De capitis vulneribus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 3. Littré, Émile, editor. Paris: Baillière, 1841
10. Πρῶτον δὲ χρὴ τὸν τρωματίην σποπεῖσθαι, ὅπη ἔχει τὸ τρῶμα τῆς κεφαλῆς, ἐἴτ᾿ ἐν τοῖσιν ἐσχυροτέροισιν, εἴτ᾿ ἐν τοῖσιν ἀσθενεστέροισι, καὶ τὰς τρίχας καταμανθάνειν τὰς περὶ τὸ ἕλκος, εἰ διακεκόφαται ὑπὸ τοῦ βέλεος, καὶ εἰ ἔσω ἤϊσαν ἐς τὸ τρῶμα· καὶ ἢν τοῦτο ᾖ, φάναι κινδυνεύειν τὸ ὀστέον ψιλὸν εἶναι τῆς σαρκὸς, καὶ ἔχειν τι σίνος τὸ ὀστέον ὑπὸ τοῦ βέλεος. Ταῦτα μὲν οὖν χρὴ ἀπόπροσθεν σκεψάμενον λέξαι, μὴ ἁπτόμενον τοῦ ἀνθρώπου· ἁπτόμενον δ᾿ ἤδη πειρᾶσθαι εἰδέναι σάφα, εἴ ἐστι ψιλὸν τὸ ὀστέον τῆς σαρκὸς, ἢ οὔ· καὶ ἢν μὲν καταφανὲς ᾖ τοῖσιν ὀφθαλμοῖσι τὸ ὀστέον ψιλόν· εἰ δὲ μὴ, τῇ μήλῃ σκέπτεσθαι. Καὶ ἢν μὲν εὕρῃς
214
ψιλὸν ἐὸν τὸ ὀστέον τῆς σαρκὸς, καὶ μὴ ὑγιὲς ἀπὸ τοῦ τρώματος, χρὴ τοῦ ἐν τῷ ὀστέῳ ἐόντος τὴν διάγνωσιν πρῶτα ποιέεσθαι, ὁρέοντα ὅσον τέ ἐστι τὸ κακὸν, καὶ τίνος δεῖται ἔργου. Χρὴ δὲ καὶ ἐρωτᾷν τὸν τετρωμένον, ὅκως ἔπαθε καὶ τίνα τρόπον. Ἢν δὲ μὴ καταφανὲς ᾖ τὸ ὀστέον, εἰ ἔχει τι κακὸν ἢ μὴ ἔχει, πολλῷ ἔτι χρὴ μᾶλλον τὴν ἐρώτησιν ποιέεσθαι, ψιλοῦ ἐόντος τοῦ ὀστέου, τὸ τρῶμα ὅκως ἐγένετο, καὶ ὅντινα τρόπον· τὰς γὰρ φλάσιας καὶ τὰς ῥωγμὰς τὰς οὐ φαινομένας ἐν τῷ ὀστέῳ, ἐνεούσας δὲ, ἐκ τῆς ὑποκρίσιος τοῦ τετρωμένου πρῶτον διαγινώσκειν πειρῆσθαι, εἴ τι πέπονθε τουτέων τὸ ὀστέον ἢ οὐ πέπονθεν, ἔπειτα δὲ καὶ λόγῳ καὶ ἔργῳ ἐξελέγχειν πλὴν μηλώσιος. Μήλωσις γὰρ οὐκ ἐξελέγχει, εἰ πέπονθέ τι τουτέων τῶν κακῶν τὸ ὀστέον, καὶ εἴ τι ἔχει ἐν ἑωυτέῳ, ἢ οὐ πέπονθεν· ἀλλ᾿ ἕδρην τε τοῦ βέλεος ἐξελέγχει μήλωσις, καὶ ἢν ἐμφλασθῇ τὸ ὀστέον ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου, καὶ ἢν ἰσχυρῶς ῥαγῇ τὸ ὀστέον, ἅπερ καὶ τοῖσιν ὀφθαλμοῖσι καταφανέα ἐστὶν ὁρῶντα γιγνώσκειν.