De capitis vulneribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 3. Littré, Émile, editor. Paris: Baillière, 1841

4. Τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ τοσούσδε τρόπους· τῶν δὲ τρόπων ἑκάστου πλέονες ἰδέαι γίγνονται τοῦ κατήγματος

196
ἐν τῇ τρώσει. Ὀστέον ῥήγνυται τιτρωσκόμενον, καὶ τῷ περιέχοντι ὀστέῳ τὴν ῥωγμὴν, ἀνάγκη φλάσιν προσγίγνεσθαι, ἤνπερ ῥαγῇ· τῶν γὰρ βελέων ὅ τι περ ῥήγνυσι τὸ ὀστέον, τὸ αὐτὸ τοῦτο καὶ φλᾷ τὸ ὀστέον ἢ μᾶλλον, ἢ ἧσσον, αὐτό τε ἐν ᾧπερ καὶ ῥήγνυσι τὴν ῥωγμὴν, καὶ τὰ περιέχοντα ὀστέα τὴν ῥωγμήν· εἷς οὗτος τρόπος. Ἰδέαι δὲ ῥωγμέων παντοῖαι γίγνονται· καὶ γὰρ λεπτότεραί τε καὶ λεπταὶ πάνυ, ὥστε οὐ καταφανέες γίγνονται ἔστιν αἳ τῶν ῥωγμέων, οὔτε αὐτίκα μετὰ τὴν τρῶσιν, οὔτ᾿ ἐν τῇσιν ἡμέρῃσιν, ἐν ᾗσιν ἂν καὶ πλέον ὄφελος γένοιτο ἐκ
200
τούτου τῷ ἀνθρώπῳ· αἱ δ᾿ αὖ παχύτεραί τε καὶ εὐρύτεραι ῥήγνυνται τῶν ῥωγμέων· ἔνιαι δὲ καὶ πάνυ εὐρέαι. Ἔστι δὲ αὐτέων καὶ αἳ μὲν ἐπὶ μακρότερον ῥήγνυνται, αἳ δὲ ἐπὶ βραχύτερον. Καὶ αἱ μὲν ἰθύτεραί τε καὶ ἰθεῖαι πάνυ, αἱ δὲ καμπυλώτεραί τε καὶ καμπύλαι· καὶ βαθύτεραί τε ἐς τὸ κάτω καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον βαθεῖαι ἐς τὸ κάτω, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου.