De officina medici

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 3. Littré, Émile, editor. Paris: Baillière, 1841

11. Ὧν δὲ ἔχεται ἢ ἐπίδεσις, ἢ ὑπόδεσις, ἢ ἀμφότερα· ὑπόδεσις μὲν αἰτίη, ὥστε ἢ ἀφεστεῶτα προστεῖλαι, ἢ ἐκπεπταμένα συστεῖλαι, ἢ ξυνεσταλμένα διαστεῖλαι, ἢ διεστραμμένα διορθῶσαι, ἢ τἀναντία. Παρασκευάζειν δὲ ὀθόνια κοῦρα, λεπτὰ, μαλθακὰ, καθαρὰ, πλατέα, μὴ ἔχοντα ξυῤῥαφὰς, μηδ᾿ ἐξαστίας, καὶ ὑγιέα, ὥστε τάνυσιν φέρειν, καὶ ὀλίγῳ κρέσσω, μὴ ξηρὰ, ἀλλ᾿ ἔγχυμα χυμῷ, ᾧ ἕκαστα ξύντροφα. Ἀφεστεῶτα μὲν, ὥστε τὰ μετέωρα τῆς ἕδρης ψαύειν μὲν, πιέζειν δὲ μή· ἄρχεσθαι δὲ ἐκ τοῦ ὑγιέος τελευτᾷν δὲ

308
πρὸς τὸ ἕλκος, ὡς τὸ μὲν ὑπεὸν ἐξαθέλγηται, ἕτερον δὲ μὴ ἐπιξυλλέγηται· ἐπιδεῖν τὰ μὲν ὀρθὰ ἐς ὀρθὸν, τὰ δὲ λοξὰ λοξῶς, ἐν σχήματι ἀπόνῳ, ἐν ᾧ μήτε ἀπόσφιγξις, μήτε ἀπόστασις ἔσται τις, ἐξ οὗ, ὅταν μεταλλάσσῃ ἢ ἐς ἀνάληψιν ἢ ἐς θέσιν, οὐ μεταλλάξουσιν, ἀλλ᾿ ὅμοια ταῦτα ἕξουσι, μύεις, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα· ἀναλελάφθαι δὲ, ἢ κέεσθαι ἐν σχήματι ἀπόνῳ τῷ κατὰ φύσιν· ὧν δὲ
310
ἂν ἀποστῇ, τἀναντία. Ὧν δὲ ἐκπεπταμένα ξυστεῖλαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ, ἐκ πολλοῦ δέ τινος δεῖ τὴν ξυναγωγὴν, καὶ ἐκ προσαγωγῆς τὴν πίεξιν, τὸ πρῶτον ἥκιστα, ἔπειτα ἐπὶ μᾶλλον, ὅριον τοῦ μάλιστα τὸ ξυμψαύειν. Ὧν δὲ ξυνεσταλμένα διαστεῖλαι ξὺν μὲν φλεγμονῇ τἀναντία· ἄνευ δὲ ταύτης, παρασκευῇ μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ. Διεστραμμένα δὲ διορθῶσαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά· δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα ἐπαγαγεῖν ὑποδέσει, παρακολλήσει, ἀναλήψει· τὰ δὲ ἐναντία, ἐναντίως.

12. Κατήγμασι δὲ, σπληνῶν μήκεα, πλάτεα, πάχεα, πλήθεα·

312
μῆκος, ὅση ἡ ἐπίδεσις· πλάτος τριῶν ἢ τεσσάρων δακτύλων· πάχος, τριπτύχους ἢ τετραπτύχους· πλῆθος, κυκλεῦντας μὴ ὑπερβάλλειν, μηδὲ ἐλλείπειν· οἷσι δὲ ἐς διόρθωσιν, μῆκος, κυκλεῦντα· πλάτος καὶ πάχος τῇ ἐνδείῃ τεκμαίρεσθαι, μὴ ἀθρόα πληρεῦντα. Τῶν δὲ ὀθονίων ὑποδεσμίδες εἰσὶ δύο· τῇ πρώτῃ ἐκ τοῦ σίνεος ἐς τὸ ἄνω τελευτώσῃ, τῇ δὲ δευτέρῃ, ἐκ τοῦ σίνεος ἐς τὸ κάτω, ἐκ τοῦ κάτω ἐς τὸ ἄνω τελευτώσῃ· τὰ κατὰ τὸ σίνος πιέζειν μάλιστα, ἥκιστα τὰ ἄκρα, τὰ δὲ ἄλλακατὰ λόγον. Ἡ δὲ ἐπίδεσις πουλὺ τοῦ ὑγιέος προσλαμβανέτω. Ἐπιδέσμων δὲ πλῆθος, μῆκος, πλάτος· πλῆθος μὲν, μὴ ἡσσᾶσθαι τοῦ σίνεος, μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι, μηδὲ ἄχθος, μηδὲ περίῤῥεψιν, μηδὲ ἐκθήλυνσιν· μῆκος δὲ καὶ πλάτος, τριῶν, ἢ τεσσάρων,
314
ἢ πέντε, ἢ ἓξ, πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος. Καὶ παραιρήματος περιβολαὶ τοσαῦται, ὥστε μὴ πιέζειν· μαλθακὰ δὲ, μὴ παχέα· ταῦτα πάντα, ὡς ἐπὶ μήκει καὶ πλάτει καὶ πάχει τοῦ παθόντος. Νάρθηκες δὲ λεῖοι, ὁμαλοὶ, σιμοὶ κατ᾿ ἄκρα, σμικρῷ μείους ἔνθεν καὶ ἔνθεν τῆς ἐπιδέσιος, παχύτατοι δὲ, ᾗ ἐξήριπε τὸ κάτηγμα. Ὁκόσα δὲ κυρτὰ καὶ ἄσαρκα φύσει, φυλασσόμενον τῶν ὑπερεχόντων, οἷον κατὰ δακτύλους ἢ σφυρὰ, ἢ τῇ θέσει, ἢ τῇ βραχύτητι. Παραιρήμασι δὲ ἑρμάζειν,
316
μὴ πιέζειν τὸ πρῶτον. Κηρωτῇ μαλθακῇ, καὶ λείῃ, καὶ καθαρῇ ἑλισσέσθω.

13. Ὕδατος θερμότης, πλῆθος· θερμότης μὲν, κατὰ τῆς ἑωυτοῦ χειρὸς καταχεῖν· πλῆθος δὲ, χαλάσαι μὲν καὶ ἰσχνῆναι τὸ

318
πλεῖστον, ἄριστον, σαρκῶσαι δὲ καὶ ἁπαλῦναι, τὸ μέτριον· μέτρον δὲ τῆς καταχύσιος, ἔτι μετεωριζομένου, δεῖ, πρὶν ξυμπίπτειν, παύεσθαι· τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα δὲ ἰσχναίνεται.

14. Θέσις δὲ μαλθακὴ, ὁμαλὴ, ἀνάῤῥοπος τοῖσιν ἐξέχουσι τοῦ σώματος, οἷον πτέρνῃ καὶ ἰσχίῳ, ὡς μήτε ἀνακλᾶται, μήτε ἀποκλᾶται, μήτε ἐκτρέπηται. Σωλῆνα παντὶ τῷ σκέλει, ἢ ἡμίσει· ἐς τὸ πάθος δὲ βλέπειν καὶ τἄλλα ὅσα βλάπτει δῆλα.

15. Πάρεξις δὲ, καὶ διάτασις, καὶ ἀνάπλασις, καὶ τὰ ἄλλα κατὰ φύσιν, Φύσις δὲ ἐν μὲν ἔργοις, τοῦ ἔργου τῇ πρήξει, ὃ βούλεται, τεκμαρτέον· ἐς δὲ ταῦτα, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ,

320
ἐκ τοῦ ἔθεος· ἐκ μὲν τοῦ ἐλινύοντος καὶ ἀφειμένου, τὰς ἰθυωρίας σκέπτεσθαι, οἷον τὸ τῆς χειρός· ἐκ δὲ τοῦ κοινοῦ, ἔκτασιν, ξύγκαμψιν, οἷον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα· ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερον, οἷον σκέλεα ἔκτασιν· ἀπὸ τουτέων γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα. Ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἕξουσιν ἐς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα.