Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

11. Ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπ᾿ ὀσφύος καὶ διὰ νώτου, καὶ τότε ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον ἢ ἔμπροσθεν·

298
φρίσσομεν γὰρ τὰ ἔξωθεν μᾶλλον ἢ τὰ ἔνδοθεν τοῦ σώματος, οἷον πήχεων, μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιότερον, δηλοῖ δὲ ἡ θρίξ· ἀφ᾿ ὧν δὲ ἄλλων ῥιγέουσιν ἴσως ἑλκέων, ἄρχεται ἀπὸ τῶν ἀγγείων.

12. Κεφάλαιον ἐκ τῆς γενέσιος καὶ ἀφορμῆς καὶ πλείστων λόγων καὶ κατὰ σμικρὰ γινωσκομένων συνάγοντα καὶ καταμανθάνοντα, εἰ ὅμοιά ἐστιν ἀλλήλοισιν, αὖθις τὰς ἀνομοιότητας τούτοισιν, εἰ ὅμοιαι ἀλλήλῃσιν, ὡς ἐκ τῶν ἀνομοιοτήτων ὁμοιότης γένηται μία· οὕτως ἂν ἡ ὁδός· οὕτω καὶ τῶν ὀρθῶς ἐχόντων δοκιμασίη, καὶ τῶν μὴ, ἔλεγχος.

13. Αἱμοῤῥαγίαι ἐκ ῥινῶν ἢ τοῖσιν ὑποχλωρομέλασιν, ἢ τοῖσιν ἐρυθροχλώροισιν, ἢ τοῖσιν ὑποχλώροισιν· βραχέα ὑφέντα, παχῦναι ξηρῶς· τοῖσι δὲ ἑτέροισι, παχυσμὸν ἧσσον· ξηρῷ δὲ ἀπὸ ῥινῶν λευκὰ τῇ ἢ τῇ, οἷον κηκίς.

300

14. Ἐπὴν ἀφροδισιάζειν ἄρξωνται ἢ τραγίζειν αἱμοῤῥαγέουσιν. Ἐν τῇσι προσόδοισιν ἔστιν οἳ ἀποψοφέουσιν, οἷον Ἀρκεσίλαος· οἱ δὲ μέλλοντες, φρικώδεες, ῥικνώδεες· οἱ δ᾿ ἐπὴν προσέλθωσι, φυσῶνται κοιλίην, οἷον Δαμναγόρας.

15. Αἱ μεταβολαὶ φυλακτέαι· ὀλιγοσιτίη, ἄκοπον, ἄδιψον.