1. Ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς· ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων. Ἃ καὶ ἰδεῖν, καὶ θιγεῖν, καὶ ἀκοῦσαι ἔστιν· ἃ καὶ τῇ ὄφει, καὶ τῇ ἁφῇ, καὶ τῇ ἀκοῇ, καὶ τῇ ῥινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι· ἃ, οἷς γιγνώσκομεν ἅπασιν, ἔστι γνῶναι.
3. Ὁ δρῶν, ἢ καθήμενος, ἢ ἑστεὼς, ξυμμέτρως πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγήν. Αὐγέης μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν. Τὸ μὲν οὖν κοινὸν οὐκ ἐφ᾿ ἡμῖν· τὸ δὲ τεχνητὸν, καὶ ἐφ᾿ ἡμῖν. Ὧν ἑκατέρου δισσαὶ χρήσιες, ἢ πρὸς αὐγὴν, ἢ ὑπ᾿ αὐγήν. Ὑπ᾿ αὐγὴν μὲν οὖν ὀλίγη τε ἡ χρῆσις, καταφανής τε ἡ μετριότης. Τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων αὐγέων, πρὸς τὴν λαμπροτάτην τρέπειν τὸ χειριζόμενον· πλὴν ὁκόσα λαθεῖν δεῖ, ἢ ὁρῇν αἰσχρόν· οὕτω δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ χειρίζοντα, ἐναντίον τῷ χειριζομένῳ, πλὴν ὥστε μὴ ἐπισκοτάζειν· οὕτω
280
γὰρ ἂν ὁ μὲν δρῶν ὁρῴη, τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτε. Πρὸς ἑωυτὸν δὲ, καθημένῳ πόδες ἐς τὴν ἄνω ἴξιν κατ᾿ ἰθὺ γούνασιν διάστασιν δὲ, ὀλίγον ξυμβεβῶτες· γούνατα δὲ ἀνωτέρω βουβώνων σμικρὸν, διάστασιν δὲ, ἀγκώνων θέσει καὶ παραθέσει. Ἱμάτιον, εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν. Πρὸς δὲ τὸ χειριζόμενον, τοῦ μὲν πρόσω καὶ ἐγγὺς, καὶ τοῦ ἄνω, καὶ τοῦ κάτω, καὶ ἔνθα ἢ ἔνθα, ἢ μέσον. Τοῦ μὲν πρόσω καὶ ἐγγὺς ὅριον, ἀγκῶνας ἐς μὲν τὸ πρόσθεν γούνατα μὴ ἀμείβειν, ἐς δὲ τὸ ὄπισθεν, πλευράς· τοῦ δὲ ἄνω, μὴ ἀνωτέρω μαζῶν ἄκρας
282
χεῖρας ἔχειν· τοῦ δὲ κάτω, μὴ κατωτέρω, ἢ ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχοντα, ἔχειν ἄκρας χεῖρας ἐγγωνίους πρὸς βραχίονας· τὰ μὲν κατὰ μέσον οὕτως· τὰ δὲ ἔνθα, ἢ ἔνθα, μὴ ἔξω τῆς ἔδρης, κατὰ λόγον δὲ τῆς ἐπιτροφῆς προσβαλλόμενον τὸ σῶμα, καὶ τοῦ σώματος τὸ ἐργαζόμενον. Ἑστεῶτα δὲ, ἰδεῖν μὲν ἐπ᾿ ἀμφοτέρων βεβῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις, δρῇν δὲ τῷ ἑτέρῳ ἐπιβεβῶτα, μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα· ὕψος γούνατος πρὸς βουβῶνας, ὡς ἐν ἕδρῃ· καὶ τὰ ἄλλα ὅρια τὰ αὐτά. Ὁ δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει ὑπηρετείτων, ἢ ἑστεὼς, ἢ καθήμενος, ἢ κείμενος, ὅκως ἂν ῥήϊστα, ὃ δεῖ, σχῆμα ἔχων διατελέῃ, φυλάσσων ὑπόῤῥυσιν,
284
ὑπόστασιν, ἔκτρεψιν, καταντίαν, ὡς ὃ δεῖ, σώζηται καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει.
4. Ὄνυχας μήτε ὑπερέχειν, μήτε ἐλλείπειν· δακτύλων κορυφῇσι
286
χρῆσις· ἀσκέειν, δακτύλοισι μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν· ὅλῃ δὲ, καταπρηνεῖ· ἀμφοτέρῃσι δὲ, ἐναντίῃσιν· δακτύλων εὐφυΐα, μέγα τὸ ἐν μέσῳ τῶν δακτύλων, καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ. Νοῦσος δὲ δι᾿ ἣν καὶ βλάπτονται, οἷσιν ἐκ γενεῆς ἢ ἐν τροφῇ εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων
288
δακτύλων κατέχεσθαι, δῆλον. Τὰ ἔργα πάντα ἀσκέειν ἑκατέρῃ δρῶντα, καὶ ἀμφοτέρῃσιν ἅμα (ὅμοιαι γάρ εἰσιν ἀμφότεραι), στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως.