Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

5. Καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ὅταν πληρῶνται σίτου, ἐμέουσί γε φλέγμα, ὅταν δὲ πλεονάζωσιν αἱ ὀδύναι, ἰώδεα· καὶ ῥᾴους μὲν γίνονται, λύονται δὲ, ὅταν σίτου κενωθῶσιν· ψαμμία τε πυῤῥὰ ὑφίσταται, αἱματῶδές τε οὐρέουσιν· νάρκη μηροῦ τοῦ κατ᾿ ἴξιν. Ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνάσια· μὴ ἐμπίπλασθαι· τοὺς νέους ἐλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητικοῖσι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι.

6. Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπιπουλὺ παραμένει· ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει.

7. Ἐν Κρανῶνι, αἱ παλαιαὶ ὀδύναι, ψυχραί· αἱ δὲ νεαραὶ, θερμαὶ, αἵματι δὲ αἱ πλεῖσται· καὶ τὰ ἀπὸ ἰσχίου ψυχρά.

270

8. Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα, οὐ πάνυ τι πρηΰνεται, ἀλλ᾿ ἐγγὺς τῆς ἀκμῆς. Πρὸς ῥίγεος αἱ ἐπισχέσιες τῶν οὔρων, ἢν ἐκ χρηστῶν ἴωσι, καὶ κοιλίη ἢν μὴ ὑποδιέλθῃ, καὶ ὕπνοι ἢν ἔωσιν· ἴσως δὲ καὶ ὁ τρόπος τοῦ πυρετοῦ· ἴσως δὲ καὶ τὰ ἐκ κόπων. Ἀποστάσιες οὐ μάλα, οἷσι ῥίγεα.

9. Αἱ τῶν σκελέων ἐκθηλύνσιες, οἷον ἢ πρὸ νούσου ὁδοιπορήσαντι, ἢ ἐκ νούσου αὐτίκα, διότι ἴσως τὸ ἐκ κόπων ἐς ἄρθρα ἀπέστη, διὸ καὶ τῶν σκελέων ἐκθηλύνσιες.

10. Φύματα ἔξω ἐξοιδέοντα, καὶ τὰ ἀποξέα καὶ κορυφώδεα, καὶ τὰ ὁμαλῶς ξυμπεπαινόμενα, καὶ μὴ περίσκληρα, καὶ κατάῤῥοπα, καὶ μὴ δίκραια, ἀμείνω· τὰ δὲ ἐναντία κακὰ, καὶ ὅσα πλείστῳ ἐναντία, κάκιστα.

272

11. Τὸ θηριῶδες φθινοπώρου, καὶ αἱ καρδιαλγίαι, καὶ τὸ φρικῶδες, καὶ μελαγχολικόν. Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς σκέπτεσθαι, καὶ ἐν ἁπάσῃ τῇ νούσῳ, οἷον τὸ ἐς δείλην παροξύνεσθαι, καὶ ὁ ἐνιαυτός· ἐς δείλην, καὶ αἱ ἀσκαρίδες.

12. Νηπίοισι βηχίον ξὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ ξυνεχεῖ σημαίνει μετὰ κρίσιν, διμηνιαίῳ τὸ ξύμπαν, εἰκοσταίῳ, καὶ οἰδήματα ἐς ἄρθρα· καὶ ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταστῇ, τὰ ἄνω ἐν τοῖσι κάτω ἄρθροισιν, ἀγαθόν· ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν νοῦσον, ἢν μὴ ἐκπυήσῃ· τὰ δὲ ἐν ὤμοισιν ἐκπυεῦντα τοῖσι τηλικούτοισι γαλιάγκωνας ποιέει· λύσειε δ᾿ ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυσις, ἢν μὴ στρογγύλακαὶ βαθέα ᾖ, τὰ δὲ τοιαῦτα ὀλέθρια καὶ ἄλλως παιδίοισιν· καὶ αἷμα λύσειεν ἂν ῥαγὲν, μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνεται.

