πολλῷ. Ἐπιτηδεύειν δὲ χρὴ μάλιστα μὲν κατ᾿ ἰθυωρίην τοῦ μεγάλου δακτύλου, ὡς μὴ κείσηται ὁ νάρθηξ, ἀλλὰ τῇ ἢ τῇ, μηδὲ κατὰ τὴν τοῦ σμικροῦ ἰθυωρίην ᾗ τὸ ὀστέον ὑπερέχει ἐν τῷ καρπῷ, ἀλλὰ τῇ ἢ τῇ. Ἢν δὲ ἄρα πρὸς τὸ κάτηγμα ξυμφέρῃ κεῖσθαι κατὰ ταῦτά τινας τῶν ναρθήκων, βραχυτέρους αὐτοὺς χρὴ τῶν ἄλλων ποιέειν, ὡς μὴ ἐξικνέωνται πρὸς τὰ ὀστέα τὰ ὑπερέχοντα παρὰ τὸν καρπόν· κίνδυνος γὰρ ἑλκώσιος, καὶ νεύρων ψιλώσιος. Χρὴ δὲ διὰ τρίτης ἐρείδειν τοῖσι νάρθηξι πάνυ ἡσυχῇ, οὕτω τῇ γνώμῃ ἔχοντα, ὡς οἱ νάρθηκες φυλακῆς εἵνεκα τῆς ἐπιδέσιος προσκέωνται, ἀλλ᾿ οὐ τῆς πιέξιος εἵνεκεν ἐπιδέωνται.
7. Ἢν μὲν οὖν εὖ εἰδῇς ὅτι ἱκανῶς τὰ ὀστέα ἀπίθυνται ἐν τῇσι προτέρῃσιν ἐπιδέσεσι, καὶ μήτε κνησμοί τινες λυπέωσι, μήτε τις ἕλκωσις μηδεμία ὑποπτεύηται εἶναι, ἐᾷν χρὴ
440
ἐπιδεδέσθαι ἐν τοῖσι νάρθηξιν, ἔστ᾿ ἂν ὑπὲρ εἴκοσιν ἡμέρας γίνηται. Ἐν τριήκοντα δὲ μάλιστα τῇσι ξυμπάσῃσι κρατύνεται ὀστέα τὰ ἐν τῷ πήχει τὸ ἐπίπαν· ἀτρεκὲς δὲ οὐδέν· μάλα γὰρ καὶ φύσις φύσιος, καὶ ἡλικίη ἡλικίης διαφέρει. Ἐπὴν δὲ λύσῃς, ὕδωρ θερμὸν καταχέαι χρὴ, καὶ μετεπιδῆσαι, ἧσσον μὲν ὀλίγῳ πιέσαντα, ἢ τὸ πρόσθεν, ἐλάσσοσι δὲ τοῖσιν ὀθονίοισιν, ἢ τὸ πρότερον· καὶ ἔπειτα διὰ τρίτης ἡμέρης λύσαντα ἐπιδεῖν, ἐπὶ μὲν ἧσσον πιέζοντα, ἐπὶ δὲ ἐλάσσοσι τοῖσιν ὀθονίοισιν. Ἐπὴν δὲ, ὅταν τοῖσι νάρθηξι δεθῇ, ὑποπτεύῃς τὰ ὀστέα μὴ ὀρθῶς κεῖσθαι, ἢ ἄλλο τι ὀχλέῃ τὸν τετρωμένον, λῦσαι ἐν τῷ ἡμίσει τοῦ χρόνου, ἢ ὀλίγῳ πρόσθεν, καὶ αὖθις μετεπιδῆσαι. Δίαιτα δὲ τουτέοισιν, οἷσιν ἂν μὴ ἕλκεα ἐξ ἀρχῆς γένηται, ἢ ὀστέα ἔξω ἐξίσχῃ, ἀρχέει ὑποφαύλη· ἐνδεέστερον δὲ χρὴ διαιτᾷν ἄχρις ἡμερέων δέκα, ἅτε ἤδη καὶ ἐλινύοντας· καὶ ὄψοισιν ἁπαλοῖσι χρῆσθαι, ὁκόσα τῇ διεξόδῳ μετριότητα παρασχήσει· οἴνου δὲ καὶ κρεηφαγίης ἀπέχεσθαι· ἔπειτα μέντοι ἐκ προσαγωγῆς
442
