Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

Ἄῤῥωστος δωδέκατος.

Ἐν Λαρίσσῃ παρθένον πυρετὸς ἔλαβε, καυσώδης, ὀξύςἄγρυπνος· διψώδης· γλῶσσα λιγνυώδης, ξηρή· οὖρα εὔχροα μὲν, λεπτὰ δέ. Δευτέρῃ, ἐπιπόνως· οὐχ ὕπνωσεν. Τρίτῃ, πουλλὰ διῆλθεν ἀπὸ κοιλίης, ὑδατόχλοα, καὶ τὰς ἑπομένας διῄει τοιαῦτα εὐφόρως. Τετάρτῃ, οὔρησε λεπτὸν ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο· παρέκρουσεν ἐς νύκτα. Ἕκτῃ, διὰ ῥινῶν λαῦρον ἐῤῥύη πουλύ· φρίξασα, ἵδρωσε πολλῷ θερμῷ δι᾿ ὅλου· ἄπυρος· ἐκρίθη. Ἐν δὲ τοῖσι πυρετοῖσι, καὶ ἥδη κεκριμένων, γυναικεῖα κατέβη τότε πρῶτον· παρθένος γὰρ ἦν. Ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης· ἔρευθος προσώπου· ὀμμάτων ὀδύνη· καρηβαρική. Ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ᾿ ἐκρίθη. Οἱ πόνοι ἐν ἀρτίῃσιν.

Ἄῤῥωστος τρισκαιδέκατος.

Ἀπολλώνιος ἐν Ἀβδήροισιν ὀρθοστάδην ὑπεφέρετο χρόνον

138
πουλύν. Ἦν δὲ μεγαλόσπλαγχνος, καὶ περὶ ἧπαρ ξυνήθης ὀδύνη χρόνον πουλὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο· φυσώδης· χροιῆς τῆς ὑπολεύκου. Φαγὼν δὲ, καὶ πιὼν ἀκαιρότερον βόειον, ἐθερμάνθη σμικρὰ τὸ πρῶτον, κατεκλίθη· γάλαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι, πολλοῖσιν, αἰγείοισι καὶ μηλείοισι, καὶ διαίτῃ κακῇ, πάντων αἱ βλάβαι μεγάλαι· οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν, κοιλίη τε τῶν προσενεχθέντων οὐδὲν διέδωκεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει, ὕπνοι τε οὐκ ἐνῆσαν· ἐμφύσημα κακόν· πουλὺ δίψος· κωματώδης· ὑποχονδρίου δεξιοῦ ἔπαρμα ξὺν ὀδύνῃ· ἄκρεα πάντοθεν ὑπόψυχρα· σμικρὰ παρέλεγεν· λήθη πάντων, ὅ τι λέγοι· παρεφέρετο. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἀφ᾿ ἧς ῥιγώσας ἀπεθερμάνθη καὶ κατεκλίθη, ἐξεμάνη· βοὴ, ταραχὴ, λόγοι πολλοὶ, καὶ πάλιν ἵδρυσις, καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθεν· μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης,
140
πολλοῖσι, χολώδεσιν, ἀκρήτοισι, ὠμοῖσιν· οὖρα μέλανα, σμικρὰ, λεπτά· πουλλὴ δυσφορίη· τὰ τῶν διαχωρημάτων ποικίλως· ἢ γὰρ μέλανα καὶ σμικρὰ καὶ ἰώδεα, ἢ λιπαρὰ καὶ ὠμὰ καὶ δακνώδεα· κατὰ δὲ χρόνους ἐδόκεε καὶ γαλακτώδεα διδόναι. Περὶ δὲ εἰκοστὴν τετάρτην, διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν· σμικρὰ δὲ κατενόησεν· ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη, πάλιν δὲ ταχὺ παρενόει· ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον. Περὶ δὲ τριηκοστὴν, πυρετὸς ὀξύς· διαχωρήματα πουλλὰ, λεπτά· παράληρος· ἄκρεα ψυχρά· ἄφωνος. Τριηκοστῇ τετάρτῃ, ἀπέθανεν. Τουτέῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης· οὖρα λεπτὰ, μέλανα· κωματώδης· ἄγρυπνος· ἄκρεα ψυχρά· παράληρος διὰ τέλεος. Φρενιτικός.

Ἄῤῥωστος τεσσαρεσκαιδέκατος.

Ἐν Κυζίκῳ γυναικὶ θυγατέρας τεκούσῃ διδύμους, καὶ δυστοκησάσῃ, καὶ οὐ πάνυ καθαρθείσῃ, τὸ μὲν πρῶτον ἐπῆλθε πυρετὸς φρικώδης, ὀξύς· κεφαλῆς καὶ τραχήλου βάρος μετ᾿ ὀδύνης· ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη· οὖρα λεπτὰ καὶ ἄχροα· διψώδης, ἀσώδης τὸ πουλύ· κοιλίη πεπλανημένως, ταραχώδης, καὶ πάλιν ξυνισταμένη. Ἕκτῃ, ἐς νύκτα πουλλὰ παρέλεγεν· οὐδὲν ἐκοιμήθη. Περὶ δὲ ἑνδεκάτην ἐοῦσα, ἐξεμάνη, καὶ πάλιν κατενόει· οὖρα μέλανα,

142
λεπτὰ, καὶ πάλιν διαλείποντα, ἐλαιώδεα· καὶ κοιλίη πολλοῖσι, λεπτοῖσι, ταραχώδεσιν. Τεσσαρεσκαιδεκάτῃ, σπασμοὶ πουλλοί· ἄκρεα ψυχρά· οὐδὲν ἔτι κατενόει· οὖρα ἐπέστη. Ἑκκαιδεκάτῃ, ἄφωνος. Ἑπτακαιδεκάτῃ, ἀπέθανεν. Φρενῖτις. ϠΜΤΙΖΘ.

Ἄῤῥωστος πεντεκαιδέκατος.

Ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸς φρικώδης, ὀξὺς, ἐκ λύπης ἔλαβεν. Ἐξ ἀρχῆς δὲ περιεστέλλετο, καὶ διὰ τέλεος αἰεί· σιγῶσα, ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει· δάκρυα, καὶ πάλιν γέλως· οὐκ ἐκοιμᾶτο· ἀπὸ κοιλίης ἐρεθισμοὶ, οὐδὲν διῄει· σμικρὰ, ὑπομιμνησκόντων, ἔπινεν· οὖρα λεπτὰ, σμικρά· πυρετοὶ πρὸς χεῖρα λεπτοί· ἀκρέων ψύξις. Ἐνάτῃ, πολλὰ παρέλεγε, καὶ πάλιν

144
ἱδρύνθη· σιγῶσα. Τεσσαρεσκαιδεκάτῃ, πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν βραχύπνοος. Ἑπτακαιδεκάτῃ, ἀπὸ κοιλίης ἐρεθισμῷ ταραχώδεα· ἔπειτα αὐτὰ τὰ ποτὰ διῄει,
146
οὐδὲ ξυνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρφαλέου. Εἰκοστῇ, λόγοι πουλλοὶ, καὶ πάλιν ἱδρύνθη· ἄφωνος, βραχύπνοος. Εἰκοστῇ πρώτῃ, ἀπέθανεν. Ἦν ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα· ἀναισθήτως πάντων εἶχεν· αἰεὶ περιεστέλλετο· ἢ λόγοι πουλλοὶ, ἢ σιγῶσα διὰ τέλεος. Φρενῖτις.

Ἄῤῥωστος ἑκκαιδέκατος.

Ἐν Μελιβοίῃ νεηνίσκος ἐκ ποτῶν καὶ ἀφροδισίων πολλῶν πουλὺν χρόνον θερμανθεὶς κατεκλίθη· φρικώδης δὲ καὶ ἀσώδης ἦν, καὶ ἄγρυπνος, καὶ ἄδιψος. Ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ πολλὰ κόπρανα διῆλθε ξὺν περιῤῥόῳ πολλῷ, καὶ τὰς ἑπομένας ὑδατόχλοα πολλὰ διῄει· οὖρα λεπτὰ, ὀλίγα, ἄχροα· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου· ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων· καρδίης παλμὸς, διὰ τέλεος ξυνεχής· οὔρησεν ἐλαιῶδες. Δεκάτῃ, παρέκρουσεν ἀτρεμέως, ἦν δὲ κόσμιός

148
τε καὶ ἥσυχος· δέρμα καρφαλέον καὶ περιτεταμένον· διαχωρήματα ἢ πολλὰ, λεπτὰ, ἢ χολώδεα, λιπαρά. Τεσσαρεσκαιδεκάτῃ, πάντα παρωξύνθη· παρεκρούσθη, πολλὰ παρέλεγεν. Εἰκοστῇ, ἐξεμάνη· βληστρισμός· οὐδὲν οὔρει· σμικρὰ ποτὰ κατείχετο. Τῇ εἰκοστῇ τετάρτῃ, ἀπέθανεν. Φρενῖτις.

144

1. Μετ᾿ ἰσημερίην καὶ μετὰ πληϊάδα, οἷα τὰ ἀνεσθιόμενα καὶ βλεννώδεα· ᾧ τὴν κεφαλὴν ὤϊξα, ἀπῆλθεν ὑπὲρ τοῦ ὠτός· τῷ παρὰ Λεωκύδεος, ἐν ποδί· Φανοδίκῳ, οἱ δάκτυλοι οἱ ἐν τῷ ποδὶ, ἐπὶ τοῦ στήθεος. Ὁ τμηθεὶς τὴν κνήμην, ταύτην μὲν καὶ ἐμελάνθη, ᾗ τὸ μέγα ἕλκος ἐν τῷ ἔξω τῆς κνήμης καὶ ἐκ τοὔπισθεν ᾔει· ἐπεὶ καθαρὸν ἐγίνετο, πλευροῦ ὀδύνη καὶ στήθεος κατ᾿ ἴξιν ἀριστεροῦ, καὶ πυρετοί· ἀπέθανεν ἀπὸ τοῦ πυρετοῦ.

2. Τὸ χολῶδες τῷ σχοινοπλόκῳ κατακορὲς, καὶ τὰ καυστικά· καταφερομένῳ περὶ ἰσημερίην κάτω αἷμα πουλὺ διῆλθεν. Γέροντι πάνυ σφόδρα ἀπεγένετο, οὐ πρόσω τεσσαρεσκαίδεκα ἡμερέων. Τῷ δὲ στιγματίῃ παρ᾿ Ἀντιφίλου, καυστικῷ, κριθέντων ἑβδόμῃ, χολώδεῖ, τυφώδεϊ, τρίτῃ μετὰ κρίσιν ᾔει οὕτως αἷμα· περιεγένετο· καὶ ὑποστροφὴ ὕστερον ἐγένετο· ἐκρίθη, ὡς εἰκὸς, περὶ πληϊάδων δύσιν τὸ πρῶτον· μετὰ δὲ πληϊάδων δύσιν χολώδης ἐς μανίην· κρίσις περὶ ἐνάτην ἄνευ ἱδρῶτος.

3. Περὶ ἰσημερίην ὁ Χαλκηδόνιος, ἀπὸ πυλέων μετακομισθεὶς παρ᾿ ἀγορὴν, ῥήγματος περὶ μαζὸν δεξιὸν ὀδυνώμενος, ἔπτυεν

146
ἄλλοτε καὶ ἄλλοτε ὑπόχλωρον· γαστὴρ, χαριέντως· ἱδρὼς, ἀρξάμενος ἑβδόμῃ, εἶχε τὰ πολλὰ ἄχρις ὀγδόης· ἐκρίθη τεσσαρεσκαιδεκάτῃ· περὶ δὲ τεσσαρακοστὴν ἤρθη περὶ τὰ ὦτά οἱ ἀμφότερα· οὐκ ἀπεοικὸς ἐδόκει ἔμπυος ἔσεσθαι, οὐκ ἐγένετο.

4. Στῆθος Ἀριστοδήμῳ ἐκαύθη. Τῷ Φιλίδος ὁμοίως ἀπέβη, ἐκ πτώματος καὶ τούτῳ· προϋπῆρχε δὲ ὀδύνη τις ἀνωτέρω.

5. Μετ᾿ ἰσημερίας φθινοπωρινὰς, ὑποστροφαὶ, καὶ ἄλλως μέχρι τροπέων χειμερινῶν.

6. Μεθ᾿ ἡλίου τοῦ θερινοῦ ἡ Ἀχελώου ἑκταίη ἀπέφθειρεν, ἐμετώδης ἐοῦσα καὶ φρικώδης· καὶ ἱδρῶτες· κρίσις, τεσσαρεσκαιδεκάτῃ· ὁποσάμηνον οὐκ οἶδα· ἄρσεν δὲ καὶ ἄλλο πρὸς τὰς εἴκοσιν ἔφη, εἰ ἀληθέα, οὐκ οἶδα.

7. Περὶ ἡλίου τροπὰς χειμερινὰς, βόρεια ἦν· ἰκτεριώδεες ἐγένοντο κατακορέως, καὶ οἱ μὲν φρικώδεες, οἱ δὲ οὔ· γλῶσσαι ξυγκεκαυμέναι τρίτῃ, καὶ ὄχλοι περὶ ἕκτην καὶ ἑβδόμην, καὶ οὗτοι μακρὰν ἀποτείνοντες· τεσσαρεσκαιδεκάτῃ, γαστέρες ἀντεχόμεναι, καὶ ἐν τῇσι φαρμακείῃσιν οὐχ ὑπακούουσαι, κατὰ λόγον τῶν πυρετῶν, καὶ ἀνίδρωτες· σπλῆνες ἔστιν οἷσι σμικροὶ, σκληροί· πρὸς ὑποχόνδρια δεξιὰ ἐντεταμένοι, καὶ πρὸς χεῖρα ὑποβορβορύζοντες, αἱμόῤῥοοι, καὶ οὔροισιν ἡ κάθαρσις καὶ ἡ κρίσις. Πολλῷ δὲ μᾶλλον εἴχοντο κάτω, καὶ γὰρ τοῦτο ἐπελαμβάνετο ὑπὸ τὸν χρόνον τοῦτον. Οἷσι μὴ οὕτως ἦν, σπλῆνες δὲ ἐπηρμένοι, αἱμοῤῥαγίη ἐξ ἀριστεροῦ. Ἥλιος

148
ἐτράπετο, τὰ χειμερινὰ χειμερίως ἐν βορείοισι, μετὰ δὲ ὀλίγον νότια ἦν ἐφ᾿ ἡμέρας πεντεκαίδεκα, μετὰ δὲ ταῦτα νιφετὸς τεσσαρεσκαίδεκα ἡμέρῃσιν· ἀμφὶ ταῦτα τοῦ ἔτεος, ἰκτεριώδεες, κατακορέες, οὐ κρινόμενοι εἰλικρινέως, φιλυποστροφώδεα. Μετὰ δὲ χιόνας, νότια ἐπεγένετο, καὶ ὑέτια· κόρυζαι κατεῤῥάγησαν καὶ ξὺν πυρετοῖσι καὶ ἄνευ πυρετῶν, ἑνὶ δέ τινι καὶ ἐς ὀδόντας, ἐκ τοῦ μέσου προηλγηκότι, ἐπὶ δεξιὰ, καὶ ὀφρὺν καὶ ὄμμα. Ἦσαν δὲ καὶ βραγχώδεες, καὶ φάρυγγες φλεγμαίνουσαι, καὶ οἱ σπόγγοι καλεόμενοι ἀνεῖχον, καὶ τὰ παρὰ τὰ ὦτα καὶ γνάθον ἐπάρματα μαλθακὰ, καὶ ξὺν πυρετῷ καθίστατο. Ἀρχομένοισι πυρεταίνειν ἐγίνετο ἐπάνω καὶ ἐπὶ θάτερα τὰ πουλλὰ τουτέων· καὶ οἱ σπόγγοι εἰσὶν οἷσιν ὑπὸ τὸ μετόπωρον καὶ τὸν χειμῶνα, ἀτὰρ καὶ τὰ πιτυρώδεα· καὶ ἀπέφθειραν πολλαὶ παντοίως, καὶ ἐδυστόκεον. Ἕκτῃ τῇ παρθένῳ κριθέντα, ἕκτῃ ὑπετροπίασεν, ἐκρίθη δὲ δι᾿ ἕκτης. Πάντα ἐν τούτοισι τοῖσι χρόνοισιν ἑκταῖα, ὀγδοαῖα ἐκρίνετο.

8. Περὶ πληϊάδων δύσιας, ἡ Μαιανδρίου τοῦ τυφλοῦ αὐτίκα χλωρὸν καὶ αὐτίκα πυῶδες ἔπτυσεν· περὶ ἕκτην, καὶ ἥπατος ζύμωσις, καὶ κάτω ὑποχώρησις ὀλίγη· σαρκοπυώδεα ἄνω, ὀλίγα, λευκὰ, πλατέα ἀνέπτυσεν· ἀπόσιτος· ἀπέθανεν ἐγγὺς εἰκοσταίη.

9. Ἡ ἐκ τῶν γειτόνων Θέστορος οἰκέτις, ἐκ καυστικῶν ὑποχωρήσιος χολώδεος, συχνῆς, ὑποχονδρίου ἐντεταμένου· τῇ ἕκτῃ, ἐξ ἐπισχέσιος ἡ κοιλίη λεπτὰ συχνὰ ἐς ἅπαξ διῆλθε, καὶ εὐθέως ἵδρωσε, καὶ ἐκρίθη, καὶ ἡ κοιλίη ἔστη· ἐς δὲ τὴν αὐτὴν ὥρην ῥιγώσασα ἐπυρέτηνε, καὶ ἐς τὴν αὐτὴν πάλιν ὥρην.

10. Ἡ Θερσάνδρου, λευκοφλεγματώδης οὐ πάνυ ἐοῦσα, θηλάζουσα,

150
ἐπυρέταινεν ὀξύ· ταύτῃ ἡ γλῶσσα ξυνεκαύθη, τῶν ἄλλων ξυγκαιομένων· ὑπὸ τὸν χρόνον τοῦτον, γλῶσσά τε ἐτρηχύνετο, ὥσπερ χαλαζώδει πυκνῷ, καὶ ἑλμίνθια κατὰ στόμα· περὶ δὲ τὴν η, οὑ τελέως ἐκρίθη.

11. Περὶ δὲ πληϊάδων δύσιας, ὁ Μητροφάντου τὴν κεφαλὴν πληγεὶς ὑπὸ ἑτέρου παιδὸς ὀστράκῳ, καὶ ἀπογενόμενος δωδεκαταῖος, ἐπυρέτηνεν· προφάσιος δὲ, ὅτι σμήχων ἔτριψε τὰ περὶ τὸ ἕλκος, καὶ μετεψύχθη· ἐξήρθη τὰ χείλεα αὐτίκα, διελεπτύνθη τὸ δέρμα πανταχῆ ἀπὸ τοῦ ἕλκεος πρόσω. Πρισθέντι δὲ οὐ βραδέως, οὔτε πῦον ἐῤῥύη, οὔτε ἐκουφίσθη· παρὰ δὲ τὸ οὖς ἐδόκει παραπυΐσκειν, ἐπὶ τῇ γένυϊ, ἐπὶ τὰ ἀριστερά· ταύτῃ γὰρ καὶ τὸ ἕλκος· ἔπειτα τοῦτό τε οὐκ ἀπεπύει, καὶ ὁ ὦμος ὁ δεξιὸς ἐνεπύησε ταχέως. Ἀπέθανε περὶ τέσσαρας καὶ εἴκοσιν.

12. Μετὰ πληϊάδων δύσιας, ὁ τὸ οὖς ἀλγήσας, περὶ εἴκοσιν, ὕστερον ἄφωνος, τὰ ἐπὶ δεξιά τε ἀκρατής· ἀπύρετος, ἵδρωσεν· δεξιὸν οὖς, δεξιὸς ὀφθαλμὸς ἑστήκει οὐ κάρτα, καὶ ἐφείλκετό τι ἐκ τοῦ κάτω μέρεος· ἀριστερὰ δὲ ἴλλαινεν αἰνῶς ὀδυνώμενος· τράχηλος σκληρὸς ἐπεγένετο· τρίτην ὥρην ἴσως ὠδυνήθη ὕστερον.

13. Μετὰ πληϊάδων δύσιν ὁ θεράπων ὁ τοῦ Ἀττικοῦ, ὑπὸ τεταρταίου ἁλισκόμενος, τυφώδης, ἱδρύθη. Ἕτερος τὴν αὐτὴν ὥρην ἀληθεῖ τυφωμανίῃ· ἐς ἰσχία καὶ σκέλεα ἦλθεν ὀδύνη, ἐπαύετο, ποσταῖος οὐ γινώσκω. Ταύτην τὴν ὥρην, φρικώδεες, ἐμετώδεες, καὶ μετὰ κρίσιν ἀπόσιτοι, καὶ χολώδεες, καὶ σπλῆνες μεγάλοι

152
σκληροὶ, ὀδυνώδεες, καὶ αἰμοῤῥαγικοί· τισὶ δὲ τὴν αὐτὴν ὥρην μετὰ πληϊάδων δύσιας, ἐκ ῥινῶν αἷμα χλοῶδες ἐπὶ πλάνησιν.

14. Ἐν Κρανῶνι, τῇ Νικοστράτου λειφθείσῃ τεσσαρεσκαιδεκάτῃ ἔφθασεν αὐτίκα ἀκράτεια τραχήλου καὶ τῶν ἄλλων· καὶ σῖτος ἐγκατεκλείσθη μέχρι δεκάτης. Πνεῦμα πυκνὸν, σμικρόν· ἀκρασίη· ψηλαφῶσα δακτύλους· παραλέγουσα· ἱδρῶτες· εἱλκύσθη ἐπὶ τὰ δεξιὰ τράχηλος, στόμα, ὄμμα, ῥίς. Οὔρων ὑπόστασις, λευκὴ, ὀροβώδης· ἑτέρη, λευκὴ, ξυσματώδης· ἄλλη ὑπόχλωρος, λεκιθώδης· ταύτῃ ἔστιν ὅτε ὡς πιμελῶδες ἐφίστατο· τοῦτο ἀθρόον, οὐκ ἐπιπολὺ διεσκεδασμένον, οἷον τὸ ἐναιώρημα διεστηκὸς, οἷον ἐξ οἵου τὸ ὑφιστάμενον ἔπειτα οὐρεῖται· καὶ τὸ μέν τι τοιοῦτον, τὸ δὲ ἱδρυμένον· ἄλλο τοιοῦτον ὀλίγον, ἐπὶ πλατὺ διεσκεδασμένον· ἄλλο τεταραγμένον· ἕτερον τοιοῦτον ἐναιώρημα νεφελίου ὑπομέλανος, δοκέοντος πάχος ἔχειν, χαύνου δέ· ἄλλο λεπτόν ἄλλο ἐναιώρημα λεπτὸν τοιοῦτον· ἄλλο, οἷον ἵππου· ἄλλο οἷον τὰ ζοφώδεα.

15. Ὁ πρῶτος παρενεχθεὶς, μειράκιον τούτῳ οὖρον καθαρὸν, λεπτόν· πάντων διαχώρησις· πουλλὴ, λεπτὴ, ἄχολος· γλῶσσα τρηχέη πάνυ· πυρετὸς περικαής· ἄγρυπνος· κοιλίη κυρτή· οὗτος παρέκρουσεν, οἶμαι. ὀγδόῃ, τρόπον τὸν ἀκόλαστον, ἀνίστασθαι, μάχεσθαι, αἰσχρομυθέειν ἰσχυρῶς, οὐ τοιοῦτος ἐών. Τούτῳ· ἀθρόων

154
οὔρων πολλῶν ἔλθόντων λεπτῶν ἐξ ἐπισχέσιος, ὕπνος ἐγένετο ξυνεχὴς, καὶ ἱδρὼς, κρίσιμος δοκέων ἐξ οὐ τοιούτου, ἴσως περὶ δεκάτην· ἔπειτα ἐξεμάνη τεαὖθις, καὶ ἀπέθανε ταχέως, ἑνδεκαταῖος. Προφάσιος, οἶμαι, πιεῖν ἄκρητον συχνὸν, πρὶν ἐκμανῆναι. Ὀλίγα ἔτεα αὐτῷ, εἴκοσιν ἐγγύς.

16. Τοῦ φθινοπώρου, ἤμεσε χολὴν μέλαιναν ἡ Εὐμένεος· καὶ αἱ ὀδμαὶ δὲ πρόδηλοι· καὶ οἱ φρικώδεες πυρετοί· καὶ αἱ καρδιαλγίαι· χολώδεα βραχέα ἀνεμοῦσα, καὶ τὸ ἑλμίνθιον· διαχωρήματα λεπτὰ πάντα τὸν χρόνον. Πρὸ πληϊάδων δύσιος, ὀλίγον τε περὶ αὐτὰς, αἵ τε αἱμοῤῥαγίαι, καὶ βραχύτεροι οἱ πυρετοὶ, καὶ ὑποστροφώδεες αὐτίκα βραχέῃσιν ὑποστροφῇσιν· καὶ ἀπόσιτοι, καὶ ἑφθοὶ, καὶ ἀσώδεες, καὶ καρδιαλγέες, καὶ θηριώδεες ἐν τῇσι κρίσεσι, καὶ ῥιγώδεες, καὶ χολώδεες.

17. Μειράκιον ξένον, τρίτῃ αἷμα ἐκ ῥινῶν πουλὺ, καὶ τετάρτῃ, καὶ πέμπτῃ· ἕκτῃ ἵστατο. Κοσμίως παρέκρουσεν ἑβδομαῖος· γαστὴρ ἑστήκει· κωματώδης ἦν· ὑποστροφὴ τριταίῳ ἐξέλιπε γαστὴρ ἀντεχομένη· οὖρον οὐκ οἶδα· περὶ κρίσιν, οἷον ἔδει.

18. Περὶ δὲ πληϊάδων δύσιας νότια καὶ ὑέτια ἦν. Μειράκιον, μυξώδεα, ὑπόχολα, πέπονα, γλίσχρα, συχνὰ διαχωρήματα· πῦρ

156
ξυνεχές· γλῶσσα ξηρή. Ἐκρίθη ἑκταῖος· ἑβδομαῖον αὖθις ἔλαβεν· ἀφῆκεν αὐθημερὸν τρόμῳ· ὠτὸς ῥεῦμα κατ᾿ ἀριστερὸν, γλίσχρον, παχὺ, ἕκτῃ.

19. Τῷ παιδίῳ τῷ φαγεδαινωθέντι, ὀδόντες οἱ ὑποκάτω, καὶ τῶν ἄνω οἱ ἐμπρόσθιοι ἀνέπλεον· ἔγκοιλον εἶχον ὀστέον. Ὧν μὲν ἐκ τῆς ὑπερῴης ἀπέρχεται, μέση ἵζει ἡ ῥίς· ὧν δὲ οἱ ἄνω ὀδόντες οἱ ἔμπροσθεν, πλατεῖα ἄκρη. Ἀριθμούμενος ὁ πεμπταῖος ἀπὸ τῶν ἔμπροσθεν, τέσσαρας ῥίζας κατὰ δύο συνεζευγμένας ὡς πρὸς ἑκάτερον τῶν γειτόνων ὀδόντων, ἄκρας ἀποκεκαμμένας ἐς τὸ ἔσω μέρος πάσας παρὰ τὸν τρίτον ὀδόντα, ἀποπυήματα πλείω, ἢ παρὰ τοὺς ἄλλους πάντας, καὶ τὰ ἐκ ῥινῶν παχέα ῥεύματα, καὶ αἱ ἀπὸ κροτάφων ὀδύναι ἐκ τούτου μάλιστα γίνονται. Ἐσθίεται οὗτος, μάλιστα ὁ πέμπτος. Ἐκ μέσου μὲν κόνδυλον εἶχεν, δύο δὲ ἔμπροσθεν· ὁ σμικρὸς, πρῶτος, ἔνδοθεν κατὰ τοὺς δύο ἐβέβρωτο. Ῥίζαν μίην, παχέην, ὀξέην, εἶχεν ὁ ἕβδομος. Τῷ Ἀθηνάδεω παιδίῳ ἄρσενι, ὀδὼν ὁ ἐπ᾿ ἀριστερὰ κάτω, ἄνω δὲ ὁ ἐπὶ δεξιά· τούτου οὖς δεξιὸν ἐνεπύησεν, οὐκ ἔτι ἀλγέοντος.

20. Μετὰ δὲ πληϊάδα, εὐδίαι ἐπινέφελοι, καὶ ὀμίχλαι. Κρίσιες πεμπταῖαι, καὶ ἑκταῖαι, καὶ ἑβδομαῖαι, ἔτι δὲ καὶ μακρότεραι· ὑποστροφώδεες οἱ πυρετοὶ, καὶ ἔς τι πλανώδεες, καὶ ἀπόσιτοι, καὶ χολώδεες· καὶ δυσεντερίαι, ἀπόσιτοι, πυρώδεες. Περὶ πληϊάδων δύσιας, νότια ἰσχυρῶς ἦν· αἱμοῤῥαγίαι, καὶ τριταιοφυέες, καὶ ἠπιαλώδεες. Ὁ ἐν τῷ σκυτείῳ ᾑμοῤῥάγησεν· κατακορὴς διαχώρησις

158
ὀλίγη· ἐκρίθη ἑβδομαῖος ῥίγει. Ὁ παῖς ὁ παρὰ τὸ ἔσχατον καπηλεῖον ἡμοῤῥάγησε τεταρταῖος πολλόν· αὐτίκα ἐφλυήρει· γαστὴρ ἀντίσχετο· ὑποχόνδριον ὀδυνῶδες, σκληρόν· πρὸς βάλανον ἑκταίῳ ὑπῆλθε κακὰ, χλωρά· ἑβδόμῃ πρωῒ, ῥιπτασμὸς, πουλλὴ βοὴ, φλεβῶν σφυγμοὶ παρ’ ὀμφαλόν. Ἐν τοῖσιν ὀξυτάτοισι τῶν πυρετῶν, οἱ σφυγμοὶ πυκνότατοι καὶ μέγιστοι· οἷον τὸ ἐς δείλην παροξύνεσθαι, τοιοῦτον ἐν πάσῃ τῇ νούσῳ. Πρὸς τὰς ἀρχὰς δὲ καὶ οἱ παροξυσμοί· καὶ τὸ πρωϊαίτερον σκεπτέον, καὶ τὸ συνεχέων, καὶ τὸ τοῦ ἐνιαυτοῦ. Μετὰ πληϊάδων δύσιας, νότια. Πέμπτῃ κρινόμενα, διαλείποντα, μίην λαμβάνει. Τὰ δὲ φολικώδεα, ἐπιφλυκταινούμενα, οἷα τῷ Ἀκανθίῳ λατύπῳ. Περὶ δὲ πληϊάδων δύσιας, ὑποψωρώδεα καὶ τρηχέα τὰ κνησμώδεα, οὐκ ἐπιδακρύοντα, μᾶλλον μὲν ταύτην τὴν ὥρην· ἀτὰρ καὶ τὰ λειχηνώδεα, ἐξαιρόμενα ταῦτα, οἷα τῇ Πυθοδώρου καὶ τῷ καπήλῳ, ξὺν πυρετῷ ἅμα ἀρχομένῳ, σχεδὸν τῇ Πυθοδώρου ἰσχία ἀκρατέα. Μετὰ πληϊάδων δύσιας, φρικώδεες, αἱμοῤῥαγικοὶ ἐκ ῥινῶν. Ὁ μὲν γλαύρως, ὁ σκυτεὺς, ἐκρίθη ἑβδομαῖος· μίην διαλιπὼν, μίην ἐλάμβανεν αὖθις· τετάρτῃ ἐκρίθη. Ἄλλος τῶν παρὰ Λεωκύδεος ἐκρίθη ἑβδόμῃ· ἄλλος τετάρτῃ. Μόσχος, ἐνάτῃ λαῦρον ἐξ ἀριστεροῦ, βραχὺ δὲ ἐκ δεξιοῦ μυκτῆρος· πρὸς τὰς τεσσαρεσκαίδεκα, ἐς κρίσιν ᾗ ἔδει, ἀρξάμενα, παρωξύνετο· ἁμαρτάδες βρωμάτων ἑπτακαιδεκάτῃ ἐγένοντο. Παρὰ τὸ οὖς ἐπὶ δεξιὰ σμικρὸν ἔσωθεν σκληρὸν, ἔξωθεν σμικρὸν χαῦνον, ὀδυνῶδες, οὐδὲν ἐπεδίδου· ἐννεακαιδεκάτῃ, ἀπεγένετο
160
νυκτός. Τοῖσι πάνυ χολώδεσιν, ἐν πυρετοῖσι μάλιστα, ὅλως ἐπὶ σκέλεα ἡ κάθαρσις· οἷον ὁ τὴν σικύην προσβαλλόμενος, ἐπεὶ ἐς τὸ ἰσχίον ὀδύνη τούτῳ ἐς σκέλος κάτω ἦλθε, καὶ ἐῤῥήϊσεν. Ὁ ἀπὸ τοῦ κεραμέου ἴπνου καταπεσὼν, ᾧ οὐ προσεβλήθη αὐτίκα σικύη. ἐκαύθη ἔσω, καὶ εἰκοστῇ ἐπαλιγκότησεν, αἱμοῤῥαγικὰ, καὶ τρυγώδεα, καὶ ἐσθιόμενα. Ἡ Τενεδίη τεταρταίη ἀπέφθειρεν, ὡς ἔφη, τριηκοσταῖον ἄῤῥεν· γαστὴρ ὑγρὰ, λεπτά· ξυνεκαύθη γλῶσσα· κρίσις. τεταρταίη. Μετὰ πληϊάδων δύσιας, σπληνώδεα, καὶ μέχρι πέμπτης ἔῤῥει. Ἐκρίθη ἑβδομαίῳ ἐόντι, οὖρον, οἷον ὀρόβων πλύμα, ὅμοιον αὐτὸ ἑωυτῷ, ἔπειτα καθαρόν· ὑποστροφή. Διέλιπέ τε καὶ τῷ Μεγάρεος, πλὴν αἷμα οὐκ ἐῤῥύη· οὖρον, οἷον τὸ Ἀρτιγένεος, λευκὸν, παχὺ, ὅμοιον.

