Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

1. Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι, κακὸν, ἄλλως τε καὶ ἢν ἐπιπυρεταίνωσιν.

2. Τὰ περιμάδαρα ἕλκεα, κακοήθεα.

344

3. Ὀσφὺν ἀλγέοντι, ἀναδρομὴ ἐς τὸ πλευρόν· καὶ ἐκφύματα ἃ σὴψ καλεῖται.

4. Τὰ νεφριτικὰ οὐκ εἶδον ὑγιασθέντα ὑπὲρ πεντήκοντα ἔτεα.

5. Τὰ ἐν τοῖσιν ὕπνοισι παροξυνόμενα, καὶ ὅσοις ἄκρεα περιψύχεται, καὶ ἡ γνώμη ταράσσεται, καὶ τἄλλα ὅσα περὶ ὕπνον τοιαῦτα, καὶ οἷσι τἀναντία.

6. Ὅσῃσι μὲν οὐδὲν ἔσω τοῦ τεταγμένου χρόνου, ἑκάστῃσι τὰ τικτόμενα ἀπόγοναι γίνεται. Τὰ ἐπιφαινόμενα ἐν οἷσι μησὶ γίνεται. Οἱ πόνοι ἐν περιόδοισιν, ὅ τι ἐν ἑπτὰ κινέεται, ἐν τριπλασίῃ τελειοῦται, καὶ ὅ τι ἐν ἐννέα κινεῖται, ἐν τριπλασίῃ τελειοῦται. Καὶ ὅτι μετὰ γυναικεῖα τὰ δεξιὰ, τὰ δ᾿ ἀριστερὰ, χάσκων, ὑγρότης διὰ τῶν ἀπιόντων, διαίτης ξηρότης. Ὅτι δὲ τὸ θᾶσσον διακριθὲν, κινηθὲν, αὖτις αὔξεται βραδύτερον, ἐπὶ πλείονα δὲ χρόνον. Οἱ πόνοι, τρίτῳ, πέμπτῳ, ἑβδόμῳ, ἐνάτῳ μηνὶ, δευτέρῳ, τετάρτῳ, ἕκτῳ.

7. Τὰ ἐκ τοῦ σμικροῦ πινακιδίου σκεπτέα. Δίαιτα γίνεται πλησμονῇ, κενώσει, βρωμάτων, πομάτων· μεταβολαὶ τουτέων, οἷα ἐξ οἵων, ὡς ἔχει. Ὀδμαὶ τέρπουσαι, λυποῦσαι, πιμπλῶσαι, πειθόμεναι·

346
μεταβολαὶ, ἐξ οἵων οἵως ἔχουσιν. Τὰ ἐσπίπτοντα, ἢ ἐξιόντα πνεύματα, ἢ καὶ σώματα. Ἀκοαὶ κρείσσονες, αἱ δὲ λυποῦσαι. Καὶ γλώσσης, ἐξ οἵων οἷα προκαλέεται. Πνεῦμα, τοσαύτη θερμότης, ψυχρότης, παχύτης, λεπτότης, ξηρότης, πεπληρωμένον, μεῖόν τε καὶ πλεῖον· ἀφ᾿ ὧν αἱ μεταβολαὶ, οἷαι ἐξ οἵων, ὡς ἔχουσιν. Τὰ ἴσχοντα, ἢ ὁρμῶντα, ἢ ἐνισχόμενα. Λόγοι, σιγὴ, εἰπεῖν ἃ βούλεται· λόγοι, οὓς λέγει, ἢ μέγα, ἢ πολλοὶ, ἀτρεκέες, ἢ πλαστοί.

8. Τὰ ἀπιόντα εἰδέναι, ὅθεν ἤρξατο, ἢ ὅκου ἐπαύσατο, ἢ ὅσον διεσπᾶτο, χρώματά τε, οἷσιν ἢ θερμότατα, ἢ ἁλμυρότατα, ἢ γλυκύτατα, ἢ λεπτότατα, ἢ παχύτατα, ὁμαλῶς ἢ ἀνωμάλως, τὸ σῶμα, τὸν χρόνον· αἱ μεταβολαὶ, οἷαι ἐξ οἵων ἔχουσιν. Ἤρξατο ἔρυξιν, οὐκ ἐκράτησεν. Δάκρυα, ἑκόντι, ἀέκοντι, πουλλὰ, ὀλίγα, θερμὰ, ψυχρὰ, πάχος, γεῦσις. Πτύαλον αὐτόθεν ἀναχρεμπτόμενον, ἢ ἀναβήσσοντα, ἔμετος.

9. Ἡλίου θάλπος, ψῦχος, τέγξις, ξηρότης, μεταβολὴ διὰ οἶα, ἐξ οἵων, ἐς οἷα ἔχει. Πόνοι, ἀργίαι, ὕπνοι, ἀγρυπνίαι. Τὰ ἐν ὕπνῳ, ἐνύπνια, κοῖται, καὶ ἐφ᾿ οἷσι, καὶ ὑφ᾿ οἵων.

348

10. Τἀκ τῆς γνώμης, ξύννοια, αὐτὴ καθ᾿ ἑωυτὴν, χωρὶς τῶν ὀργάνων καὶ τῶν πρηγμάτων, ἄχθεται, καὶ ἥδεται, καὶ φοβεῖται, καὶ θαρσέει, καὶ ἐλπίζει, καὶ ἀδοξέει, οἷον ἡ Ἱπποθόου οἰκουρὸς, τῆς γνώμης αὐτῆς καθ᾿ ἑωυτὴν ἐπίστημος ἐοῦσα τῶν ἐν τῇ νούσῳ ἐπιγενομένων.

11. Ἡλικίην μὴν ἡλίκος, καὶ ἡλικίην ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος, οἷον εἰ παρελύθη ἐν χειμῶνι καὶ γέροντι τὴν ἡλικίην ἢ νηπίῳ καὶ θερίης, ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος, ὀδόντων ἐκβολαὶ, τριχῶν φύσιες, γόνος, τὸ μᾶλλον καὶ ἧσσον, τριχῶν αὔξησις, παχυσμὸς, κρατυσμὸς, μινύθησις.