Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

3. Ὀδυνέων τὴν ἐγγύτατα κοιλίην καθαίρειν, αἵματος δὲ κοιλίην διαιρεῖν, καῦσις, τομὴ, θάλψις, ψύξις, πταρμοὶ, φυτῶν χυμοὶ, ἐφ᾿ ὧν τὴν δύναμιν ἔχουσι, καὶ κυκεών· κακούργων, γάλα, σκόροδον, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες.

4. Ἄνθρωπος, ἐκ κόπων ἐξ ὁδοῦ ἀδυναμίη καὶ βάρος, ἀνέπτυεν· ἔβησσε γὰρ ἐκ κορυφῆς· πυρετὸς ὀξὺς, ὑποδάκνων πρὸς χεῖρα· δευτεραίῳ δὲ καρηβαρίη· γλῶσσα ἐπεκαύθη· ῥὶς ὀνυχογραφηθεῖσα, οὐχ ᾑμοῤῥάγησεν, ἀριστερὸς σπλὴν μέγας καὶ σκληρὸς, ὠδυνᾶτο.

5. Οἱ ὑπὸ τεταρταίου ἁλισκόμενοι, ὑπὸ τῆς μεγάλης νούσου οὐχ ἁλίσκονται· ἢν δ᾿ ἁλίσκωνται πρότερον, ἐπιγένηται δὲ τεταρταῖος, παύονται. Ἀνθ᾿ οἵων αἱ νοῦσοι. Ἡ χολὴ, οἷον εἶπον περὶ τῶν

326
ὀρνίθων, ὅτι χολώδεες. Ἡ θερμότης δριμύτητος σημεῖον. Οἱ ὄχλοι, αἱ δίοδοι· ὅτι τοῖσι παρακρούουσι λήγουσιν ὀδύναι πλευρέων· ἔστι δ᾿ οἷσι πυρετοί· ἐστὶ δ᾿ οἷσιν, οὔ, ἀλλὰ ξὺγ ἱδρῶσιν· ἔστι δ᾿ οἷσι σὺν ὄχλῳ· ἔστι δ᾿ οἷσι καρφαλέον καὶ περιτεταμένον τὸ δέρμα καὶ ἁλμυρῶδες. Αἱ ναρκώσιες οἷαι· ἐξ οἵων, καὶ οἷαι ᾧ τὸ ἰσχίον. Δι᾿ οὐάτων, ἐξ οὐάτων τὰ πολλὰ θνήσκει τριταῖα. Οἷσι μὲν δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρῶτος, οἷσι δὲ χαλαρὰ, ξὺν ἱδρῶτι θνήσκουσιν. Ἐν τοῖσι παλιμβόλοισιν αἱ μεταβολαὶ ὠφελέουσι, τούτοισι μεταβάλλειν, πρὶν κακοῦσθαι, ἐς τὰ πρέποντα, οἷον Χαιρίωνι. Τὰ ἐρεθιζόμενα, ἐξ οἵων τὰ κερχνώδεα.

6. Ὅριον, οἷσι μὲν ὑγιὲς καταλείπεται, κάτω ὑφιεμένης τῆς προφάσιος, ἢ καθαίρων, ἢ ἀποδέων, ἢ ἐκβάλλων, ἢ ἀποτάμνων, ἢ ἀποκαίων ἔσο· οἷσι δὲ μὴ, οὔ.

7. Οἷσιν αἷμα ῥεῖ πουλὺ καὶ πολλάκις ἐκ ῥινέων, οἷσιμὲν ἄχροιαι,

328
ἄκρητος τουτέοισιν, ὀλίγα ἀρήγει· οἷσι δὲ ἐξέρυθροι χρῶτες, οὐχ ὁμοίως· καὶ οἷσι κεφαλαὶ εὔφοροι, ἄκρητος ἀρήγει, οἷσι δὲ μὴ, οὔ.

8. Οἷσι ῥῖνες ὑγρότεραι φύσει καὶ ἡ γονὴ ὑγροτέρη καὶ πλείων, ὑγιαίνουσιν οὗτοι νοσηλότερον· τοῖσι πλείστοισι δὲ, οἷσιν ὑπὸ νούσου. τἀναντία.

9. Τὰ στρογγυλούμενα πτύαλα, παρακρουστικὰ, οἷον τῷ ἐν Πλινθίῳ, τουτέῳ ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ, καὶ ἐλύθη πεμπταίῳ.

10. Οὖρον πολλὴν ὑπόστασιν ἔχον ῥύεται τὰς παρακρούσιας, οἷον καὶ τὸ τοῦ Δεξίππου μετὰ μάδησιν.