21. Ἡλίου χειμερινέων τροπέων, ἄστρον οὐ σμικρόν· πέμπτῃ δ᾿ ὕστερον καὶ ἕκτῃ σεισμός. Ὅτ᾿ ἐν Περίνθῳ ἦμεν, ἡ ἀσθματώδης, ἡ Ἀντιγένεος, ἡ οὐκ εἰδυῖα εἰ ἔχοι, ἐρυθρὰ ἐπιφαινόμενα ἄλλοτε

162
καὶ ἄλλοτε· γαστὴρ σμικρὴ, ἄλλοτε μεγάλη, οἷον, βήσσουσα γὰρ ἐτύγχανεν, ὁδοιπορῆσαι θᾶσσον· μὴν ἦν ὄγδοος· ἱδρύθη προπυρεταίνουσα.

22. Ἡ δὲ τοῦ Ἀπημάντου ἀδελφεοῦ γυνὴ ἀπέφθειρεν ἑξήκονθ᾿ ἡμερῶν, ὡς ἔφη, ἑβδομαίη θῆλυ· περὶ δὲ ἐνάτην ἐθορυβήθη· μετὰ δὲ κρίσιν, τὰ δεξιὰ ἤλγει, ὡς ἂν ἀπὸ ὑποστροφῆς· αὐτὴ εἶχε ταχέως, καὶ ἀπέφθειρεν. Ἑτέρη λευκοῖς θυγατέρα ἔτεκεν· ἑτέρη ἐρυθροῖς, ὡς ἔδει.

23. Φρικώδεες, ἀσώδεες, ἀπόσιτοι, ὑποστροφώδεες, χολώδεες, αἱμοῤῥαγικοὶ, ὑπόσπληνοι, ὀδυνώδεα τρόπον ἐκ τῶν ἀριστερῶν οἱ πλεῖστοι. Τῇ Ἀπημάντου, ᾗ ἔστραπτο, ταύτῃ τὸν ὀφθαλμὸν τὸν δεξιὸν, τὸν δὲ κενεῶνα ἐπὶ τὰ ἕτερα. Ἡ Ἀριστοφῶντος θυγάτηρ, τῇ τρίτῃ καὶ τῇ πέμπτῃ ἐπυρέτηνεν· ξηρὴ διετέλει τὰ πλεῖστα· γαστὴρ μέντοι ταραχώδης ταύτῃ· δύσκριτα· ὑπὲρ τριήκοντα ἐπαύσατο. Φλύκταιναι μὲν ἐκ κόπων οὐ κάρτα ἰσχυρῶν ἀφικνεῦνται ἐς ἑβδόμην, ὑποπέλιοι. Ῥῖγος τῇ ὄπισθεν τοῦ Ἡρωΐου παιδίσκῃ ἐγένετο. Αἱ δὲ λευκαὶ μεγάλαι, οὐδ᾿ αὐταὶ πάνυ χρησταὶ, τῶν κατοχέων

164
χέων καὶ ὑπνωδέων, καὶ μὴ ξυμπιπτόντων, καὶ χολῆς ἀντεχομένης, καὶ ἢν ὑγρὴ ᾖ ἢ σκληρὴ, οὐ ξυμπίπτοντες. Ζωΐλου τοῦ τέκτονος τρομώδεες σφυγμοὶ, νωθροί· οὔρησις καὶ κοιλίη, μετρίως ἀχρόως· ἤτρου ἔντασις ἑκατέρωθεν ἐς ἰθὺ μέχρις ὀμφαλοῦ, ξὺν ὀξεῖ· ἀπόσιτος· διψώδης.

24. Ἡ παρὰ Τηκομαίῳ ἀγορηνόμου θυγάτηρ, ἐν γαστρὶ ἀσήμως ἀρξαμένη, διμήνου ἔμετος φλεγματώδης, ὁτὲ δὲ χολώδης, ἔῤῥηξεν· χαλεπῶς ἔτεκεν· τελέως ἐκαθάρθη· ἔμετος ὁμοῖος μέχρι τριηκοστῆς ἔπειτα γαστὴρ ἐταράχθη, καὶ ὁ ἔμετος ἐπαύσατο· λειεντερίη· γυναικεῖα οὐκ ἐγένετο δύο ἐτέων· χειμῶνος ἔσχεν αἱμοῤῥοΐδας.

25. Οἱ δύο ἀδελφεοὶ, οἱ τοῦ Κέκροπος οἰκεῖοι, οἷσι τὰ μέλανα κατ᾿ ἀρχὰς διῄει, ὑπότρυγα, καρυκοειδέα, ἐκ κατακορέων ἀφρωδέων χλοώδεες ἦσαν. Ὃς τὸν οἶνον ἐκ συνθήκης ἦρεν, ἐπυρέτηνεν αὐτίκα· τριταίῳ ᾑμοῤῥάγησε, τετάρτῃ καὶ πέμπτῃ καὶ ἑβδόμῃ καὶ ὀγδόῃ· ἐκρίθη· κοιλίη ὑγρή. Ὁ ἐκ μετάλλων, ὑποχόνδριον δεξιὸν

166
ἐντεταμένον· σπλὴν μέγας· κοιλίη ἐντεταμένη, ὑπόσκληρος· πνευματώδης, ἄχροος· τούτῳ ἐς γόνυ ἀριστερόν· ὑποστροφή· δι᾿ ὅλου ἐκρίθη. Ὁ Τημένεω εἶχέ τι πνεύματος ὡς χλοώδης, ἐς νῶτα, ἐς χεῖρας ὀδύνη. Ὁ τῆς λεχοῦς ἀνὴρ, ὁ παρὰ τὰ σιτοδόκου, ὁ ἰκτεριώδης, πρὸς ὃν ἑβδομαῖον ἐσῆλθον, ὀγδόῃ ἀπώλετο, οὔτε οὐρέων, οὔτε διαχωρέων· ὑποχόνδρια μεγάλα καὶ σκληρά· καὶ πνεῦμα πυκνόν· οὗτος ἀπολλύμενος οὐδ᾿ ὑπὸ τοῦ πόνου ἐνότισε τὸ μέτωπον. Ἡ τούτου γυνὴ ἐξέβαλε θῆλυ ἑβδόμῃ ἑβδόμῳ μηνί· ἐφάνη δὲ τετάρτῃ· ταύτην μὲν ἐν ἀρχῇ ποδῶν ὀδύνη εἶχεν· λήγοντος δὲ τοῦ πυρετοῦ, πνεῦμα οὐκ ἐλύθη, ἀλλ᾿ ἐγκατελήφθη· ἐς χεῖρας ὀδύνη καὶ βραχίονα· ὑποστροφὴ διὰ μηκίστου ἔλαβεν· ῥῖγος· ἐπέσχετο οὖρα πρὸ κρίσιος. Ἡ παρὰ Τημένεω ἀδελφεὴ ξὺν ῥίγει ἐκρίθη· τοῦ χλοώδεος δὲ λήγοντος, ταχέως, χεῖρες καὶ ὦμοι· τούτων
168
δὲ ληγόντων, κεφαλῆς, ὀφθαλμῶν· τὰ ἄνω βλέφαρα ἐπήρθη, καὶ ἐδακρυῤῥόει· οὐκ οἶδα τὰ λοιπά· ἐκρίθη περὶ ἑβδόμην τοῦ πρώτου. Ὁ δὲ Μενάνδρου ἀμπελουργὸς, ὡσαύτως· πλὴν γαστὴρ κατ᾿ ἀρχὰς λεπτὰ ἐδίδου, ἔπειτα ἔστη, καὶ τὸ οὖρον· ἐκρίθη· οὐκ ἐῤῥίγωσεν ἑβδόμῃ, ἦρα ὅτι ἡ γαστὴρ προεταράχθη; Ὁ Ποτάμωνος, τούτῳ κοιλίη οὐ διῄει ἑβδομαίῳ, πρὸ κρίσιος δύο ἡμέρας, οὐκ ἐῤῥίγωσε διὰ τοῦτο, οὐδὲ τὸ οὖρον ἔσχετο. Ὁ ὀδοὺς τοῦ Ἡγησιστρατίου, ᾧ τὸ ἀποπύημα παρ᾿ ὀφθαλμὸν, καὶ ἀπεπύησε παρὰ τὸν ἔσχατον, καὶ αὖθις ἐξιήθη ὁ ὀφθαλμὸς, καὶ κατὰ ῥῖνας πῦον ἧκε παχύ· παρὰ τὸ οὖλον, σαρκία σμικρὰ, στρογγύλα, ἀπῆλθεν· τούτῳ παρὰ τὸν τρίτον ἐδόκει ἀποπυήσειν, ἔπειτα ἀπετρέπετο, ἐξαίφνης δὲ ᾤδησεν ἡ γνάθος, καὶ ὀφθαλμοί. Οἷσιν ἐς τοὺς ὀφθαλμοὺς ἀποστάσιες ἐν καύσοις, ἐξέρυθροι γνάθους, καὶ αἱμοῤῥαγικοί· ἀτὰρ καὶ οἷσι παρὰ τὰ ὦτά ἐστιν· ἴσως δὲ καὶ ἀποστάσιες ἐς ἄρθρα μᾶλλον, οὐ μὴν σάφα οἶδα. Τί τὰ ῥίγεα τρομώδεσιν; Ὑποχονδρίου ἔντασις, γυναικεῖα ἐπεφάνη δεκάτῃ καὶ ἑβδόμῃ, ἐκρίθη διατελέως. ᾟ γε μὴ οὕτως ἐνέμεινεν, ἐκρίθη τρίτῃ· ἄλλη, πέμπτῃ· ἄλλη ἑβδόμῃ ἐκρίθη. Τῷ Ἡγησιστρατίῳ οἱ δύο ὀδόντες οἱ ἔσχατοι τὰ πρὸς ἀλλήλους ἐβέβρωντο· ὁ ἔσχατος εἶχεν ἄνωθεν τοῦ οὔλου δύο κονδύλους, ἕνα μὲν κατὰ βρῶμα, ἕνα δὲ ἐπὶ θάτερον. ᾟ δὲ οἱ δύο, ταύτῃ ῥίζαι πλατεῖαι, ἴκελοι, ἐκ δύο
170
ξυνέπιπτον· ἐπὶ τὰ ἔτερα μία, ἡμίσεια, στρογγύλη. Γυναικὶ, ᾗ ἡμοῤῥάγησε τετάρτῃ καὶ ἕκτῃ, ἑβδομαίῃ ἐκρίθη· ἐξέρυθρος. Γυναικὶ καρηβαρικῇ ἰσχυρῶς, ταύτῃ ἐκρίθη περὶ εἰκοστήν· καυσώδης ὑποχόνδρια· ἑβδόμῃ οὐ κάρτα ᾑμοῤῥάγησεν· διαχωρήματα λεπτά· ἐς ὀφθαλμὸν δεξιὸν, περὶ ὀγδόην. Ἀνδρὶ ταὐτὰ, πλὴν ἑβδόμῃ ἐκρίθη· ὑπόσπληνος, ἐς τὰ ἀριστερὰ, ὀγδοηκοσταίῳ· καὶ χρονιώτερα τούτῳ τὰ τοῦ ὀφθαλμοῦ, ἴσως ὅτι ὕστερον τῆς κρίσιος, καὶ ὅτι πολλά.

26. Τημένεω ἀδελφιδῆ πνευματώδης, ὑποχόνδρια καὶ ἐντεταμένα ἐφάνη διὰ χρόνου· εἰ δὲ καὶ εἶχέ τι νήπιον, οὐκ οἶδα. Γαστὴρ τὰ πρῶτα ἑστηκυῖα, καὶ ἐμετώδης τότε, ἔπειτα οὐκ ἔτι· γαστὴρ διῄει πουλλὰ γλισχρόχολα, ὑποχόνδριον οὐκ ἐκώλυεν. Ἑνδεκάτῃ, ἐς τὸν μέγαν τῆς δεξιῆς, φλεγμονή· κατάῤῥηξις, καὶ ἐπεχώρει ἀνωτέρω. Τούτου γενομένου, βελτίων ἐγένετο· καὶ γὰρ καταφορὴ ἧσσον καὶ πυρετὸς, καί τινι καὶ εὐπνοωτέρη, ὅτι ἄνω ἤμει ἔμετον κακόν. Ἑκκαιδεκάτῃ, ἰσχνὸν ἐγένετο, καὶ πνεῦμα πυκνὸν, καὶ πυρετός· ἀπέθανεν. Αὕτη ἐπύρεξε πρὸ τῆς ἀποστάσιος· ἑβδόμῃ, μετὰ τὴν ἀπόστασιν ἀπώλετο· ἦν καὶ αὕτη τοῦ ἐξερύθρου τρόπου.

172

27. Ὁ παῖς, ὃς ἦν τῆς γυναικὸς τῆς τοῦ Ἀπημάντου ἀδελφεῆς, ὑποχόνδρια μεγάλα καὶ σπλὴν, πνεῦμα· διαχώρησις γλισχρόχολος, ὑπόκοπρος· κοπιώδης ἐξ ἔργων· εἰκοσταῖος ἐς πόδας, καὶ κρίσις· ἦρα τοῖσι κοπιώδεσιν ἐς ἄρθρα, καὶ οὐκ ἐς ὀφθαλμόν; Τὰ ὑποχόνδρια δὲ ἐντεταμένα ἦν· καὶ δὴ καὶ ἦν τι βηχίον ξηρὸν ἡσυχῇ.

28. Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα· καὶ τὰ ἐν αὐτῇσι τῇσι νούσοισιν ἀποκρινόμενα, πτύαλον προπεπαινόμενον, ἡ γαστὴρ, ἀκρησίαι καὶ ταῦτα.

