Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

9. Ὅτι ἐξ αἱμοῤῥαγιῶν ἐξυδεροῦνται.

10. Ἢν οἷα δεῖ καθαίρωνται, καὶ εὐφόρως φέρουσιν.

11. Ἐν Αἴνῳ ὀσπριοφαγέοντες ξυνεχέως, θήλεα, ἄῤῥενα, σκελέων ἀκρατέες ἐγένοντο καὶ διτέλεον, ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες.

12. Ἐμφανέως ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ ἔσω δὲ ψυχρότερος, καθεύδων τἀναντία.

13. Ἐνθέρμῳ φύσει, ψύξις, ποτὸν ὕδωρ, ἐλινύειν.

14. Ὕπνος ἐν ψύχει ἐπιβεβλημένῳ.

15. Ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός.

16. Αἱ ἀσθενέες δίαιται, ψυχραί· αἱ δὲ ἰσχυραὶ, θερμαί.

17. Ὑδάτων ἀτεχνέων, τὸ μὲν ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν, βρονταῖον, ὡραῖον, τὸ δὲ λαιλαπῶδες, κακόν.

312

18. Ὕδωρ βορὸν, καὶ ἀγρυπνίη βορόν. Ἐνθέρμῳ φύσει καὶ θερμῇ ὥρῃ, κοίτη ἐν ψύχει παχύνει, ἐν θερμῷ λεπτύνει. Ἄσκης ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων. Ἐν τῷ ἐγρηγορέναι δίψης ἐπιπολαίου ὕπνος ἄκος, τῆς δὲ ἐξ ὕπνου διέγερσις.

19. Ἐν οἷσι πλεῖστον τὸ θερμὸν, μεγαλοφωνότατοι· καὶ γὰρ ψυχρὸς ἀὴρ πλεῖστος· δύο δὲ μεγάλων μεγάλα καὶ τὰ ἔκγονα γίνεται. Οἱ θερμοκοίλιοι, ψυχρόσαρκοι καὶ λεπτοί· οὗτοι ἐπίφλεβοι, καὶ ὀξυθυμότεροι.

20. Αὐχμοῦ ἐπὶ γῆς, οἰωνῶν γένος εὐθηνεῖ.

21. Τράγος, ὁκότερος ἂν φανῇ ἔξω ὄρχις, δεξιὸς, ἄρσεν, εὐώνυμος, θῆλυ.

22. Ὀφθαλμοὶ, οὕτω καὶ γυῖον· καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ ἄμεινον ἐπιδιδοῖ· δίκαιον δὲ, ὡς ἂν ἔχῃ ἡ τροφὴ, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι. Σημεῖα θανατώδεα, ἀνὰ ῥινὸν

314
θερμὸς ἀτμός· πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν· τὰ ζωτικὰ ἐναντία.

23. Πόνοι σιτίων ἡγείσθωσαν.