De capitis vulneribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 3. Littré, Émile, editor. Paris: Baillière, 1841

7. Καὶ ἕδρης γενομένης ἐν τῷ ὀστέῳ βέλεος, προσγένοιτο ἂν ῥωγμὴ τῇ ἑδραίῃ· καὶ φλάσιν προσγενέσθαι ἀναγκαῖόν ἐστιν, ἢ

206
μᾶλλον, ἢ ἧσσον, ἤνπερ καὶ ῥωγμὴ προσγένηται, ἐνθάπερ ἡ ἕδρη ἐγένετο καὶ ἡ ῥωγμὴ, καὶ ἐν τῷ ὀστέῳ τῷ περιέχοντι τήν τε ἕδρην καὶ τὴν ῥωγμήν· τέταρτος οὗτος τρόπος. Καὶ ἕδρη μὲν ἂν γένοιτο, φλάσιν ἔχουσα τοῦ ὀστέου περὶ αὐτὴν, ῥωγμὴ δὲ οὐκ ἂν προσγένοιτο
208
τῇ ἕδρῃ καὶ τῇ φλάσει ὑπὸ τοῦ βέλεος. Καὶ ἕδρη δὲ τοῦ βέλεος γίγνεται ἐν τῷ ὀστέῳ· ἕδρη δὲ καλέεται, ὅταν, μένον τὸ ὀστέον ἐν τῇ ἑωυτοῦ φύσει, τὸ βέλος στηρίξαν ἐς τὸ ὀστέον δῆλον ποιήσῃ ὅκου ἐστήριξεν. Ἐν δὲ τῷ τρόπῳ ἑκάστῳ πλέονες ἰδέαι γίγνονται· καὶ περὶ μὲν φλάσιός τε καὶ ῥωγμῆς, ἢν ἄμφω ταῦτα προσγένηται τῇ ἕδρῃ, καὶ ἢν φλάσις μούνη γένηται, ἤδη πέφρασται, ὅτι πολλαὶ ἰδέαι γίνονται καὶ τῆς φλάσιος καὶ τῆς ῥωγμῆς. Ἡ δὲ ἕδρη αὐτὴ ἐφ᾿ ἑωυτῆς γίνεται, μακροτέρη καὶ βραχυτέρη ἐοῦσα, καὶ καμπυλωτέρη, καὶ ἰθυτέρη, καὶ κυκλοτερής· καὶ πολλαὶ ἄλλαι ἰδέαι τοῦ τοιουτέου τρόπου, ὁκοῖον ἄν τι καὶ τὸ σχῆμα τοῦ βέλεος ᾖ· αὐταὶ δὲ καὶ βαθύτεραι τὸ κάτω καὶ μᾶλλον καὶ ἧσσον, καὶ στενότεραι, καὶ εὐρύτεραι, καὶ πάνυ εὐρέαι. Ἣ διακέκοπται διακοπὴ δ᾿, ὁκοσητισοῦν γιγνομένη μήκεός τε καὶ εὐρήτητος ἐν τῷ ὀστέῳ, ἕδρη ἐστὶν, ἢν τὰ ἄλλα
210
ὀστέα τὰ περιέχοντα τὴν διακοπὴν μένῃ ἐν τῇ φύσει τῇ ἑωυτέων, καὶ μὴ ξυνεσφλᾶται τῇ διακοπῇ ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέων· οὕτω δ᾿ ἔσφλασις ἂν εἴη, καὶ οὐκ ἔτι ἕδρη.