29. Ἀπημάντῳ, ᾧ τὰ ἐν τῇ ἕδρῃ, ἀλγήματα ἐν τῷ δεξιῷ κενεῶνι, καὶ παρὰ τὸν ὀμφαλὸν κάτωθεν ὀλίγον· καὶ ἐκ δεξιοῦ πρὸ τοῦ ἀλγήματος προούρει αἱματῶδες· ἔληξε τρίτῃ. Καὶ ὁ τέκτων ἐπὶ τὰ ἕτερα· ἐκ τῆς αὐτῆς ἰξύος καὶ οὗτος προούρει αἱματῶδες. Λήγοντος δὲ, ἀμφότεροι ὑποστάσεις εἶχον, καὶ τοῦτο τρίτῃ· ἐπεχλιαίνετο δὲ πλεῖστα Ἀπήμαντος, ὁ ἕτερος οὐκ ἐνόει, εἰ μὴ ἐπὶ τὰ ἀριστερά· καὶ Νικοστράτῳ προσεγένετό τι τὰ ὕστατα ἐκ τῶν δεξιῶν, κατώτερον ἢ ᾧ ἐν τοῖσιν ἀριστεροῖσι, πρόμακρα δὲ πρὸ τοῦ κενεῶνος μέχρι πρὸς ὀμφαλὸν ἀμφοτέροισιν.

30. Ἡ γραίη ἡ κατὰ Σωσίλεω λευκοφλέγματος· κνῆμαι σκληροῖσιν

174
οἰδήμασι, λευκοῖσι, φολικώδεσι, καὶ πόδες, ἧσσον δέ· ἦν δὲ καὶ ἐν τοῖσι κάτω τῶν μηρῶν· τοῖσι δὲ πολλοῖσι δυσέξοδον τοῦτο· ἀτὰρ καὶ ὀσφύϊ· καὶ λεπτόγαστρος· ὑποχόνδρια ὑπολάπαρα, πνευματώδης δὲ οὐ κάρτα· ἦν δὲ, ληγόντων τῶν πλείστων, μελέτη καὶ ἄλλη· ἐγλαυκώθη ἡ ὄψις. Ταύτῃ μὲν τῶν ὀμμάτων ἡσυχώτερα δή τι σμικρὸν ἦν· ἰσχίου δὲ καὶ σκέλεος, ὑστερικὰ ἦν, δοκέοντα ἀλγήματα εἶναι. Προσθεμένη εὐῶδες ἐξ ἀλήτου καὶ μύρου, ξυνέβη ταχέως ἀναδοθῆναι καὶ τελευτῆσαι. Χρόνος τῇ ἐς ὀφθαλμοὺς ἀποστάσει, ἐνιαυτὸν πέρι, ὁ φακώδης, ᾧ καὶ τὰ ἐξανθήματα ἐξετάκη οὐ τελέως. Ἔστι δὲ καὶ ἀπὸ τῶν συρμάτων τοιαῦτα.

31. Ἐν τῇ Ἱππολόχου κώμῃ, παῖς, ᾧ ἐν τοῖσιν ὑποχονδρίοισι τὸ περιλαμβανόμενον περὶ ἀμφότερα ἦν τωὐτὸ, σκληρὸν δὲ καὶ κάτωθεν ἔχον ὑπόλαμψιν ἐμφερῆ τῇ τοῦ χαλκέως, τῇ ὑδρωπιώδεϊ, ᾗ λεπτὰ ἐλθόντα μέρος τι ἐλάπαξεν. Ἦν δὲ καὶ αὐτὸ τοῦτο πρὸς τοῦ δεξιοῦ ὁμαλόν τι ὑπερεξηρμένον, τῶν ὑπό τι περιφέρειαν ἐχόντων. Τούτῳ ὁ ὀμφαλὸς ἐκ γονῆς ἐμελάνθη, καὶ ἕλκος βαθὺ ἐγένετο, καὶ ὁ ὀμφαλὸς οὐ μάλα οὐλὴ ἐγεγόνει, καὶ τὸ αἰδοῖον ἀκρόψιλον ἐγεγόνει, οὐ τοιοῦτον αὐτίκα ἐὸν, οὐδὲ ξυγγενικόν· ἐπεί τε μᾶλλον ἐγίνετο, οὗτος ἀνήμει τὰ πλεῖστα· πυρετός· ἀποσιτίη· ὑγιάνθη. Περὶ δὲ ἑβδόμην ἀπὸ τῆς κατακλίσιος, πρόσθεν γὰρ προέκαμνεν,

176
ὕδωρ τε πουλὺ πίνων, καὶ ἴσως ἄλλως ὑποκατεφρόνει, ἐῤῥιπτάζετο, καί τι ἐσπᾶτο· λήγοντος δὲ τοῦ σπασμοῦ, ἔλαθεν ἀποσβείς· πρὸ δὲ τούτου, οὔρησεν ἀθρόον, καὶ φῦσαι διῆλθον, ἐν βρόμῳ, καὶ τὰ ἄνω οὐκ ἐλάπαξεν οὐδέν· ἀπογενομένου τε, εὐθέως κεῖνά τε ἐλαπάχθη ἰσχυρῶς, καὶ τἄλλα διεφοινίχθη ὡς μάστιξι πᾶν τὸ σῶμα πλὴν τούτου, ᾗ μάλιστα τὸ ἔξαρμα ἦν, καὶ θερμὸς ἐπὶ συχνὸν ἦν. ᾯ δ᾿ ἐν Ἀβδήροις ἐῤῥάγη κάτω, ᾤδεε πρόσθεν· τὰ ἀνῳδηκότα, ἀπυρέτῳ· τὸ δὲ ἔπαρμα, ψαυόμενον, εἴκελον ἐμπύῳ ἦν.

32. Ἀσθματώδει οἰκέτιδι, ἔνθα τὴν στλεγγίδα, ᾑμοῤῥάγησεν ἐν τοῖσιν ἐπιμηνίοισιν· ἐγένετο δὲ ἄσθματα, ἐκεῖνα ἐπαύσατο· πυρετὸς ἐγένετο· μαζὸς ἐνεπύησεν ἀριστερὸς ὕπερθεν, καὶ ἀπ᾿ ἀρχῆς καὶ οὖς.

33. Τῇ Ὀλυμπιοδώρου παιδίσκῃ, αἷμα ἐκ τοῦ δεξιοῦ, καὶ ἐκρίθη ὡς εἰκοσταίη, οἷα καὶ τοῖσι πυρεταίνουσι, καὶ διαχωρήσιες οἷαι καὶ τοῦ

178
θέρεος ἐπεδήμησαν, καὶ οἷα ἡ Ἱππώνακτος, καὶ οἷα ἡ οἰκέτις ἡ Ἀριστείδου ὀγδόῃ.

34. Ἐν τῇσι τῶν φαρμάκων καθάρσεσι κάτω, σημεῖα, οἷα εὐφόρως φέρουσι, κἂν μὴ παρὰ λόγον γυιῶνται, καὶ μήτε ἔπαφρα, μήτε ὕφαιμα, ἀλλ᾿ οἷα ὠά ἐστιν, οἷα Ἡρακλείδεω, ἐκαθάρθη πολλὰ, καὶ ῥηϊδίως ἔφερεν.

35. Τῇ ἐν τῇ Βουλαγόρεω κώμῃ ἀποκαθαρθείσῃ, ἤρξατο πυρεταίνειν ἐπισπλήνῳ, ἐχούσῃ δὲ καὶ δεξιὸγ ὑπό τι μετέωρον μὲν οὔ, ἐντεταμένον δέ· οὗτοι καὶ ἐξέρυθροι γίνονται, μᾶλλόν τι ἐξέρυθρος ἐοῦσα· κοιλίη ἐν ἀρχῇσι τεταραγμένη. Προσεδεχόμην ἐς ὀφθαλμὸν στήριξιν· ταύτῃ, ἑβδόμῃ ἁλμῶδες ἐκ τῶν ὀφθαλμῶν ἦλθε δάκνον δάκρυον καὶ κατὰ ῥῖνα καὶ κατὰ φάρυγγα· καὶ οὖς ἀριστερόν. Πεντεκαιδεκάτῃ ἵδρωσε σὺν ῥίγει· οὐκ ἐκρίνετο πρὸ τοῦ ῥίγεος· ἐχλωρίασε κάρτα, καὶ προσώπου περίτασις καὶ σύμπτωσις· τὸ οὖς κατ᾿ ἴξιν τοῦ σπληνὸς καὶ τὸ πλευρὸν ἤλγει.

36. Τοῖσι παιδίοισι, γαστέρες ταραχώδεες, καὶ βῆχες ξηραί· ἐς ὦμον ἔστιν ὅτε ἀπεπύει ἐν τῇσι βήξεσι τῇσιν ὑστέρῃσιν. Ὁ κναφεὺς, τράχηλον, κεφαλήν· ἑβδόμῃ, χεὶρ ναρκώδης· ἐν τῇ ἐνάτῃ, σκέλος ναρκῶδες· βὴξ ἐπαύσατο. Ἡ τὴν γνάθον ἐρυσθεῖσα ἐν πέμπτῳ μηνὶ ἐν γαστρὶ εἵλκυστο ἐς τὰ ἀριστερά.

180

37. Ἐν Κρανῶνι, Λυκίνῳ γραμματικῷ ἐκ πυρετοῦ χολώδεος, ἐπισπλήνῳ, καρηβαρίη· αἱμόκερχνα κατὰ σπλῆνα ἐν χείλεσιν ἀμφοτέροισιν ἕλκεα ἔνδοθεν, στρογγύλα, σμικρά· ἔπειτά τι καὶ αἷμα ἐκ τοῦ κατ᾿ ἴξιν σμικρὸν ἐῤῥύη.

38. Τῇ οἰκέτιδι, ἣν νεώνητον ἐοῦσαν κατεῖδον, ᾗ τὸ σκλήρωμα ἐν τοῖσι δεξιοῖσιν ἐνῆν μέγα, οὐ κάρτα ὀδυνῶδες, καὶ γαστὴρ μεγάλη καὶ περιτεταμένη· οὐκ εἰκέλη ὑδατώδει, καὶ τἄλλα λιπαρὴ, καὶ οὐ πάνυ δύσπνοος, ἄχροος δέ· γυναικεῖα ἑπτὰ ἐτέων οὐκ ἐληλύθει. Ἐγένετο δυσεντεριώδης, καὶ οὐ τεινεσμώδης· καὶ ὑπὸ ταῦτα ὀδυνῶδες τὸ ἐν τῷ δεξιῷ ἦν, καὶ πυρετοὶ βληχροὶ, οὐ πρόσω ἑπτὰ ἡμερέων, καὶ κοιλίης ταραχὴ ἠλεκτρώδης, ὑπόγλισχρος, ὑπέρπολλος ἐφ᾿ ἡμέρας τινάς· ὑγιής· καὶ γυναικεῖα μετὰ ταῦτα ἐγίνετο, καὶ τὰ κατὰ τὴν γαστέρα λαπαρὰ, καὶ χρῶμα εὔχροον, καὶ παχὺ ἦν αὐτῇ.

39. Ἡ Μίνωος, ᾗ, ἐκ τομῆς πιεσάντων, ἐσφακελίσθη, καθισταμένου ἐς πλεύμονα, ἐπεσήμαινε βραχέως, ὅσῃσι περιῆν, καὶ ἄλλ᾿ ὅ τι ἐς ἔνδον.

182

40. Τὰ ἐντεθέντα ἐς τὴν ῥῖνα, ἢν πυρετήνωσιν, ἢν μὲν λυθῇ ἡ ὀδύνη, παχέα κατὰ τὸν μυκτῆρα ῥεῖ· ἢν δὲ μήτε ὀδύνη, μήτε πυρετὸς, λεπτὰ καὶ ἴσως πυρώδεα, οἷον τὸ μὲν λεπτὸν Ἡγησίππῳ ἐς νύκτα προσθεμένῳ, τὸ δὲ παχὺ τῷ ἐν Κορίνθῳ εὐνούχῳ· εἰ δεῖ, τὸ σκαλεύειν· πέπερι.

41. Αἱ ἐπὶ τῇσι νούσοισιν ἀποστάσιες εἰ κρίνουσι, σημεῖον· ἢν πυρώδεα ἐόντα, μὴ πυρεταίνωσι, καὶ δύσφορα ἐόντα, εὐφόρως φέρωσιν, οἷον τὰ ἐν τῇ ἕδρῃ, Χάρωνι. Τῷ δὲ Λεαμβίῳ ἑλκώδεος ἐντέρου δοκέοντος εἶναι, ἐν δυσεντερίῃ, φαρμακευθέντι, ὁμοίως καὶ ἕδρη ἐφηλκώθη ἀπυρέτου ἐν ἀριστερᾷ. Ὁ ἀπὸ τῶν φυσέων μετεωριζόμενος ἐπῆρτο καὶ ὑπήλγει ἐν κενεῶνι· τούτῳ γάλα πλεῖον καὶ ἀκρητέστερον πιόντι καὶ ἐπικοιμηθέντι, αὐτίκα ναυσίη καὶ θέρμη ἐγένετο· ἔπειτα ὀπτῶντι, καὶ ἀντὶ σιτίων ἐσχαροπέπων κρίμνων ἀποφαγόντι, ξυνέστη ἡ γαστήρ· καὶ πυῶδές τι ἐπιδιῆγεν. Ἕδρης δὲ ἐπιφλεγμηνάσης, ἀπύρετος καὶ ἀνώδυνος ἦν ἱκανῶς· τοῦτο λέγω.

42. Ὁ ἐν τοῖσι λιθίνοισι προπύλοισι πρέσβυς ὀσφὺν ἤλγησε καὶ σκέλεα ἄμφω· καὶ θάτερον κατέβαινεν ἐπὶ μηροὺς, καί ποτε κνήμας, καί ποτε γούνατα. Ἐγχρονιζούσης μάλιστα, πολλαὶ παλινδρομίαι

184
ἐγεγένηντο· οἴδημα ἐν ποσὶν, ὀσφύϊ, κνήμῃ· βραχὺ βουβῶνες, γαστὴρ σκληρὴ, καὶ ἔντασις ἤτρου ἡ πᾶσα, καὶ ὀδυνώδης τὰ πλεῖστα· εὑρέθη ἔχων καὶ κύστιν σκληρὴν καὶ ὀδυνώδεα· καὶ βλαστήματα, καὶ θέρμαι. Καὶ μετὰ ταῦτα ἠλγήκει παρ᾿ οὖς· ταὐτὸν σύστρεμμα, ἀδένος οὐκ ἐπιψαύοντος, ὀστέον οὐκ ἀποπυοῦν, καὶ τοῦτο ἐμωλύνθη, καὶ τότε εὐθὺς ἐπυρέτηνεν.

43. Ὅτι τοῖσιν ὄμμασι, τοῖσιν οὔασι, τῇσι ῥισὶ, τῇ χειρὶ αἱ κρίσιες, καὶ τἄλλα, οἷσι γινώσκομεν. Ὁ ἀσθενέων· ὁ δρῶν, ἢ θιγὼν, ἢ ὀσφρανθεὶς, ἢ γευσάμενος, τὰ δ᾿ ἄλλα γνούς· τρίχες, χροιὴ, δέρματα, φλέβες, νεῦρα, μύες, σάρκες, ὀστέα, μυελὸς, ἐγκέφαλος, καὶ τὰ ἀπὸ τοῦ αἵματος, σπλάγχνα, κοιλίη, χολὴ, οἱ ἄλλοι χυμοὶ, ἄρθρα, σφυγμοὶ, τρόμοι, σπασμοὶ, λύγγες· ἀμφὶ πνεῦμα· ἄφοδοι· οἷσι γινώσκομεν.

44. Τοῖσιν ἐμπύοισι τὰ ὄμματα, καὶ ἐκρηγνύμενα μεγάλα ἕλκεα γίνεται, καὶ ταμνόμενα βαθέα, ἀμφοτέρως αἱ ὄψεις ἑλκοῦνται.