13. Δάκρυον ἐν τοῖσιν ὀξέσι τῶν φλαύρως ἐχόντων, ἑκόντων μὲν χρηστόν· ἀκόντων δὲ παραῤῥέον, κακόν· καὶ οἷσι περιτείνεται βλέφαρα, κακόν· κακὸν δὲ καὶ τὸ ἐπιξηραινόμενον, οἷον ἄχνη, καὶ τὸ

274
ἀμαυρὸν, καὶ αὐχμηρὸν, κακόν· καὶ οἱ ῥυτιδούμενοι ἔνδοθεν, καὶ οἱ πεπηγότες, καὶ οἱ μόλις στρεφόμενοι, καὶ οἱ ἐνδεδινημένοι, καὶ τἄλλα ὅσα παρεῖται.

14. Πυρετοὶ, οἱ μὲν δακνώδεες τῇ χειρὶ, οἱ δὲ πρηέες· οἱ δ᾿ οὐ δακνώδεες μὲν, ἐπαναδιδόντες δέ· οἱ δ᾿ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ περικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς βληχροί· ξηροί· οἱ δὲ ἁλμυρώδεες· οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινόι· οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι· οἱ δὲ πελιοί· οἱ δὲ ἔξωχροι· καὶ τἄλλα τοιουτότροπα.

15. Αἱ ξυντάσιες τοῦ σώματος, καὶ οἱ σκληρυσμοὶ τῶν ἄρθρων, κακόν· καὶ αὐτὸς διαλελυμένος, κακόν· καὶ αἱ κατακλάσιες τῶν

276
ἄρθρων, κακαί. Ὄμματος θράσος, παρακρουστικόν· καὶ ἔῤῥιψις καὶ κατάκλασις, κακόν.

1. Ἐὐρῦναι, στενυγρῶσαι, τὰ μὲν, ναὶ, τὰ δὲ μή. Χυμοὺς, τοὺς μὲν, ἐξῶσαι, τοὺς δὲ ξηρᾶναι, τοὺς δὲ ἐνθεῖναι, καὶ τῇ μὲν, τῇ δὲ μή. Λεπτῦναι, παχῦναι τεῦχος, δέρμα, σάρκας, καὶ τἄλλα, καὶ τὰ μὲν, τὰ δὲ μή. Λειῆναι, τρηχῦναι, σκληρῦναι, μαλθάξαι, τὰ μὲν, τὰ δὲ μή. Ἐπεγεῖραι, ναρκῶσαι· καὶ τἄλλα ὅσα τοισῦτα. Παροχετεύειν, ὑπείξαντα ἀντισπᾷν αὐτίκα, ἀντιτείναντα ὑπεῖξαι. Ἄλλον χυμὸν, μὴ τὸν ἰόντα, ἄγειν, τὸν δὲ ἰόντα συνεκχυμοῦν, ἐργάσασθαι τὸ ὅμοιον, οἷον ὀδύνη ὀδύνην παύει, τὰ ἀνόμοια, ἢν ῥέπῃ ἄνωθεν

278
ἀρθέντα, κάτωθεν λύειν, καὶ τὰ ἐναντία ταῦτα, οἷον κεφαλῆς κάθαρσις, φλεβοτομίη, ὅτε οὐκ εἰκῆ ἀφαιρέεται.

2. Αἱ ἀποστάσιες, οἷον βουβῶνες, σημεῖον μὲν τῶν τὰ βλαστήματα ἐχόντων, ἀτὰρ καὶ ἄλλων, μάλιστα δὲ περὶ τὰ σπλάγχνα, κακοήθεες δὲ οὗτοι.

3. Πνεύματα, σμικρὰ, πυκνά· μεγάλα, ἀραιά· σμικρὰ, ἀραιά· πυκνὰ, μεγάλα· ἔξω μεγάλα, εἴσω σμικρά· εἴσω μεγάλα, ἔξω σμικρά· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον· διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσι, θερμὸν, ψυχρόν.

