Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

16. Ὅσα πεπαίνεσθαι δεῖ, κατακεκλεῖσθαι δεῖ, τἀναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι. Ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται

286
ξυμφέρειν, ἀντισπᾷν ἐς φάρυγγα, καὶ ὅπη ἔρευξις λυσιτελέει, καὶ ἄλλα τοιαῦτα. Τὰς ἐφόδους ἀνεστομῶσθαι, οἷον ῥῖνας, καὶ τὰς ἄλλας, ὧν δεῖ, καὶ ὡς δεῖ, καὶ οἷα, καὶ ὅτε, καὶ ὅσον δεῖ, οἷον ίδρῶτας καὶ τἄλλα δὴ πάντα.

17. Ἐπὶ τοῖσι μεγάλοισι κακοῖσι, πρόσωπον ἢν ᾖ χρηστὸν, σημεῖον χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι τἀναντία εὐσημείη κακόν.

18. Παρὰ τὸ μέγα, οὗ ἡ γυνὴ ὄπισθεν τοῦ Ἡρωΐου, ἰκτερώδεος ἐπιγενομένου....

19. Ὁ παρὰ Τημένεω ἀδελφιδῇ, οὗτος μελάγχρως, ἐν Περίνθῳ· τὸ γονοειδὲς, τὸ τοιοῦτον ὅτι κρίσιμον, καὶ τῶν ἤτρων τὰ τοιαῦτα·

288
ὅτι αἱ οὐρήσιες ῥύονται· ὅτι οὔτε φύσης πολλῆς, οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο· οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον· κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνοος ἐὼν, ἐπὶ τὸ ἦτρον ἐλαπάσσετο, εὐθύπνους ἐγένετο· ἡ κοιλίη αὐτῷ ἐξετίναξεν.

20. Περὶ τοῦ αἵματος τοῦ ἰχωροειδέος, ὅτι ἐν τοῖσι πτοιώδεσι τὸ τοιοῦτον καὶ τοῖσιν ἠγρυπνηκόσι, καὶ εἴτε φλαῦρον, εἴτε χρηστόν. Οἷσιν ὁ σπλήν ἐστι κατάῤῥοπος, πόδες καὶ γούνατα καὶ χεῖρες, θερμά· ῥὶς καὶ ὦτα, ἀεὶ ψυχρά· ἦρα διὰ τοῦτο λεπτὸν τὸ αἷμα· ἦρα καὶ φύσει τοιοῦτον οὗτοι ἔχουσιν;