45. Ὁ ἀπ᾿ Ἀμφιλόχου κώμης Ἀριστέης τετάρτῃ παρέκρουσε·

186
κοιλίη ὑπόχλωρα διῄει· καὶ ὕπνοι οὐχ ὑγιέες· λευκόχροος. Ἀρχομένων, οἷον ὑποτρομώδεες καὶ δακτύλους καὶ χείλεα διαλεγόμενοι, καὶ τἄλλα ταχυγλωσσότεροι προπετέως· ἔρευθος ἐπὶ προσώπου μάλιστα τούτοισιν ἦν. Οὗτοι, ἐκ θωρήξιος ἢ ἐμέτου χρηστῶς ἐμέσαντες, ᾤδεον. Ὁ δὲ κατὰ Μηδοσάδεω, ᾧ λεπτὰ, ἄχολα, ὑδατώδεα, πουλλὰ διεχώρει, ὑποχόνδριον ὑπακοῦον καὶ κυρτόν· κωματώδης ἐγένετο· περὶ τεσσαρεσκαιδεκάτην, πρὸς κρίσιν μάλιστα ἰόντι, ῥῖγος ἄτρομον, διάλυσις, πάρεσις, σύμπτωσις· τὰ τῶν ἀπνόντων· κωματώδης, παραφερόμενος ἐξ ὕπνου, οὐκ ἐξεμάνη· ἐκρίθη περὶ τεσσαρεσκαιδεκάτην· οὐδὲν τῶν κρινόντων ἐναντίον. Ὁμοίως ὁ ἕτερος, ἐν ἀρχῇσιν ὑπόγλισχρα διαχωρήματα, ἐξ οἵων τὸ παχὺ κρίσιμον, ἀγρύπνῳ· μετὰ ταῦτα, ὑπόγλισχρα, ὑπόχολα, πέπονα, χολώδεα, μὴ λεπτά· ἐπὴν δὲ ἄρξηται ξυνίστασθαι, ταχεῖαι αἱ κρίσιες. Ὑποχόνδριον ἐντεταμένον· ἐφάνη φλεδονώδεα τρόπον περὶ ἕκτην· ἔπειτα ἐκοιμήθη ἑβδόμῃ· ἐκρίθη περὶ ἐνάτην. Λευκόχροοι, οὐ πυῤῥοὶ, ἀμφότεροι. Διαχωρημάτων ὑδατωδῶν, ἢν ἐς αἰθρίην τεθῇ, πέλιον ἄνωθεν λεπτὸν, κάρτα εἴκελον ἰσατώδει, κάτωθεν γίνεται ὑπόστασιν ἔχον. Οἷσι κατὰ τὰ δεξιὰ ὑπολάπαρος ἔντασις, φρενιτικοὶ, ἢν μὴ λύηται, λήγοντος τοῦ πυρετοῦ· οἷσι δὲ ὑπὸ λαπαρότητος κοιλίης, ἐν αὐτῷ τούτῳ οἷον περιλαμβανόμενον ἢ σκληρὸν,
188
ὀδυνῶδες γίνεται καὶ πάνυ κακόηθες, οὐκ ἐθέλει διαχεῖσθαι, ἴσως ἐκ τῶν τοιούτων ἐκπυΐσκονται. Ἐν δὲ τοῖσι δεξιοῖσιν αἱ ἐπάρσιες, ὅσαι μὲν ἐπὶ πουλὺ μαλακαὶ, καὶ μάλιστα πιέζοντι ἢν ὑποβορβορύζῃ, οὐ πάνυ τι κακοήθεες, οἵη τῷ ἀπ᾿ Ἀμφιλόχου καὶ τῷ κατὰ Μηδοσάδεω. Οὗτοι κωματώδεες, καὶ ἐν τοῖσιν ὕπνοισι παραφερόμενοι.

46. Αἱ καταστάσιες, καὶ οἷα ἐν ᾗσι μᾶλλον καὶ ἧσσον γίνεται ὥρῃσι, χώρῃσιν· τὰς ἀκμὰς ὅτε τῶν νούσων, καὶ πρὸς κρίσιν, καὶ τὸ καθ᾿ ἡμέρην, καὶ τὸ πρωϊαίτερον, καὶ ὀψιαίτερον, τρίτῃ, τετάρτῃ περιόδῳ· καὶ περιόδων, ἐν ᾗσι τὰ κρίνοντα, οἷα τὰ ἐμεύμενα, καὶ μή· αἱ ἀποστάσιες, ᾗσιν ὑποστροφαί· φλέβες κροτάφων, καὶ ξυμπτώσιες, καὶ χροιῶν μεταβολαὶ, πρὸ τῶν κρισίων, καὶ οἷσι μὴ κρίνεται, καὶ οἱ ἀλυσμοὶ, περιτάσιες, χροιῶν μεταβολαὶ ἐκ τοῦ ἐρυθροῦ ἐς χλωρὸν, ἢν μὴ κρίνῃ· καὶ αἱ δέρματος περιτάσιες, ἄνευ κρίσιος, καὶ ξύμπτωσις ὄμματος, τοῦ σώματος σκληρότης ξηρή. Οἳ μὲν ἑκόντες δακρύουσιν, οὐ κακόν· οἷσι δὲ ἀκουσίως παραῤῥεῖ, κακόν· οἷσι δ᾿ ἐπὶ τῶν ὀδόντων περίγλισχρα γίνεται, κακὸν ὑποχάσκειν.

47. Ὃς ἐν τῇ κνήμῃ ἔλκος ἔσχε, καὶ τῷ ἀττικῷ ἐχρήσατο, τούτῳ

190
ἐξανθήματα ἐξαιρόμενα, ἐρυθρὰ, μεγάλα, τοῦτο ἀντὶ τῆς βηχὸς τῆς ὕστερον· οὐ γὰρ ἔβηξε, τὸ δὲ πρότερον.

48. Ἔν Αἴνῳ ὅσοι φρικώδεες, τρωματίαι κεφαλῆς, κακοήθεις, καὶ ἐμπυητικοὶ ἐκ τεινεσμοῦ, ὁδοιπόροισιν ὀδύνη ποδῶν, καὶ ἐν τῇσι ταραχῇσιν οἱ κόποι, οἷον ἡ Κλινία ἀπόσιτος, τηκομένη, πυῶδες, ἄλλοτε σμικρὸν αἱματῶδες, πόδες ἐπῴδεον.

49. Ἡ Ἱστιαίου, ὑδρωπιώδης ἤδη καὶ ἐπὶ τρία ἔτεα, ἦρος ἀρχομένου, ἔβησσεν, ὑπὸ πληϊάδα διεπύησεν, ἐς χειμῶνα ἐξυδατώθη· κείνων δὲ, φαρμακευθεῖσα, ἐῤῥήϊσεν· ἀπέθανεν ἡ παιδίσκη.

50. Τῶν βησσόντων οἱ μὲν τῇσι χερσὶ ταλαιπωρέοντες, οἷον ὁ παῖς ὁ τὰ κλήματα στρέφων, καὶ ὁ Ἀμύντεω, παραλυθέντες αὐτὴν μοῦνον τὴν δεξιὴν ἀμφότεροι, ἐπαύσαντο, ἔπειτα ἔπαθον τοῦτο βήσσοντες· οἳ δὲ ἢ ἵππευσαν, ἢ ὡδοιπόρησαν, ἐς ὀσφὺν, ἐς μηρόν· ξηραὶ δὲ αἱ πλεῖσται, εἰ δὲ μὴ, βίαιοί γε.

192

51. Ἡ Ἐνμύριος τρόπῳ οὐ νοσώδει ἐδόκει ἄνευ πυρετοῦ τυφώδης ἐοῦσα· ἔπειτα ἐς τρόμον οἱ ἦλθε παντὸς τοῦ σώματος, καὶ τῆξιν, καὶ ἀποσιτίην, καὶ δίψαν, καὶ ψυχρὴ ἦν.

52. Οἱ δὲ νυκτάλωπες, οἱ πλεῖστον οὐρήσαντες, τὸ ὕστερον βραχύ τι· ἐς δὲ τὰ ὦτα, βήσσοντες, καὶ ἐπιπυρεταίνοντες, ἐκρηγνύμενα περὶ ἑβδόμην ἢ ὀγδόην. Ἡ Ἐνμύριος παῖς ἐπυρέτηνε, καὶ ἐξ ὠτὸς ἐῤῥύη πυῶδες, περὶ ὀγδόην, οὐκ οἶδα σαφέως· ἔστι δ᾿ οἷσι καὶ ὀδὼν ὑπῆρχε βεβρωμένος, μάλιστα ὁ τρίτος τῶν ἄνω, ἀντὶ πάντων δὲ οὗτος εὑρίσκεται βεβρωμένος· ἐς τοῦτον ὀδύνη, καὶ ἔστιν οἷσι καὶ περιπύημα. Οἷσι δὲ ἐς ὦτα ἰσχυρῶς, βήσσοντες μᾶλλον ἢ ἐκεῖνοι. Οἷσι δὲ καὶ ἐς ἐμπύησιν, σὺν πυρετοῖσι, καὶ ἐλάπασσεν ἑβδόμῃ, [οἷον ᾧ] ἐπιπαρωξύνθη, ὑποχόνδριον οὐκ ἐλύθη, μαλαχθείσης ἐνῆν τὰ σμικρὰ ὑπόγλισχρα ξυστρέμματα, οὐ χρηστά· οὖρον αἱμοχροῶδες· ἔπτυε δὲ ἀφρῶδες.

53. Πρὸς ὃν Κυνίσκος εἰσήγαγέ με, ἑβδόμῃ παρωξύνθη, περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐκρίθη· ἐμωλύνθη· καθαρὸς φάρυγγα,

194
ὀλίγα, πλατέα, πέπονα ἀναπτύσας· ἐκ ῥινῶν μικρὸν ἔσταξεν· ἐκαρηβάρει· χειρῶν καὶ σκελέων κατάλυσις· κοιλίη λυθεῖσα ὤνησεν· πόδες αἰεὶ θερμοί· ὕπνοι ἦσάν οἱ, καὶ παρ᾿ οὖς οὐ γενέσθαι, ὅτι πέπονα ἔπτυσεν.

54. Ἡ Δημαράτου γυνὴ, πόδες καὶ ἐν τῇσι φρίκῃσι θερμοί· εἴτε ἐς τὸ ἔμπυον ἢ μὴ, ἀπολεῖται.

55. Οἷον εἶχεν ὁ πρεσβύτης, ὁ ἀπογενόμενος· ἅμα ἠσθένει τῇ ἑωυτοῦ γυναικὶ, τῇ κεκριμένῃ, μανικόν τι ἐνῆν, ἐλθούσης δὲ ἕλμινθος ὑποπαχέης καὶ σίτου ὀλίγου, αὐτίκα ἐπαύσατο καὶ ἐκοιμήθη, καὶ ὑγιὴς ἦν. Ὁ πρεσβύτης οὗτος, καὶ τοῦ σώματος περίτασις τοῦ δέρματος· ἄκρεα ψυχρά· λαπαρός· τρομώδης ἐν ἀρχῇσι καὶ χείλεα καὶ χεῖρας καὶ φωνήν· παρηνέχθη κοσμίως, ἔχασκεν, οὐ πάνυ δύσπνοος ἦν· ἡμέρῃσιν οὐκ οἶδα πρόσω εἴκοσιν, ἀπέθανεν.

56. Οἷσιν ὑποχόνδρια καὶ κοιλίη ὑποχωρέει πιεζεύμενα ἁλέα, σὺν βορβορυγμῷ, οἷα ἑλμίνθια, καὶ ᾧ ἐν Ἀβδήροισι κωλωτοειδέα. Ὅ τι ἐστὶ πρὸ τῶν κρισίμων ἡμερέων, τῇ προτεραίῃ καὶ τὰ κακὰ καὶ τἀγαθὰ σημεῖα γίνεται· τὰς ἡμέρας, ᾗσιν ἐπιπαροξυνόμενοι χρονίζουσι, καὶ ᾗσι λήγοντες βραχύνουσιν· καὶ τὰ ἄπιστα τῶν ῥηϊζόντων· καὶ τὰ διὰ σφῶν αὐτῶν παροξυνόμενα.

196
Πτυάλων τοῖσι περιπλευμονικοῖσιν, οἷσι χολώδεα, ὅταν μέλλῃ λήγειν, τὰ πάνυ ξανθὰ βραχέα γίνεται· οἷα τὰ ἐν ἀρχῇσιν ἐόντα τοιαῦτα ἐπιφαίνεται, οὐ πανυ δοκέω ταῦτα ἐκπεπαίνεσθαι, ἀλλὰ κρίνειν, οἷον τῷ παρὰ τῷ διδασκάλῳ, καὶ ἄλλοτε οἷον εἶδον.

57. Νίκιππος ἐν πυρετοῖσιν ἐξωνείρωξε, καὶ οὐδὲν ἐπέδωκεν ἐπὶ τὸ χεῖρον, καὶ τὸ αὐτό οἱ τοῦτο πλεονάκις ἐγένετο, καὶ οὐδὲν ἔβλαψεν· προεῤῥέθη, ὅτι παύσεται, ὅταν οἱ πυρετοὶ κριθῶσι, καὶ ἐγένετο. οὕτως. Κριτίας ἐν πυρετοῖς ὑπὸ ἐνυπνίων ὠχλεῖτο, ὑφ᾿ οἵων οἴδαμεν, ἐπαύσατο καὶ αὐτὸς ἅμα κρίσει.

58. Ἄλκιππος, ἔχων αἱμοῤῥοΐδας, ἐκωλύετο θεραπευθῆναι· θεραπευθεὶς ἐμάνη· πυρετοῦ ὀξέος ἐπιγενομένου, ἐπαύσατο.

59. Ἐν τοῖσιν ὀξέσι πυρετοῖσι, διψώδεες, ὑπὸ ἰητρῶν πεπιεσμένοι τῷ ποτῷ, ἢ καὶ ὑπὸ σφέων αὐτῶν, δοκέουσι πουλὺ ἂν ἐκπιεῖν. Ὕδωρ ψυχρὸν, δοθὲν ἵνα ἀπεμέσῃ, ὠφελέει· χολώδεα γὰρ παρέσται.

60. Ὅτι τὰ νεῦρα αὐτὰ ἐφ᾿ ἑωυτὰ ἕλκει σημεῖον· ἢν μὲν τὰ ἐν τοῖσιν ἄνω τῆς χειρὸς τρωθῇ νεῦρα, ἐς τὸ κάτω νεύσει ἡ χεὶρ, ὑπὸ τῶν κάτω νευρῶν ἑλκομένη· ἢν δὲ τἀναντία, ἄλλως.

61. Βήσσουσι ξηρὰ οἱ τοὺς ὄρχιας, καὶ ἐκ τῶν βηχέων ἐς ὄρχιν· λύεται φλεβοτομηθέντα, καὶ φλεγμαίνοντες βήσσουσιν· οἱ ἐν τοῖς ἐπὶ βουβῶσι πυρετοῖς ἐπιβήσσουσιν.

204

1. Ἐν Ἤλιδι, ἡ τοῦ κηπωροῦ γυνὴ, πυρετὸς εἶχεν αὐτὴν ξυνεχής· καὶ φάρμακα πίνουσα, οὐδὲν ὠφελέετο· ἐν δὲ τῇ γαστρὶ κάτωθεν τοῦ ὀμφαλοῦ ἦν σκληρὸν, καὶ ὑψηλότερον τοῦ ἑτέρου, καὶ ὀδύνας παρεῖχεν ἰσχυράς· τοῦτο ἐβλιμάσθη ἰσχυρῶς τῇσι χερσὶ σὺν ἐλαίῳ, καὶ μετὰ τοῦτο ἐχώρησεν αἷμά οἱ συχνὸν κάτω, καὶ ἐγένετο ὑγιὴς, καὶ ἐβίω.

2. Ἐν Ἤλιδι, Τιμοκράτης ἔπιε πλέον· μαινόμενος δὲ ὑπὸ χολῆς μελαίνης, ἔπιε τὸ φάρμακον· οὕτως ἐκαθάρθη τὸ κάθαρμα πουλὺ, φλέγμα τε καὶ χολὴν μέλαιναν· διῄει δι᾿ ἡμέρης· πρὸς δείλην ἐπαύσατο τῆς καθάρσιος· καὶ πόνον ἐπόνησεν ἐν τῇ καθάρσει πουλὺν, καὶ, πιὼν ἄλφιτον, ὕπνος ἔλαβεν αὐτὸν, καὶ εἶχε τὴν νύκτα, μέχρις ἥλιος ἀνεκὰς ἐγένετο· ἐν δὲ τῷ ὕπνῳ οὐκ ἐδόκεε τοῖς παρεοῦσιν ἀναπνέειν οὐδὲν, ἀλλὰ τεθνάναι, οὐδ᾿ ᾐσθάνετο οὐδενὸς, οὔτε λόγου, οὔτε ἔργου, ἐτάθη δὲ τὸ σῶμα καὶ ἐπάγη, ἐβίω δὲ καὶ ἐξήγρετο.