ἀνακομίζεσθαι. οὕτος ὁ λόγος ὥσπερ νόμος κεῖται δίκαιος περὶ κατηγμάτων ἰήσιος, ὥστε χειρίζειν χρὴ, καὶ ὥστε ἀποβαίνει ἀπὸ τῆς δικαίης χειρίξιος· ὅ τι δ᾿ ἂν μὴ οὕτως ἀποβαίνῃ, εἰδέναι χρὴ ὅτι ἐν τῇ χειρίξει τι ἐνδεὲς πεποίηται, ἢ πεπλεόνασται. Ἔτι δὲ τάδε χρὴ προσξυνιέναι ἐν τούτῳ τῷ ἁπλῷ τρόπῳ, ἃ οὐ κάρτα ἐπιμελέονται οἱ ἰητροὶ, καίτοι πᾶσαν μελέτην καὶ πᾶσαν ἐπίδεσιν οἶά τε διαφθείρειν ἐστὶ, μὴ ὀρθῶς ποιεύμενα· ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω κατηγῇ, ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμίνος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχῃ ἀναλελαμμένην, τυγχάνῃ δὲ ἡ ταινίη κατὰ τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτον ἀνάγκη τὸ ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος· ἢν δὲ, κατεηγότων τῶν ὀστέων οὕτως, ἄκρην τε τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχῃ καὶ παρὰ τὸν ἀγκῶνα, ὁ δὲ ἄλλος πῆχυς μὴ μετέωρος ἔῃ, οὗτος εὁρεθήσεται τὸ ὀστέον ἐς τὸ κάτω μέρος διεστραμμένον ἔχων. Χρὴ οὖν ἐν ταινίῃ πλάτος ἐχούσῃ, μαλθακῇ, τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι.
444
8. Ἢν δὲ ὁ βραχίων καταγῇ, ἢν μέν τις ἀποτανύσας τὴν χεῖρα ἐν τουτέῳ τῷ σχήματι διατείνῃ, ὁ μῦς τοῦ βραχίονος κατατεταμένος ἐπιδεθήσεται· ἐπὴν δ᾿ ἐπιδεθεὶς ξυγκάμψῃ τὸν ἀγκῶνα, ὁ μῦς τοῦ βραχίονος ἄλλο σχῆμα σχήσει. Δικαιοτάτη οὖν βραχίονος κατάτασις ἥδε· ξύλον πηχυαῖον ἢ ὀλίγῳ βραχύτερον, ὁκοῖοι οἱ στειλαιοί εἰσι τῶν σκαφίων, κρεμάσαι χρὴ, ἔνθεν καὶ ἔνθεν σειρῇ δήσαντα· καθίσαντα δὲ τὸν ἄνθρωπον ἐπὶ ὑψηλοῦ τινος, τὴν χεῖρα ὑπερεῖσθαι, ὡς ὑπὸ τῇ μασχάλῃ γένηται ὁ στειλαιὸς ἔχων ξυμμέτρως, ὥστε μόλις δύνασθαι καθίννυσθαι τὸν ἄνθρωπον, σμικροῦ δέοντα μετέωρον εἶναι· ἔπειτα θέντα τι ἄλλο ἔφεδρον, καὶ ὑποθέντα σκύτινον ὑποκεφάλαιον, ἢ ἓν ἢ πλείω ὅκως ξυμμέτρως σχοίη ὕψεος τοῦ πήχεος πλαγίου πρὸς ὀρθὴν γωνίην. Ἄριστον μὲν σκύτος πλατὺ καὶ μαλθακὸν, ἢ ταινίην πλατέην ἀμφιβάλλοντα, τῶν μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κατατείνειν· εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐῤῥωμένος, ἐν τούτῳ τῷ σχήματι τοῦ πήχεος ἐόντος, παρὰ τὸν ἀγκῶνα καταναγκαζέτω