11. Οὐ πρόσω ἐνιαυτοῦ τεταρταῖος.

12. Ὦτα, τοῦ θέρεος, ῥήξιες πεμπταίοισιν, ἔστι δ᾿ ὅτε καὶ μακρότερα· τὰ παρὰ τὰ οὖλα καὶ γλῶσσαν ἀποπυεῖ ἑβδομαίοισι, μάλιστα δὲ καὶ αἱ κατὰ ῥῖνας ἐμπυήσιες.

13. Οἷσιν ἐπὶ ὀδόντων ὀδύνης ἀπὸ ὀφρύος λεπτὰ ἔρχεται, τούτοισιν ἀπὸ πεπέρεος εὖ ἐνερεισθέντος παχύτερα τῇ ὑστεραίῃ ἔρχεται, ἢν καὶ τὰ ἄλλα μὴ κρατήσῃ· Ἡγησίππῳ γὰρ τὸ ὑπνικὸν

330
ἐντεθὲν οὐκ ἐκράτησε, μᾶλλον δέ τι καὶ προσεσκαλεύθη βιαιότερον.

14. Τὴν ἀπὸ κεφαλῆς ὀστέων φύσιν, ἔπειτα νεύρων, καὶ φλεβῶν, καὶ σαρκῶν, καὶ τῶν ἄλλων χυμῶν, καὶ τῶν ἄνω καὶ τῶν κάτω κοιλιῶν, καὶ γνώμης, καὶ τρόπων, καὶ τῶν κατ᾿ ἐνιαυτὸν γινομένων, ὥρῃ τινὶ τὸ ἐπὶ πρωϊαίτερον τοῦ ἔτεος, οἷον ἐξανθήματα καὶ τὰ τοιαῦτα, ὅμοιον τοῖσι καθ᾿ ἡμέρην πρωϊαίτερον λαμβανομένοισιν, ἢ ὀψιαίτερον. Ὡσαύτως τὸ ἐπίχολον καὶ ἔναιμον σῶμα μελαγ· χολικὸν, μὴ ἔχον ἐξαρύσιας.

15. Λυκίῃ τὰ ὕστατα σπλὴν μέγας, ὀδυνώδης, ἐν τῇ τετάρτῃ ἢ τῇ πέμπτῃ.

1. Βῆχες ἤρξαντο περὶ ἡλίου τροπὰς τὰς χειμερινὰς ἢ πέμπτῃ καὶ δεκάτῃ, ἢ εἰκοστῇ ἡμέρῃ ἐκ μεταβολῆς πυκνῆς νοτίων καὶ βορείων καὶ χιονωδέων· ἐκ τουτέων τὰ μὲν βραχὖτερα, τὰ δὲ μακρότερα ἐγένετο· καὶ περιπλευμονικὰ συχνὰ μετὰ ταῦτα. Πρὸ ἰσημερίης αὖτις ὑπέστρεφε τοὺς πλείστους ὡς ἐπὶ τὸ πουλὺ τεσσαρακοσταίους ἀπὸ τῆς ἀρχῆς· καὶ τοῖσι μὲν βραχέα πάνυ καὶ εὔκριτα