3. Σκόμφος, ἐν Οἰνειάδῃσι, πλευρίτιδι ἐχόμενος, ἀπέθανεν ἑβδομαῖος παρακόπτων· φάρμακον δὲ ἔπιε κατωτερικὸν ταύτῃ τῇ ἡμέρῃ, τῇ πρόσθεν κατανοέων, καὶ ἐκαθάρθη οὐ πολλά· καθαιρόμενος δὲ παρέκοψεν.

4. Φοίνικι ἐν Οἰνειάδῃσι καὶ Ἀνδρεῖ ἀδελφεοῖς ἐοῦσιν, ἡ γνάθος ᾤδησεν ἡ ἑτέρη καὶ τὸ χεῖλος τὸ πρὸς τῆς γνάθου καὶ τοῦ

206
ὀφθαλμοῦ, καὶ οὔτε ἔνδοθι σκοπέοντι οὐδὲν ἐφαίνετο, οὔτε θύραζε ἀπεπύει, ἀλλ᾿ οἰδέουσα σαπρὴ ἐγένετο ξηρῇ σηπεδόνι, καὶ ἀπέθανεν. Καὶ θάτερος τὰ αὐτά· ἀπέθανε δὲ ὁ μὲν ἑβδομαῖος, καὶ ἔπιε φάρμακον, καὶ οὐδὲν ὠφελήθη. Τῷ δὲ Φοίνικι ἐξετμήθη κύκλος σαπρὸς, καὶ τὸ ἕλκος ἐκαθάρθη μὲν τὸ πλέον, πρὶν αὐτὸν ἀποθανέειν· ὅμως δὲ ἀπέθανε καὶ οὗτος, πλείονα χρόνον βιούς.

5. Εὐρυδάμας, ἐν Οἰνειάδῃσιν, ἐν περιπλευμονίῃ δεκαταῖος ἤρχετο παρακόπτειν· ἰητρευόμενος δὲ κατενόησέ τε, καὶ τὰ πτύαλα ἐγένετο καθαρώτερα, καὶ προχωρέουσα ἡ νοῦσος ἐπὶ τὸ βέλτιον, ὕπνος τε αὐτέῳ κατεχύθη πουλὺς, καὶ τὰ ὄμματα ἰκτερώδεα ἐγένετο, καὶ ἀπέθανε πρὸς τὰς εἴκοσιν ἡμέρας.

6. Ἐν Οἰνειάδῃσιν ἀνὴρ νούσῳ εἴχετο· ὁκότε ἄσιτος εἴη, ἔμυξεν αὐτοῦ ἐν τῇ γαστρὶ ἰσχυρῶς, καὶ ὠδυνᾶτο· καὶ ὅτε φαγόντι τὰ σιτία τριφθείη, καὶ χρόνος ἐπιγένοιτο μετὰ τὴν βρῶσιν τοῦ σιτίου, μετ᾿ οὐ πολὺ ταὐτὸ τοῦτο ἔπασχεν. Καὶ ἔφθινε τὸ σῶμα, καὶ ἐτήκετο, καὶ τροφὴ οὐκ ἐγένετό οἱ ἀπὸ τῶν σιτίων ἐσθίοντι· καὶ ὑπεχώρεεν ὁ σῖτος πονηρὸς καὶ ξυγκεκαυμένος. Ὁκότε δὲ νεωστὶ βεβρωκὼς εἴη, αὐτὸν τοῦτον τὸν χρόνον ἥκιστα ἔμυζε, καὶ τὸ ἄλγος εἶχεν αὐτόν. Οὗτος φάρμακα πίνων παντοδαπὰ καὶ ἄνω καὶ κάτω, οὐδὲν ὠφελέετο· φλεβοτομούμενος δὲ ἐν μέρει ἑκατέρην τὴν χεῖρα, ἕως ἔξαιμος ἐγένετο, ἔπειτα ὠφελήθη, καὶ ἀπηλλάγη τοῦ κακοῦ.

7. Εὐπόλεμος ἐν Οἰνειάδῃσιν ὠδυνᾶτο ἰσχυρῶς ἰσχίον τὸ δεξιὸν, καὶ τὸν βουβῶνα, καὶ τὴν πλησίον ξυμβολὴν πρὸς τοῦ ἰσχίου ἀπὸ τοῦ βουβῶνος, καὶ τοῦ ἰσχίου τὸ πρόσθεν. Τούτῳ αἷμα ἀφῃρέθη ἀπὸ τοῦ σφυροῦ πουλὺ πάνυ, καὶ μέλαν, καὶ παχύ· καὶ φάρμακον ἔπιεν

208
ἐλατήριον, καὶ ἐκαθάρθη πουλλά· καὶ ῥηΐων μέν τι ἐγένετο· Αἱ δὲ ὀδύναι οὐκ ἐξέλιπον, ἀλλ᾿ ἔμπυον ἔσχε τό τε ἰσχίον, καὶ τὴν κοχώνην, καὶ τὸ ἀμφὶ τὸν βουβῶνα, ἅπερ ὠδυνᾶτο καὶ ἐπὶ πλέον· τὸ δὲ πῦον ἐγένετο πρὸς τὸ ὀστέον μᾶλλον, ἢ πρὸς τὸ τῆς σαρκὸς κατὰ βάθος· καὶ ἐλελήθει χρόνον οὕτως ἔχων, ἕως πάνυ ἀσθενὴς ἐγένετο. Ἔπειτα ἐκαύθη ἐσχάρας πάνυ πολλὰς, καὶ μεγάλαι ἐγένοντο καὶ πλησίαι ἀλλήλων, καὶ πῦον ἐῤῥύη πουλὺ καὶ παχύ· καὶ ἔθανεν ὀλίγῃσιν ἡμέρῃσι μετὰ ταῦτα, καὶ ὑπὸ μεγέθεος τῶν ἑλκέων καὶ πλήθεος, καὶ ἀσθενείης τοῦ σώματος. Οὗτος ἐδόκεεν ἂν, εἰ ἐτμήθη εὔροον μίην τομὴν, καὶ πρὸς τόμον ἀφίετο τὸ πῦον, καὶ, εἰ προσέδει τομῆς ἑτέρης, ταμεῖν εὔροον, ταῦτα παθὼν ἐν τῇ ὥρῃ ἐδόκεεν ἂν ὑγιὴς γενέσθαι.

8. Λύκων, ἐν Οἰνειάδῃσι, τὰ μὲν ἄλλα ταὐτὰ ἔπασχεν, αἱ δὲ ὁδύναι καὶ ἐς τὸ σκέλος οὐ πάνυ διεφοίτων, καὶ οὐκ ἐγένετο ἔμπυος· ὑγιὴς δὲ πολλῷ χρόνῳ· φάρμακα δὲ ἔπινε, καὶ σικύας προσεβάλλετο, καὶ ἐφλεβοτομεῖτο, καὶ ἐδόκεε ῥήϊον γίνεσθαι ταῦτα πάσχοντι.

9. Ἀθήνῃσιν, ἄνθρωπος ξυσμῷ εἴχετο πᾶν τὸ σῶμα, μάλιστα δὲ τοὺς ὄρχιας καὶ τὸ μέτωπον, εἴχετο δὲ πάνυ σφόδρα, καὶ τὸ δέρμα παχὺ ἦν καθ᾿ ἅπαν τὸ σῶμα, καὶ οἷόν περ λέπρη τὴν πρόσοψιν· καὶ οὐκ ἂν ἀπέλαβες οὐδαμόθεν τοῦ δέρματος ὑπὸ τῆς παχύτητος· τοῦτον οὐδεὶς ἠδύνατο ὠφελῆσαι· διελθὼν δὲ ἐς Μῆλον, ᾗ τὰ θερμὰ λοετρὰ, τοῦ μὲν κνησμοῦ ἐπαύσατο καὶ τῆς παχυδερμίης· ὑδρωπιήσας δὲ ἔθανεν.

210

10. Ἀθήνῃσιν, ἄνδρα χολέρη ἔλαβεν, ἤμει τε καὶ κάτω διῄει, καὶ ὠδυνᾶτο, καὶ στῆναι οὐκ ἠδύνατο οὔτε ὁ ἔμετος, οὔτε ἡ ὑποχώρησις, καὶ ἥ τε φωνὴ ὑπολελοίπει, καὶ κινέεσθαι ἐκ τῆς κλίνης οὐκ ἠδύνατο, καὶ οἱ ὀφθαλμοὶ ἀχλυώδεες καὶ ἔγκοιλοι ἦσαν, καὶ σπασμοὶ εἶχον ἐκ τῆς κοιλίης· ἀπὸ τοῦ ἐντέρου ὁμοίως, λύγξ· ἡ δ᾿ ὑποχώρησις πολλῷ πλείων ἦν τοῦ ἐμέτου. Οὗτος ἔπιεν Ἐλλέβορον ἐπὶ φακῶν χυλῷ, καὶ ἐπέπιε φακῶν χυλὸν ἕτερον ὅσον ἠδύνατο, καὶ ἔπειτα ἐπήμεσε, καὶ προσηναγκάσθη, καὶ ἔστη αὐτῷ ἄμφω· ψυχρὸς δὲ ἐγένετο· ἐλούετο δὲ μέχρι τῶν αἰδοίων κάτω πάνυ πολλῷ, ἕως καὶ τὰ ἄνω διεθερμάνθη, καὶ ἐβίω· τῇ δ᾿ ὑστεραίῃ ἄλφιτα ἔπιε λεπτὰ ἐφ᾿ ὕδατι.

11. Ἐν Λαρίσσῃ, γυναικὶ Γοργίου τὰ ἐπιμήνια τεσσάρων ἐτέων ἴσχετο, πλὴν ὀλίγων πάνυ· ἐν δὲ τῇ μήτρῃ, ἐφ᾿ ὁκότερα ἂν κλιθῇ, σφυγμὸν παρεῖχε καὶ βάρος. Αὕτη ἡ γυνὴ ἐκύησε, καὶ ἐπεκύησε, καὶ ἀπελύθη τὸ παιδίον ἐνάτῳ μηνὶ, ζῶον, θῆλυ, ἕλκος ἔχον ἐν τῷ ἰσχίῳ· καὶ τὰ ὕστερα ἑπόμενα, καὶ αἵματος ῥεῦμα πουλὺ πάνυ ἐπεγένετο καὶ τῇ ὑστεραίῃ καὶ τῇ τρίτῃ καὶ τῇ τετάρτῃ, καὶ θρόμβοι πεπηγότες, καὶ πυρετὸς εἶχε μέχρις ἡμερέων δέκα τῶν πρώτων· καὶ ὑπεχώρεε τὸ λοιπὸν αὐτῇ αἷμα ἐρυθρόν· καὶ ᾤδεε τὸ πρόσωπον ἰσχυρῶς, καὶ τὰς κνήμας, καὶ τὼ πόδε, καὶ τὸν ἕτερον μηρόν· καὶ σιτία οὐ προσίετο· δίψος δὲ εἶχεν ἰσχυρόν· καὶ τὸ ψυχρότατον ὕδωρ ξυνέφερεν, οἶνος δὲ οὐδαμῶς· ἡ δὲ γαστὴρ μετὰ τὸ πρῶτον παιδίον ὀλίγῳ μέν τινι ἐλαπάχθη, πάνυ δὲ οὐ ξυνέπεσεν, ἀλλὰ

212
σκληροτέρη ἦν, ὀδύνη δὲ οὐ προσῆν. Τεσσαρακοστῇ δὲ ἡμέρῃ ἀπὸ τῆς πρώτης, ἐξέπεσε τὸ ἐπικύημα, σάρξ· καὶ ἡ γαστὴρ ξυνέπεσε, καὶ τὰ οἰδήματα πάντα, καὶ τὸ ῥεῦμα τὸ λεπτὸν, καὶ τὸ αἷμα τὸ ὄζον, καὶ ὑγιὴς ἐγένετο.

12. Γυνὴ ἐν Φερῇσι περιωδύνεε κεφαλὴν πουλὺν χρόνον, καὶ οὐδεὶς οὐδὲν ἠδύνατο ὠφελῆσαι, οὔτε καθαιρομένη τὴν κεφαλήν· ῥηΐστη δὲ ἐγένετο, ὁκότε τὰ ἐπιμήνια εὐχερῶς οἱ ἴοι. Αὕτη ὁκότε περιωδυνοῖ τὴν κεφαλὴν, προστιθέμενα προσθετὰ εὐώδεα πρὸς τὴν μήτρην ὠφέλει, καὶ ἀπεκαθάρθη ὀλίγον τι. Καὶ ὁκότε ἐκύησεν, ἐξέλιπον αἱ ὀδύναι τὴν κεφαλήν.

13. Γυνὴ, ἐν Λαρίσσῃ, κύουσα, τῷ δεκάτῳ μηνὶ αἷμα ἐχώρεεν αὐτῇ πουλὺ τεσσαρεσκαίδεκα ἡμέρας, πλεῖστον δὲ τὰς τρεῖς, τὰς πρὸ τοῦ παιδίου. τῆς ἀπολύσιος. Τῇ τεσσαρεσκαιδεκάτῃ ἐξέπεσεν ἐκ τῆς γαστρὸς τὸ παιδίον τεθνεὸς, ἔχον τὸν δεξιὸν βραχίονα προσπεφυκότα τῇ πλευρῇ· καὶ τὸ χορίον, τρίτῃ ἡμέρῃ, τῆς νυκτὸς τὴν αὐτὴν ὥρην, ὡς ὅτε τὸ παιδίον· καὶ τὰ λευκὰ ἔπειτα μετὰ ταῦτα ἐχώρει τρεῖς ἡμέρας καὶ νύκτας μετρίως· μετὰ δὲ τοῦτο πυρετὸς ἔλαβε δύο ἡμέρας καὶ δύο νύκτας, καὶ ὠδυνᾶτο τὴν γαστέρα πᾶσαν καὶ τὰ ἰσχία, τὸ δὲ ἦτρον μάλιστα.

14. Ἐν Λαρίσσῃ, Ἱπποσθένης περιπλευμονίῃ ἐδόκεε τοῖσιν ἰητροῖσιν ἔχεσθαι, ἦν δὲ οὐδαμῶς· ἀρχῇ μὲν παλαίων, ἔπεσε σκληρῷ χωρίῳ ὕπτιος, καὶ ἐπενέπεσεν αὐτῷ, καὶ ἐλούσατο ψυχρῷ, καὶ ἐδείπνησε, καὶ ἐδόκεε βαρύτερος γίνεσθαι. Τῇ δ᾿ ὑστεραίῃ ἐπύρεξε, καὶ βὴξ ἔσχε ξηροτέρη, καὶ τὸ πνεῦμα πυκνόν. Πεμπταῖος δὲ αἱματῶδες ἐχρέμψατο, οὐ πουλύ· καὶ παρακόπτειν ἤρχετο·

214
ὁκότε βήσσοι, τότε ὠδυνᾶτο τὰ στήθεα καὶ τὸν νῶτον. Ἑκταίῳ δὲ αἷμα ἐῤῥόη ἐκ τῶν ῥινῶν πταρέντι, ὅσον τέσσαρες κοτύλαι πρὸς τὴν ἑσπέρην, οὔτε ἐφθέγγετο, οὔτε ᾐσθάνετο οὔτε ἔργου, οὔτε λόγου. Ἑνδεκαταῖος δὲ ἔθανεν. Τὰς δὲ πέντε ἡμέρας, τοτὲ μὲν ἔμφρων ἦν, τοτὲ δὲ οὔ· ἐγένετο καὶ ἀπύρετος· σίαλον δὲ οὐδὲν ἀπεχώρεεν, οὐδὲ ῥέγχος εἶχεν, οὐ γὰρ ἦν σίαλον.

