Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

6. Ἐν τοῖσι τρώμασι τὸ αἷμα ξυντρέχει, βοηθῃτέον ὡς τὸ κενὸν πληρωθῆναι.

318

7. Ἢν οὖς ἀλγέῃ, εἰρίον περὶ τὸν δάκτυλον ἐλίξας, ἐγχέειν ἄλειφα θερμὸν, ἔπειτα ἐπιθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἰρίον ὑπὸ τὸ οὖς ἐπιθεῖναι, ὡς δοκέῃ τί οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν· ἀπάτη.

8. Γλῶσσα οὖρον σημαίνει· χλωραὶ γλῶσσαι, χολώδεες, τὸ δὲ χολῶδες, ἀπὸ πίονος· ἐρυθραὶ δὲ, ἀφ᾿ αἵματος· μέλαιναι δὲ, ἀπὸ μελαίνης χολῆς· αὖαι δὲ, ἀπὸ ἐκκαύσιος λιγνυώδεος καὶ μητρῴου μορίου· λευκαὶ δὲ, ἀπὸ φλέγματος.

9. Οὖρον ὁμόχροον βρώματι καὶ πόματι, καὶ τῶν ἔσωθεν ὅπου τοῦ ὑγροῦ ξύντηξις.

10. Γλῶσσα ὁμόχροος τῇσι προστάσεσι, διὸ ταύτῃ γινώσκομεν τοὺς χυμούς. Ἢν ἁλμυραὶ σάρκες γευομένῳ, περισσώσιος σημεῖον.

11. Ἢν τῶν μαζῶν αἱ θηλαὶ καὶ τὸ ἐρυθρὸν χλωρὸν ᾖ, νοσῶδες τὸ ἄγγος.

12. Ἀνθρώποισιν ὁ ἐν τοῖσιν ὠσὶ ῥύπος, ὁ μὲν γλυκὺς, θανάσιμος, ὁ δὲ πικρὸς, οὔ.

13. Γῆν μεταμείβειν ξύμφορον ἐπὶ τοῖσι μακροῖσι νουσήμασιν.

14. Τὰ ἀσθενέστερα σιτία ὀλιγοχρόνιον βιοτὴν ἔχει.

320

15. Κεδμάτων, τὰς ἐν τοῖσιν ὠσὶ φλέβας σχάζειν. Λαγνείη τῶν ἀπὸ φλέγματος νούσων ὠφέλιμον. Θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ ἢ βρωτὰ, ταρακτικά. Μελαίνης χολῆς, ὡς ὅμοιον, αἱμοῤῥοΐδι. Τὰς ἐπαυξέας νούσους, μίξις. ψύξις τὰ κατὰ κοιλίην σκληρύνει· μίξις τὰ κατὰ τὴν γαστέρα σκληρύνει. Ἐλλέβορον πιόντα θᾶσσον καθαίρειν ἢν θέλῃς, λούειν ἢ φαγεῖν. Τὸ αἷμα ἐν ὕπνῳ εἴσω μᾶλλον φεύγει. Ρῖγος ἀπὸ τῆς ἄνω κοιλίης, πῦρ δὲ ἀπὸ τῆς κάτω μᾶλλον. Ἐπισπασμὸς, πνεύμων, ξηρὸν καῦμα, ὑπέρινον ἰσχναίνει καὶ ὕπνος πουλύς. Ψυχρότατον βρῶμα,

322
φακοὶ,κέγχροι, κολοκύνται. Ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ. Γυνὴ, αἲξ, ἐλατήριον ἢ σίκυον ἄγριον βεβρωκυῖαι, καὶ παιδίοισι κάθαρσις. Ἐνθέρμῳ βρωθὲν, ἔσωθεν ψύξις, ἔξωθεν πόνος, ἡλίῳ, πυρὶ, ἐσθῆτι, ὥρῃ θερινῇ· τῷ δὲ ἐναντίῳ ὡς ἐναντίως. Βρώματα τὰ μὲν ταχέως κρατέεται, τὰ δὲ βραδέως.

1. Σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν· δῆλον ἡ αἴσθησις, ὡς ἔκπνοον καὶ εἴσπνοον ὅλον τὸ σῶμα. Ἐνθερμότερον φλέβιον αἵματος πλήθει ἀνίσχει τὸ καυσῶδες, καὶ εὐθὺς ἀποκρίνει. Καὶ οἷσι τὸ μὲν πῖον, χολὴν ξανθὴν, τὸ δ᾿ αἷμα, μέλαιναν.

2. Γνώμης, μνήμης, ὀδμῆς, τῶν ἄλλων, καὶ πείνης, ὀργάνων

324
ἄσκησις, πόνοι, σιτία, ποτὰ, ὕπνος, ἀφροδίσια, μέτρια. Ὁ ἐμψυχρότερος ἐν ψυχρῇ ὥρῃ καὶ χώρῃ ἐνθερμότερος ἔσται.