332
ἐγίνετο· τοῖσι δὲ φάρυγγες ἐφλέγμηναν, τοῖσι δὲ κυνάγχαι· τοῖσι δὲ παραπληγικά· τοῖσι δὲ νυκτάλωπες, μᾶλλον δὲ παιδίοισιν· περιπλευμονικὰ δὲ πάνυ βραχέα ἐγένετο. Νυκτάλωπες μὲν οὖν οὐδὲν βήξασι τὸ ὕστερον ἢ πάνυ βραχὺ ἀντὶ τῆς βηχὸς ἐγίνοντο, φάρυγγες δὲ βραχέαι, μᾶλλον δὲ νυκταλώπων. Κυνάγχαι δὲ καὶ παραπληγικὰ, ἢ σκληρὰ καὶ ξηρὰ, ἢ σμικρὰ καὶ ὀλιγάκις ἀνάγουσαι πέπονα, ἔστι δ᾿ οἷσι καὶ κάρτα. Οἱ μὲν οὖν ἢ φωνῇσι πλέον ταλαιπωρήσαντες, ἢ ῥιγώσαντες, ἐς κυνάγχας μᾶλλον ἐτελεύτων. Οἱ δὲ τῇ χειρὶ πονήσαντες, ἐς χεῖρας μοῦνον παραπληγικοὶ, οἱ δ᾿ ἱππεύσαντες ἢ πλείω ὁδοιπορήσαντες, ἢ ἄλλο τι τοῖσι σκέλεσι ταλαιπωρήσαντες, τουτέοισι δὲ ἐς ὀσφὺν ἢ σκέλεα ἀκρασίαι παραπληγικαί· καὶ ἐς μηροὸς καὶ κνήμας κόπος καὶ πόνος· σκληρόταται δὲ καὶ βιαιόταται, αἱ ἐς τὰ παραπληγικὰ ἄγουσαι. Πάντα δὲ ταῦτα ἐπὶ τῇσιν ὑποστροφῇσιν
334
ἐγένετο, ἐν ἀρχῇσι δὲ οὐ μάλα. Πολλοῖσι δὲ τουτέων ἀνῆκαν μὲν αἱ βῆχες ἐν τῷ μέσῳ, ἐξέλιπον δὲ τελέως οὔ· ἀλλὰ συνῆσαν τῇ ὑποστροφῇ. Οἷσι φωναὶ ἀπεῤῥήγνυντο ἐς τὸ βηχῶδες, τουτέων οἱ πλεῖστοι οὐδὲ ἐπυρέταινον, οἱ δέ τινες, βραχέα· ἀτὰρ οὐδὲ περιπλευμονικὰ ἐγίνετο τουτέων οὐδενὶ, οὐδὲ παραπληγικὰ, οὐδὲ ἄλλο οὐδὲν ἐπεσημάνθη, ἀλλ᾿ ἐν τῇ φωνῇ μούνῃ ἐκρίνετο. Τὰ δὲ νυκταλωπικὰ ἱδρύετο, ὡς καὶ τὰ ἐξ ἄλλων προφασίων γινόμενα· ἐγίνετο δὲ νυκταλωπικὰ τοῖσι παιδίοισι μάλιστα· ὀμμάτων δὲ, τὰ μέλανα, ὑποποίκιλα, ὅσα τὰς μὲν κόρας σμικρὰς ἔχει, τὸ δὲ ξύμπαν μέλαν ὡς ἐπὶ τὸ πουλύ· μεγαλόφθαλμοι δὲ μᾶλλον, καὶ οὐ σμικρόφθαλμοι, καὶ ἰθύτριχες οἱ πλεῖστοι, καὶ μελανότριχες. Γυναῖκες δὲ οὐχ ὁμοίως ἐπόνησαν ὑπὸ τῆς βηχὸς, ἀλλ᾿ ὀλίγαι τε ἐπυρέτηναν, καὶ τουτέων πάνυ ὀλίγαι ἐς τὸ περιπλευμονικὸν ἦλθον, καὶ αὗται πρεσβύτεραι, καὶ πᾶσαι περιεγένοντο. ᾘτιώμην τοῦτο, καὶ τὸ μὴ ἐξιέναι ὁμοίως ἀνδράσι, καὶ ὅτι οὐδ᾿ ἄλλως ὁμοίως ἀνδράσιν ἁλίσκονται. Κυνάγκαι δὲ ἐγίνοντο μὲν καὶ ἐλευθέρῃσι δισσῇσι, καὶ αὗται τοῦ εὐηθεστάτου τρόπου, περισσοτέρως δὲ δούλῃσιν, ὅσῃσί τε ἐγίνοντο βιαιόταται, καὶ ταχύτατα ἀπώλλυντο. Ἀνδράσι δὲ πολλοῖσιν ἐγίνοντο, καὶ οἱ μὲν διέφυγον, οἱ δὲ ἀπώλλυντο. Τὸ δὲ ξύμπαν, οἱ μὲν μὴ δυνάμενοι καταπίνειν μοῦνον, πάνυ εὐήθη καὶ εὔφορα· οἱ δὲ καὶ διαλεγόμενοι πρὸς τούτοισιν ἀσαφέως, καὶ ὀχλωδέστερα καὶ χρονιώτερα· οἷσι δὲ
336
καὶ φλέβες αἱ περὶ κρόταφον καὶ αὐχένα ἐπῄροντο, ὑποπόνηρα· οἷσι δὲ καὶ πνεῦμα ξυνεμετεωρίζετο, κάκιστον, οὗτοι γὰρ καὶ ἐπεχλιαίνοντο. Ὡς γὰρ γέγραπται, οὕτως αἱ ξυγκληρίαι τῶν παθημάτων ἦσαν· τὰ μὲν πρῶτον γεγραμμένα καὶ ἄνευ τῶν ὕστερον γεγραμμένων ἐγίνετο· τὰ δ᾿ ὕστερον, οὐκ ἄνευ τῶν πρότερον· τάχιστα δ᾿ ἔθνησκον, ὅτ᾿ ἐπιῤῥιγώσειαν πυρετώδει ῥίγει. Τούτους οὐδὲ ἀναστάσει πιεζομένους οὐδὲν ἄξιον λόγου ὠφέλει, οὔτε γαστρὸς ταραχὴ, οὔτε φλεβοτομίη, ὅσα ἐπειράθην· ἔταμον δὲ καὶ ὑπὸ γλῶσσαν· οὓς δὲ καὶ ἄνω ἐφαρμάκευσα. Ταῦτα μὲν οὖν καὶ διὰ παντὸς ἐν τῷ θέρει, ὡς δὲ καὶ τὰ ἐπιῤῥηγνύμενα πάμπολλα, πρῶτον μὲν ἐν τοῖσιν αὐχμοῖσιν ὀφθαλμίαι ἐπεδήμησαν ὀδυνώδεες.