15. Σκάμανδρος, ἐν Λαρίσσῃ, ἰσχίον ἐσφακέλισε, καὶ ὀστέον ἀφεστηκὸς χρόνιον· ὁ δὲ ἐτμήθη τομὴν μεγάλην καὶ πρὸς τοῦ ὀστέου, καὶ ἔπειτα ἐκάη. Τότε ἡμέρῃ δωδεκάτῃ ἤρξατο μετὰ τὴν τομὴν σπασμὸς, καὶ εἶχε μᾶλλον· ἐσπάσατο δὲ τὸ σκέλος τοῦτο μέχρι τῶν πλευρῶν· διεφοίτα δὲ καὶ ἐπὶ θάτερα ὁ σπασμός· συνεκάμπτετο δὲ τὸ σκέλος, καὶ ἐξετείνετο, καὶ τἄλλα μέλεα ἐκίνει, καὶ αἱ γνάθοι ἐπάγησαν· οὗτος ἔθανε σπώμενος ὀγδόῃ μετὰ τὴν τοῦ σπασμοῦ ἐπίληψιν. Ἐθεραπεύετο δὲ χλιάσμασιν ἀσκίοισι καὶ πυρίῃσιν ὀρόβων ὅλον τὸ σῶμα, καὶ ὑπεκλύσθη, καὶ ὑπῆλθε παλαιὴ κόπρος ὀλίγη· καὶ τὸ κατακορὲς φάρμακον ἔπιε, καὶ ὑπῆλθε μὲν, οὐδὲν δὲ ἀπὸ τοῦ καταπότου ὠφελήθη· καὶ ὕπνος ὀλίγος ἦλθεν· καὶ αὖθις πιὼν τὸ κατακορὲς ἰσχυρὸν ἑσπερινὸς, ἡλίου ἀνιόντος ἔθανεν. Ἐδόκει δ᾿ἂν πλείονα χρόνον διενεγκεῖν, εἰ μὴ κατὰ τοῦ φαρμάκου τὴν ἰσχύν.

16. Ἱπποκόμος Παλαμήδεος, ἐν Λαρίσσῃ, ἑνδεκαετὴς, ἐπλήγη κατὰ τοῦ μετώπου ὑπὲρ τὸν ὀφθαλμὸν τὸν δεξιὸν ὑφ᾿ ἵππου, καὶ ἐδόκεε τὸ ὀστέον οὐχ ὑγιὲς εἶναι, καὶ ἐπίδυεν ἐξ αὐτοῦ ὀλίγον αἷμα. Οὗτος ἐπρίσθη μέγα μέχρι τῆς διπλόης· καὶ ἰητρεύετο, οὕτως

216
ἔχων τὸ ὀστέον, δ καὶ πρισθὲν αὐτίκα, τὸ δστέον ἔκηεν. Ἐπὶ εἴκοσιν, οἴδημα παρὰ τὸ οὖς ἤρξατο, καὶ πυρετὸς, καὶ ῥῖγος· καὶ ἡμέρῃ μᾶλλον ᾠδίσκετο καὶ ὠδυνᾶτο τὸ οἴδημα· καὶ ἐπύρεσσεν ἀρχόμενος ἐκ ῥίγεος· καὶ οἱ ὀφθαλμοὶ ᾤδησαν, καὶ τὸ μέτωπον, καὶ ἅπαν τὸ πρόσωπον· ἔπασχε δὲ ταῦτα ἐπὶ δεξιὰ μᾶλλον τῆς κεφαλῆς, παρῆλθε δὲ καὶ ἐς τὰ ἀριστερὰ τὸ οἴδημα· οὐδὲν οὖν τοῦτο ἔβλαπτεν· τελευτῶν δὲ πυρετὸς ξυνεχὴς ἔσχεν ἧσσον· ταῦτα ἦν μέχρις ἡμερέων ὀκτώ. ἐβίω δὲ καυθεὶς, καὶ καθηράμενος διὰ καταπότου, καὶ περιπλασσόμενος τὸ οἴδημα· τὸ δὲ ἕλκος τῶν κακῶν οὐδὲν αἴτιον ἦν.

17. Ἐν Λαρίσσῃ, Θεοφόρβου παῖς ἐλέπρα τὴν κύστιν, καὶ διούρει γλίσχρον, καὶ ὠδυνᾶτο καὶ ἀρχόμενος καὶ τελευτῶν τῆς οὐρήσιος, καὶ ἔτριβε τὸ πόσθιον. Οὗτος πιὼν τὸ διουρητικὸν δριμὺ, ἐς μὲν τὴν κύστιν οὐδὲν ἐχώρησεν, ἐξήμεσε δὲ συχνὸν πυῶδες καὶ χολὴν, καὶ κάτω ἕτερα τοιαῦτα διεχώρεε, καὶ ὠδυνᾶτο τὴν γαστέρα, καὶ ἐκαίετο ἔνδοθεν, τὸ δὲ ἄλλο σῶμα ψυχρὸν ἐγένετο, καὶ παρελύθη ὅλος, καὶ προσδέχεσθαι οὐδὲν ἤθελεν. Τούτῳ ἡλκώθη ἡ κοιλίη ἰσχυρῶς ὑπὸ ἰσχύος τοῦ φαρμάκου ἄγαν· ἀποθνήσκει δὲ μετὰ τὴν πόσιν τριταῖος.

18. Γυνὴ Ἀντιμάχου, ἐν Λαρίσσῃ, ἐκυΐσκετο ἡμέρας ὡσεὶ πεντήκοντα, καὶ ἠσιτέετο τὸν ἄλλον χρόνον, καὶ ἡμέρας ἑπτὰ τὰς

218
ὑστέρας [καὶ] ὠδυνᾶτο τὴν καρδίην, καὶ πυρετὸς ὑπελάμβανεν. Οὐχ ὑπεκεχωρήκει τοῦ χρόνου τούτου· ταύτῃ ἐδόθη ἐλατήριον κατάποτον ἰσχυρότερον τοῦ δέοντος, καὶ ἀπήμεσε χολὴν ξυγκεκαυμένην ὑπό τε τῆς ἀσιτίης καὶ τοῦ πυρετοῦ (καὶ γὰρ οὐδὲ ποτῷ ἐχρῆτο οὐδενί), ὀλίγην δέ· καὶ ἀπήμεσε βιαίως καὶ θρομβώδεα· κἄπειτα ἠσᾶτο, καὶ ἠφίει αὐτὴν, καὶ ἐδόκεεν ἀσθενέειν, καὶ οὐκ ἤθελε πίνουσα ὕδωρ ἐξεμεῖν. Μετὰ δὲ τοῦτο, ὀδύνη ἴσχει ἰσχυρὴ τὴν κάτω κοιλίην, ἥλκωτο γὰρ ὑπὸ τοῦ φαρμάκου, καὶ ἐχώρεεν αὐτῇ μετὰ τὴν κόπρον αὐτίκα ὕφαιμον ξυσματῶδες· αἰεὶ δὲ πλείων ἐγίνετο καὶ ἡ ἀσθένεια καὶ ἡ ἄση· καὶ τοῦ καθάρματος ἦσαν πέντε κοτύλαι. Ἔστη δὲ ἡ κοιλίη, ὕδατος καταχεομένου πολλοῦ κατὰ τῆς γαστρός· ἄλλο δὲ οὐδὲν ἠδυνήθη προσδέξασθαι· ἔθανε περὶ μέσας νύκτας. Ἐδόκεε δ᾿ ἂν βιῶναι, εἰ ἠδύνατο πίνειν τὸ ὕδωρ, καὶ ἐμεῖν αὐτίκα, πρὶν ὑπιέναι.

19. Οἰκέτις Αἰνησιδήμου, ἐν Λαρίσσῃ, ἡλκώθη κοιλίην καὶ τὸ ἔντερον ὑπὸ χολῆς αὐτομάτως κινηθείσης, καὶ ἐξεχώρεε καὶ ἄνω καὶ κάτω χολὴ καὶ αἷμα, καὶ πυρετὸς εἶχεν. Ταύτῃ ἐδόθη ἀσθενεούσῃ ἐλατήριον ἀσθενὲς, ποτὸν ὑδαρὲς καὶ ὀλίγον, καὶ ἤμεσέ τε ἀπ᾿ αὐτοῦ πουλὺ, καὶ κάτω ὑπῆλθε πλέον, καὶ τῆς ἑσπέρης ἐπανῆλθεν. Τῇ δ᾿ὑστεραίῃ πυρετὸς ἦν, ἀσθενὴς δέ· ἡ δὲ κοιλίη ἥλκωτό τε καὶ ἔτι ὑπεχώρεε ταὐτά. Τρίτῃ δὲ ἔθανε δείλης, πυρετοῦ ἐπιλαβόντος πάνυ ἰσχυροῦ. Αὕτη ἐδόκεεν ἀποθανεῖσθαι πάντως, ἥκιστα δ᾿ἂν, ὕδωρ πίνουσα ψυχρὸν, ἕως ἔμετος εἶχεν· ἐπεὶ δὲ ἐψύχθη ἡ ἄνω κοιλίη, ἀποκαθαρθεῖσα τῷ ὕδατι, χυλὸν μεταπιοῦσα ψυχρὸν, οὕτω μετεκλύσθη.

220

20. Εὔδημος, ἐν Λαρίσσῃ, αἱμοῤῥοΐδας ἔχων ἰσχυρὰς πάνυ, καὶ χρονίσας ἔξαιμος ὢν, χολὴ ἐκινήθη, ἀλλ᾿ ἠπίωσε τῷ σώματι, καὶ ἡ κοιλίη ἐταράχθη κάτω, ὑπεχώρεε χολώδεα, καὶ αἱμοῤῥοΐδες ἐπεῖχον. Φάρμακον κατωτερικὸν πιὼν, ἀπεκαθάρθη καλῶς, καὶ αὖθις μετέπιε χυλὸν, καὶ ἔτι ἐτετάρακτο, καὶ ὀδύνη πρὸς τὰ ὑποχόνδρια προσίστατο. Τούτῳ ἐπεχειρήθη τῇσιν αἱμοῤῥοΐσι τὴν κοιλίην οὐ καλῶς πως ἔχοντι, ἀλλὰ δεομένῳ θεραπείης ἔτι καὶ ἀπεμέσαι· ἔπειτα δὲ, ἐπαλειφθέντος τοῦ καρκίνου, πυρετὸς ἐπέβαλε, καὶ οὐκ ἀφῆκε, πρὶν ἀπέκτεινεν· ὅτε δὲ καὶ ᾀφῆκε ῥῖγος, ὑπολαβὼν ἧκεν ὁ πυρετὸς, καὶ ὑπεχώρεεν αὐτῷ χολὴ καὶ φῦσα, ἡ μὲν διεξῄει, ἡ δὲ ἐνῆν, καὶ ὀδύνη ἐν τῇ κοιλίῃ, Αἱ δὲ αἱμοῤῥοΐδες ἔξῳ, ἦσαν τοῦ ἀρχοῦ, ἀπὸ τῶν ἀποκαθαρσίων ἀρξάμεναι, τὸν ἄλλον χρόνον, καὶ ἡ φῦσα διὰ ταύτας ὑπεγίνετο, καὶ πρὸς πταρμὸν ἐπεγίνετο ἡ ἀρχή.

21. Ἐν Λαρίσσῃ, ἀνὴρ ἐτρώθη ἐκ χειρὸς λόγχῃ πλατείῃ ὄπισθεν, καὶ τὸ ἄκρον διήνεγκε κάτω τοῦ ὀμφαλοῦ, πελιὸν, ἀποιδέον, καὶ διῆλθε χωρίον πουλύ. Ἐπεὶ δὲ ἐτρώθη, ἔπειτα ὀδύνη ἔσχε τὰ πρῶτα ἰσχυρή· καὶ ἐπῳδίσκετο ἡ γαστήρ. Τούτῳ ἐδόθη τῇ ὑστεραίῃ κατωτερικὸν, καὶ διεχώρησεν ὀλίγον ὕφαιμον, καὶ ἔθανεν. Ἐδόκεε τούτου τὰ ἔντερα εἶναι οὐχ ὑγιέα, καὶ αἵματος ἡ κοιλίη πλέη τυγχάνειν.

22. Ἀπελλαῖος Λαρισσαῖος εἶχε μὲν ἡλικίην ὡσεὶ ἐτέων τριήκοντα, ἢ ὀλίγον ἀπέλιπεν· εἴχετο δὲ τῇ νούσῳ· ἐλαμβάνετο δὲ τὰς νύκτας. μᾶλλον τῶν ἡμερέων, ἐν τῷ ὕπνῳ. Ἐνόσει δὲ ὡς δύο ἔτεα

222
πρὸ τοῦ θανάτου· ἤμεε δὲ χολὴν πικρὴν ἐνίοτε, ἐπεὶ διεγείροιτο, ἤμεε δὲ καὶ μέλαιναν. Οὗτος. ἀπὸ τῆς κεφαλῆς καθάρσιος ἰσχυρῆς πάνυ καὶ ἐπὶ πουλὺν χρόνον καθαιρόμενος, καὶ φάρμακον δὶς πιὼν, ἓξ μῆνας αὐτὸν διέσχεν. Ἦν δὲ πουλυφάγος· ἔχων δὲ τὸ σῶμα ἐπίχολον, παλαίσας πουλλὰ, μάλα ἐῤῥίγωσε, καὶ πυρετὸς ἐπέλαβε, καὶ ἡ νοῦσος ἐς νύκτα· τῇ δ᾿ ὑστεραίῃ, ἐδόκεεν ὑγιὴς εἶναι, αὖ καὶ τῇ ἑτέρῃ· τῇ δὲ ἐπιούσῃ νυκτὶ ἡ νοῦσος ἐπέλαβε δεδειπνηκότα, ἀπὸ πρώτου ὕπνου, καὶ εἶχε τὴν νύκτα καὶ τὴν ἡμέρην μέχρι δορπιστοῦ· ἔθανε πρὶν ἐμφρονῆσαι. Ἐσπᾷτο περὶ τᾲ δεξιὰ πρῶτον τό τε πρόσωπον καὶ τὸ ἄλλο σῶμα, ἔπειτα ἐπὶ τὰ ἀριστερά· καὶ ὅτε δοκέοι διαναπεπαῦσθαι, κῶμα εἶχε, καὶ ἔῤῥεγχε, καὶ αὖθις ἐξεδέχετο ἡ νοῦσος.

23. Εὔμηλος Λαρισσαῖος ἐπάγη τὰ σκέλεα καὶ χεῖρας καὶ γνάθους, καὶ οὐκ ἠδύνατο οὔτε ἐκτείνειν, οὔτε ξυγκάμπτειν, εἰ μὴ ἕτερος ξυγκάμπτοι καὶ ἐκτείνοι, οὔτε τὰς γναθοὺς διαίρειν, εἰ μὴ ἕτερος διαίροι· ἄλλο δὲ οὐδέν· οὔτε ὠδυνᾶτο, οὔτε ἤσθιεν εἰ μὴ μάζαν, καὶ μελίκρητον ἔπινεν. Εἰκοσταῖος ὕπτιος πίπτει καθήμενος, καὶ τύπτει τὴν κεφαλὴν πρὸς λίθον σφόδρα, καὶ αὐτοῦ σκότος κατεχύθη· καὶ ὀλίγον ὕστερον ἀναστὰς, ὑγιὴς ἦν, καὶ ἐλέλυτο πάντα, πλὴν μετὰ τὸν ὕπνον, ὅτε ἐξέγροιτο, ὀλίγον τι ξυνεδέδετο τὰ ἄρθρα· ἔτεα δὲ ἦν ἤδη δώδεκα ἢ τρισκαίδεκα· ἔκαμε δὲ μῆνας τρεῖς ἢ τέσσαρας.

224

24. Ἐν Λαρίσσῃ, παρθένος αἷμα ἐμέσασα οὐ πουλὺ, ἔμπυος γενομένη, πυρετῶν ἐπιλαβόντων, οὐκ ἀπηλλάσσετο, πρὶν τελευτῶσα· ἀπέθανε τρίτῳ μηνί· πρὸ δὲ τοῦ θανάτου, ἐκωφώθη τὰ οὔατα, καὶ οὐκ ἤκουεν, εἰ μή τις πάνυ μέγα βοήσειεν· πρὸ δὲ τοῦ ἐμέτου τοῦ αἵματος προησθένει.