4. Ἰητήριον ξυνεχέων χασμέων, μακρόπνους, ἐν τοῖσιν ἀπότοισι καὶ μόγις, βραχύπνους.

5. Κατ᾿ ἴξιν καὶ πλευρέων ὀδύνη, καὶ ξυντάσιες ὑποχονδρίων, καὶ σπληνὸς ἐπάρσιες, καὶ ἐκ ῥινῶν ῥήξιες, καὶ ὦτα κατ᾿ ἴξιν, τούτων τὰ πλεῖστα ταῦτα καὶ ἐν ὀφθαλμοῖσιν· πότερον ἦρα πάντα, ἢ τὰ μὲν κάτωθεν ἄνω, κατ᾿ ἴξιν, οἷα τὰ παρὰ γνάθους ἢ παρ᾿ ὀφθαλμὸν καὶ οὖς, τὰ δὲ ἄνωθεν κάτω, οὐ κατ᾿ ἴξιν; καίτοι καὶ τὰ συναγχικὰ ἐρυθήματακαὶ

280
πλευρέων ἀλγήματα κατ᾿ ἴξιν· ἢ καὶ τὰ κάτω ἥπατος ἄνωθεν διαδιδόντα, οἷον τὰ ἐς ὄρχιας καὶ κιρσούς; σκεπτέα ταῦτα, ὕπη καὶ ὅθεν καὶ διὰ τί.

6. φλέβες κροτάφων οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμπρὸν, ἢν πνεῦμα ἐγκαταλείπηται, ἢ βὴξ ξηρὴ, μὴ θηριώδης, ἐς ἄρθρα στήριξιν προσδέχεσθαι δεῖ, κατ᾿ ἴξιν τῶν ἐντασίων τῶν κατὰ κοιλίην ὡς ἐπιτοπουλύ· ἔχουσι δὲ οὗτοι οἱ πλεῖστοι καὶ ἐξέρυθρα, καὶ τῇ φύσει τοῦ λευκοχροωτέρου τρόπου, καὶ οὐχ αἱμοῤῥαγέουσι ῥῖνες, ἢ σμικρὰ αἱμοῤῥαγέουσιν· καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον· δίψα ἐγκαταλειφθεῖσα καὶ στόματος ἐπιξηρασίη καὶ ἀηδίη καὶ ἀποσιτίη τοῦτον τὸν τρόπον· πυρετοὶ δὲ οὐκ ὀξέες οἱ τοιοίδε, ὑποστροφώδεες δέ.

282

7. Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα. Τὸ γοῦν πρῶτον σπληνῶν ἐπάρσιες, ἢν μὴ ἐς ἄρθρα τελευτήσῃ, ἢ αἱμοῤῥαγίη γένηται, ἢ δεξιοῦ ὑποχονδρίου ἔντασις, ἢν μὴ ἐξοδεύῃ οὖρα· αὐτὴ γὰρ ἡ ἐγκατάληψις ἀμφοτέρων, καὶ αἱ ὑποστροφαὶ τουτέων εἰκότως. Ἀποστάσιας οὖν ποιέεσθαι αὐτὸν μὴ γινομένας, τὰς δὲ ἐκκλίνειν γινομένας, τὰς δὲ ἀποδέχεσθαι, ἢν ἴωσιν, οἷαι δεῖ, καὶ ᾗ δεῖ, ὁκόσαι δὲ μὴ σφόδρα, ξυνδρᾷν, τὰς δὲ ἀποτρέπειν, ἢν πάντη ἀξύμφοροι ἔωσι, μάλιστα δὲ ταύτας μελλούσας, εἰ δὲ μὴ, ἀρχομένας ἄρτι.

8. Αἱ τεταρταῖαι αἱμοῤῥαγίαι, δύσκριτοι.

9. Οἱ διαλείποντες μίην, τῇ ἑτέρῃ ἐπιῤῥιγέουσιν ἅμα κρίσει, ἐκ τῶν πέντε εἰς τὰς ἑπτά.