2. Αἵματος φλεβῶν στάσιες, λειποθυμίη, σχῆμα, ἄλλη ἀπόληψις,

338
μοτώματος ξυστροφὴ, πρόσθεσις, ἐπίδεσις. Ἐβουβωνοῦτο τὰ πλεῖστα, διότι ἡπατῖτις· ἦν δὲ καὶ ἀπὸ ἀρτηρίης κακωθείσης κακὸν σημεῖον, οἵως Ποσειδωνίῃ. Οἱ αἱμοῤῥαγέοντες τελευτῶντες οὐκ ἐφίδρωσαν μέτωπον, ἀλλ᾿ οἷα ξυμπεπτωκότες· καὶ οἱ πνευματίαι, καὶ οἱ ὑπὸ ὑδρώπων ὀλλύμενοι, πονηρόν. Τῶν γαστέρων αἱ εὐφορίαι ταραχὴν φέρουσιν, οἷον Ποσειδωνίῃ· καὶ τὰ θηρία οἷα ἐνεποίει· ἐν τῷ λεπτυσμῷ ἡ περίτασις πρὸ τῆς τελευτῆς, καὶ ὁ ὀμφαλὸς πρόμακρος εἱλκύσθη αὐτέῃ, καὶ οὔλων ἐφελκώσιες τῶν ἐπιόντων ἐπὶ ὀδόντα.

3. Ὅτι πολλὰ περὶ ἑκάστου ἐστὶν ὀρθῶς ἐντείλασθαι, τὰ μὲν ταὐτὰ δυνάμενα, τὰ δὲ οὔ· οἷόν ἐστι τὰ τοιάδε, διαχυθῆναι, καὶ πιληθῆναι, καὶ ἐξαχθῆναι, καὶ σκληρυνθῆναι, καὶ πεπανθῆναι, καὶ

340
ὅκου κλίνειν δεῖ, ὤσασθαι. Τοὺς ἀτολμέοντας δέον μεταβολῇ ἀνεγείρειν κατανεναρκωμένους, ἐς ἃ ὑστερέουσιν.

4. Ὑδατώδεας θᾶσσον τάμνειν, φθίνοντας καίειν αὐτίκα, πρίειν κεφαλὴν, καὶ τὰ τοιαῦτα· τῶν ὑδατουμένων μὴ ψαύειν ἤτρου, μηδὲ τῶν ἔσω· ὅμοιον γὰρ τοῖσι πολλοῖσι γούνασιν.

5. Τὰ παρὰ καρδίην Ξενάρχῳ· καὶ θερμὸν ἅλες ἐσπνεῖν, καὶ τὸ ἕλκος ἀντὶ τῆς κενώσιος θάλπειν ἀρχῆθεν.

6. Φωνὴ οἵη γίνεται ὀργιζομένοισιν, ἢν τοιαύτη ᾖ μὴ ὀργιζομένῳ φύσει, ἢ καὶ ὄμματα οἷα ἂν ᾖ φύσει ταραχώδεα, οἷα ὅταν ὀργίζωνται οἱ μὴ τοιοῦτοι, καὶ τἄλλα κατὰ λόγον, καὶ νούσων, οἷον τὸ φθινῶδες ποιέει τὸ εἶδος, ἢν τοιοῦτος φύσει ὑπάρχῃ, ἐς τοιοῦτον νόσημα παρέσται, καὶ τἄλλα οὕτως.

7. Αἱ βῆχες κοπιώδεες καὶ ἅπτονται τῶν σιναρῶν, ἀτὰρ καὶ μάλιστα ἄρθρων· ἀτὰρ καὶ ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι βῆχες ξηραὶ γίνονται· αἱ ξηραὶ βῆχες ἐς ἄρθρα στηρίζουσι ξὺν πυρετῷ, ἢν ἐγκαταλίπωνται.