446
ἐς τὸ κάτω. Ὁ δὲ ἰητρὸς ὀρθὸς μὲν ἐὼν χειριζέτω, τὸν ἕτερον πόδα ἐπὶ ὑψηλοτέρου τινὸς ἔχων, κατορθώσας δὲ τοῖσι θέναρσι τὸ ὀστέον· ῥηϊδίως δὲ κατορθώσεται· ἀγαθὴ γὰρ ἡ κατάστασις, ἤν τις καλῶς παρασκευάσηται. Ἔπειτα ἐπιδείτω, τάς τε ἀρχὰς βαλλόμενος ἐπὶ τὸ κάτηγμα, καὶ τἄλλα πάντα ὥσπερ πρότερον παρῃνέθη, χειριζέτω· καὶ ἐρωτήματα ταὐτὰ ἐρωτάτω· καὶ σημείοισι χρήσθω τοῖσιν αὐτέοισιν, εἰ μετρίως ἔχει, ἢ οὔ· καὶ διὰ τρίτης ἐπιδείτω, καὶ ἐπὶ μᾶλλον πιεζέτω· καὶ ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω [, ἔστ᾿ ἂν ὑπὲρ τριήκοντα ἡμέρας γίνηται]. Καὶ ἢν ὑποπτεύσῃ μὴ καλῶς κεῖσθαι τὸ ὀστέον, μεσηγὺ τουτέου τοῦ χρόνου λυσάτω, καὶ εὐτεθισάμενος μετεπιδησάτω. Κρατύνεται δὲ μάλιστα βραχίονος ὀστέον ἐν τεσσαράκοντα ἡμέρῃσιν. Ἐπὴν δὲ ταύτας ὑπερβάλῃ, λύειν χρὴ, καὶ ἐπὶ ἧσσον πιέζειν τοῖσιν ὀθονίοισι, καὶ ἐπὶ ἐλάσσοσιν ἐπιδεῖν. Δίαιταν δὲ ἀκριβεστέρην τινὰ ἢ τὸ πρότερον διαιτᾷν, καὶ πλείω χρόνον· τεκμαίρεσθαι δὲ πρὸς τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρὶ,
448
τὴν ῥώμην ὁρέων. Προσξυνιέναι δὲ χρὴ καὶ τάδε, ὅτι ὁ βραχίων κυρτὸς πέφυκεν ἐς τὸ ἔξω μέρος· ἐς τοῦτο τοίνυν τὸ μέρος διαστρέφεσθαι φιλέει, ἐπὴν μὴ καλῶς ἰητρεύηται· ἀτὰρ καὶ τἄλλα πάντα ὀστέα, ἐς ὅπερ πέφυκε διεστραμμένα, ἐς τοῦτο καὶ ἰητρευόμενα φιλέει διαστρέφεσθαι, ἐπὴν κατεαγῇ. Χρὴ τοίνυν, ἐπὴν τοιοῦτό τι ὑποπτεύηται, ταινίῃ πλατείῃ προσεπιλαμβάνειν τὸν βραχίονα κύκλῳ περὶ τὸ στῆθος περιδέοντα· καὶ ἐπὴν ἀναπαύεσθαι μέλλῃ, μεσηγὺ τοῦ ἀγκῶνος καὶ τῶν πλευρέων σπλῆνά τινα πουλύπτυχον πτύξαντα ὑποτιθέναι, ἢ ἄλλο τι ὃ τουτέῳ ἔοικεν· οὕτω γὰρ ἂν ἰθὺ τὸ κύρτωμα τοῦ ὀστέου γένοιτο· φυλάσσεσθαι μέντοι χρὴ, ὅπως μὴ ᾖ ἄγαν ἐς τὸ ἔσω μέρος.