25. Ἐν Λαρίσσῃ, ἀμφίπολος Δυσήριδος, νέη ἐοῦσα, ὁκότε λαγνεύοιτο, περιωδύνεεν ἰσχυρῶς, ἄλλως δὲ ἀνώδυνος ἦν. Ἐκύησε δὲ οὐδέποτε. Ἑξηκονταέτης δὲ γενομένη, ὠδυνᾶτο ἀπὸ μέσου ἡμέρης, ὡς ὠδίνουσα ἰσχυρῶς· πρὸ δὲ μέσου ἡμέρης αὕτη πράσα τρώγουσα πουλλὰ, ἐπειδὴ ὀδύνη αὐτὴν ἔλαβεν ἰσχυροτάτη τῶν πρόσθεν, ἀναστᾶσα ἐπέψαυσέ τινος τρηχέος ἐν τῷ στόματι τῆς μήτρης. Ἔπειτα, ἤδη λειποψυχούσης αὐτῆς, ἑτέρη γυνὴ, καθεῖσα τὴν χεῖρα, ἐξεπίεσε λίθον ὅσον σπόνδυλον ἀτράκτου, τρηχύν· καὶ ὑγιὴς τότε αὐτίκα καὶ ἔπειτα ἦν.

26. Ὁ Μαλιεὺς, ἅμαξα αὐτῷ ἐπῆλθεν ἄχθος ἔχουσα ἐπὶ τὰς πλευρὰς, καὶ κατῆξε τῶν πλευρέων, καὶ χρόνον αὐτῷ ὑπέστη πῦον κάτωθεν τῶν πλευρέων. Ὑπὸ τὸν σπλῆνα καυθεὶς, ἔμμοτος ὢν, ἀφίκετο ἐς δέκα μῆνας. Ἀνατμηθὲν τὸ δέρμα, ὀπὴ ἐφάνη ἐς τὸ δέρτρον ἐπὶ θάτερα ἀφίκουσα, καὶ πρὸς τὸν νεφρὸν καὶ πρὸς τὰ ὀστέα ἐπῆλθε σαπρή. Τούτου ἥ τε σχέσις τοῦ σώματος παρέλαθεν ἐπίχολος ἐοῦσα, καὶ ἐν τῷ σώματι καὶ ἐν τῷ νοσήματι ἦν σηπεδών· σηπεδὼν τοῦ δέρτρου πουλλὴ καὶ ἄλλων σαρκῶν, ἃς ἔδει αὐτίκα ἐκβάλλειν, εἴ τις ἠδύνατο, ξηρῷ φαρμάκῳ, ἕως ἰσχύν τινα εἶχεν ὁ ἄνθρωπος·

226
ἀπὸ γὰρ τῶν ὑγρῶν οὐδὲν ἐπεδίδου, ἀλλ᾿ ἐσήπετο. Ἀπὸ δὲ τῶν μότων ἰσχομένου τοῦ ὑγροῦ, ῥῖγος ἐλάμβανε καὶ πυρετὸς, καὶ ἐσήπετο μᾶλλον· ἐπέῤῥει δὲ αὐτῷ σαπρόν τι ὑπόμελκν δυσῶδες, πρὶν δὲ ἐπιχειρέειν ἰητρεύεσθαι, οἷον ἑκάστης ἡμέρης συχνὸν διεπέρα ἔξω· ἦν δ᾿ οὐκ εὔροον. Ἐγνώσθη τὸ εἶναι ποῤῥωτέρω τὴν φύσιν τοῦ νοσἤματος ἢ ὑπὸ τὸ δέρμα· πάντα ἂν ὀρθῶς πάσχων, ὅμως οὐκ ἂν ἐδόκες σωθῆναι· καὶ διάῤῥοια ἐπέλαβεν.

27. Αὐτόνομος, ἐν Ὀμίλῳ, ἐκ κεφαλῆς τρώματος ἔθανεν ἑκκαιδεκάτῃ ἡμέρῃ· θέρεος μέσου, λίθῳ ἐκ χειρὸς βληθεὶς κατὰ τὰς ῥαφὰς μέσῳ τῷ βρέγματι. Τοῦτο παρέλαθέ με δεόμενον πρισθῆναι· ἔκλεψαν δέ μου τὴν γνώμην αἱ ῥαφαὶ ἔχουσαι ἐν σφίσιν ἑωυτῇσι τοῦ βέλεος τὸ σῖνος· ὕστερον γὰρ καταφανὲς γίνεται. Πρῶτον μὲν ἐς τὴν κληῗδα, ὕστερον δὲ ἐς τὴν πλευρὴν, ὀδύνη ἰσχυρὴ πάνυ, καὶ σπασμὸς ἐς ἄμφω τὼ χεῖρε ἦλθεν· ἐν μέσῳ γὰρ εἶχε τῆς κεφαλῆς καὶ τοῦ βρέγματος τὸ ἕλκος. Ἐπρίσθη δὲ πεντεκαιδεκάτῃ, καὶ πῦον ἐπῆλθεν οὐ πουλύ· ἡ δὲ μῆνιγξ ἀσαπὴς ἐφαίνετο.

28. Παιδίσκη, ἐν Ὀμίλῳ, ἐκ τρώματος κεφαλῆς ὡς δωδεκαέτης θνήσκει ἐν μέσῳ θέρει τεσσαρεσκαιδεκάτῃ ἡμέρῃ· θύρην τις αὐτῇ ἐνέβαλε, καὶ τὸ ὀστέον φλᾷ καὶ ῥήγνυσιν· αἱ δὲ ῥαφαὶ ἐν τῷ ἕλκει ἦσαν. Τοῦτο ἐγνώσθη ὀρθῶς πρίσεως δεόμενον· ἐπρίσθη δὲ οὐκ εἰς τὸ δέον, ἀλλ ὅσον ὑπελείφθη, πῦον ἐν αὐτῷ ἐγένετο. Ὀγδόῃ, ῥῖγος πυρετὸς ἐπέλαβεν· εἶχε δὲ οὐκ εἰς τὸ δέον, ἀλλ᾿ ὅσον καὶ τῶν πρόσθεν ἡμερέων, ὅτε πυρετὸς οὐκ εἶχεν. Ἐνάτῃ δὲ τὸ λοιπὸν ἐξεπρίσθη,

228
καὶ ὑπεφάνη ὀλίγον πάνυ πῦον ξὺν αἵματι· καὶ ἡ μῆνιγξ καθαρὴ ἦν. Καὶ ὕπνος μὲν ἐπέλαβεν· ὁ δὲ πυρετὸς αὖθις οὐκ ἠφίει· σπασμὸς δὲ χεῖρα τὴν ἀριστερὴν ἐπελάμβανεν· ἐν γὰρ τοῖσι δεξιοῖσι μᾶλλον εἶχε τὸ ἕλκος.

29. Κυρήνιος, ἐν Ὀμίλῳ, ἔμπυος γενόμενος τὴν κάτω κοιλίην ἐκαύθη ὕστερον ἐν ἡμέρῃσι τριήκοντα τοῦ δέοντος, καὶ ἔσχεν ἐπιεικέως, καὶ ἐξηράνθη τὸ πῦον ἐν τῇ κοιλίῃ. Ἐν δὲ τῇ θερμοτάτῃ ὥρῃ ἐσθίων ὀπώρην καὶ ἄλλα σιτία ἀξύμφορα, πυρετὸς ἐπέλαβε, καὶ διάῤῥοια, καὶ ἔθανεν.

30. Ἑκάσων, ἐν Ὀμίλῳ, ὥσπερ χἄτερος, ὕστερον ἐκαύθη· ὅμως δὲ ἐξηράνθη πλὴν ὀλίγου ἡ κοιλίη· δυσεντερίη δὲ ὑπέλαβε, καὶ αὐτὴν ἀποφυγὼν, ἤσθιε τὸ πᾶν, ἕως ὅλος ᾤδησε, καὶ ἐῤῥάγη αὐτῷ πῦον κάτω, καὶ διαῤῥοίη, καὶ ἔθανεν.

31. Ἑκάσων, ἐν Ὀμίλῳ, ἀπὸ ἀκαθαρσίης καὶ πονηρῆς καθάρσιος ἐς τὸ ἰσχίον ἐπέστη αὐτῷ ὀδύνη ὀξείη· καὶ αὐτὴ μὲν ἀπηλλάγη, πυρετοὶ δὲ αὐτὸν ὑπέλαβον· καὶ χρόνον πουλὺν κλινοπετὴς ὤν· οὔτε πίνων οὐδὲν, οὔτε διψῶν, ἀσθενής τε ὢν καὶ φρικώδης. Τούτῳ ἀφηρέθη μὲν τὸ νούσημα· χρηστῶς, ὡς ἔδει, τὸ σῶμα· ὠφελεῖτο δὲ ἀπὸ τῶν προσφερομένων· τελευτῶντι δὲ ἐῤῥάγη τὸ νούσημα κάτω, καὶ ἐχώρεε πᾶν ὑπὸ πουλλῇ χολῇ, καὶ παρέκοψε, καὶ ἔθανεν· ἐδόκεε δ᾿ ἂν ἐκφυγεῖν.

230

32. Ἐν Σαλαμῖνι, ὁ περὶ τὴν ἀγκύρην περιπεσὼν, ἐπὶ γαστέρα ἐτρώθη· περιωδύνεε δέ· φάρμακον δὲ ἔπιε, καὶ οὐ διεχώρησε κάτω, οἐδ᾿ ἀνήμεσεν.

33. Ἡ γυνὴ, ἣ ἀπέσφαξεν αὑτὴν, ἐπνίγετο, καὶ ἐδόθη αὐτῇ ὕστερον πολλῷ κατάποτον ἐλατήριον, καὶ ἐξεχώρησεν αὐτῇ.

34. Ὁ ἐξ Εὐβοίης ἐλθὼν νεηνίσκος, πολὺ κάτω κεκαθαρμένος διαλιπὼν, πεπαυμένος ἐπύρεσσεν· εἶτα δοκέων ἄνω δέεσθαι, ἔπιεν ἀσθενὲς, ῥίζην ἐλατήριον, καὶ μετὰ τὴν πόσιν τεταρταῖος ἔθανεν. ἐκκαθαρθεὶς οὐδέν· ἀλλ᾿ ὕπνος εἶχε, καὶ οὐκ ἠδύνατο παύσασθαι ἡ δίψα.

35. Ἡ δούλη, ᾗ ἀπὸ καταπότου ἄνω μὲν ἐχώρησεν ὀλίγα, καὶ ἔπνιγε, κάτω δὲ πολλά· τῆς νυκτὸς δὲ ἔθανε, βάρβαρος δὲ ἦν.

36. Ὁ Εὐβίου ἄνθρωπος, πιὼν ἐλατήριον, τρεῖς ἡμέρας ἐκαθαίρετο, καὶ ἔθανε, τὴν δὲ χεῖρα ἔμπυον εἶχε μέχρι τοῦ ἀγκῶνος.

37. Ὁ Συμμάχου παῖς ὑπὸ χολῆς ἀπεπνίγη νύκτωρ καταδαρθὼν, καὶ πυρετοῦ ἐπέχοντος· φάρμακον δὲ πιὼν, οὐ κατέσχεν, οὐδ᾿ ἐκαθήρατο ἡμέρῃσι πρὶν ἀποθανέειν ἕξ.

38. Ὁ παρὰ τὸν δρόμον οἰκέων τὴς νυκτὸς αἷμα ἐμέσας, τῇ ὑστεραίῃ ἔθανεν, αἷμα ἐμέων πουλὺ, καὶ πνιγόμενος· ἐς σπλῆνα δὲ, καὶ κάτω αἱματῶδες αὐτῷ ἐχώρεε πουλύ.

39. Παιδίον ὑπὸ συὸς πληγὲν τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀπέθανε τῇ τετάρτῃ, τὸ δὲ πνεῦμα πυκινὸν εἶχε, καὶ οὐ κατενόεε, καὶ πυρετὸς εἶχεν.

232

40. Ὁ Ἑρμοφίλου υἱὸς ἔκαμεν ἡμέρας ἕνδεκα, πυρετὸς δὲ εἶχε, καὶ ἠσίτεε, καὶ οὐχ ὑπῄει τὰ σιτία· καὶ πρῶτον μὲν παρενόησε, τῆς δὲ νυκτὸς ἐπαύσατο. Τῇ δὲ ἐπιούσῃ ἡ μέρῃ, ἄφωνος ἔκειτο ῥέγχων, διεστραμμένα ἔχων τὰ ὄμματα, πυρέσσων· πτεροῦ δὲ καθιεμένου, ἤμεσε χολὴν μέλαιναν· καὶ κλυσθέντι κόπρος ὑπῆλθε πουλλή.

41. Ἀριστίωνος δούλης αὐτόματος ὁ ποῦς ἐσφακέλισε κατὰ μέσον τοῦ ποδὸς ἔνδοθεν ἐκ πλαγίου, καὶ τὰ ὀστέα σαπρὰ γενόμενα ἀπέστη, καὶ ἐξῄεικατὰ μικρὸν συριγγώδεα, καὶ διάῤῥοια ἐπεγένετο, καὶ ἔθανεν.

42. Γυνὴ ὑγιαίνουσα, παχεῖα, κυήσιος ἕνεκεν ἀπὸ καταπότου ὀδύνῃ εἴχετο τὴν γαστέρα, καὶ στρόφος ἐς τὸ ἔντερον, καὶ ᾤδεε, πνεῦμα δὲ προΐστατο, καὶ ἀπορίη ξὺν ὀδύνῃ· καὶ ἐμημέκεεν οὐ πουλύ· καὶ ἐξέθανε πεντάκις ὡς τεθνάναι δοκέειν· καὶ οὔτε ἐμέσασα ἀπὸ ὕδατος ψυχροῦ ἐχάλα οὔτε τῆς ὀδύνης ἐπιούσης οὔτε τὴν πνοήν. Ὕδατος δὲ κατεχύθησαν ψυχροῦ ἀμφορέες ὡς τριάκοντα κατὰ τοῦ σώματος, καὶ ἐδόκεε τοῦτο μόνον ὠφελέειν· καὶ ὕστερον κάτω ἐχώρησε χολὴ συχνή· ὅτε δὲ ἡ ὀδύνη εἶχεν, οὐδὲν ἠδύνατο χωρῆσαι, καὶ ἐβίω.

43. Ἄντανδρος ἀπὸ καταπότου, ἐξαντὴς ἐὼν τἄλλα, περὶ δὲ τὴν κύστιν ἐδόκεεν ἄλγος ἔχειν· ἐκαθήρατο αὐτίκα ὀξέως πουλὺ κάθαρμα· καὶ ἀπὸ μέσης ἡμέρης ὀδύνη ἔσχεν ἰσχυρὴ πάνυ ἐς τὴν γαστέρα· πνίγμα, καὶ ἀπορίη, καὶ ῥιπτασμός· καὶ ἤμει, καὶ ἐχώρεεν οὐδὲν, καὶ τὴν νύκτα ἔπασχε, καὶ ὕπνος οὐκ ἐπῄει. Τῇ δ᾿ ὑστεραίῃ, ἐχώρεε πολλὸν, ὕστερον αἷμα, καὶ ἔθανεν.

234

44. Τῷ Ἀθηνάδεω παιδὶ ἄῤῥενι, τῷ φαγεδαινωθέντι, ὀδὼν ὁ ἐν ἀριστερᾷ κάτω, ἄνω δὲ ὁ ἐν δεξιᾷ· τὸ οὖς τὸ δεξιὸν ἐνεπύησεν, οὐκ ἔτι ἀλγέοντος.

45. Ὁ σκυτεὺς, κάσσυμα κεντῶν, ὀπητίῳ ἐκέντησεν ἑαυτὸν ἐπάνω τοῦ γούνατος ἐς τὸν μηρὸν, καὶ ἔβαψεν ὡς δάκτυλον. Τούτῳ αἷμα μὲν οὐδὲν ἐῤῥύη, τὸ δὲ τρῶμα ταχὺ ἔμυσεν, ὁ δὲ μηρὸς ὅλος ἐμετεωρίζετο, καὶ διέτεινεν ὁ μετεωρισμὸς ἔς τε τὸν βουβῶνα καὶ τὸν κενεῶνα· οὗτος τῇ τρίτῃ ἀπέθανεν.

46. Ὁ δὲ παρὰ τὸν βουβῶνα πληγεὶς τοξεύματι, ὃν ἡμεῖς ἑωράκαμεν, παραδοξότατα ἐσώθη· οὔτε γὰρ ἀκὶς ἐξῃρέθη (ἦν γὰρ ἐν βάθει λίην), οὔτε αἱμοῤῥαγίη οὐδεμίη ἐγένετο ἀξίη λόγου, οὔτε φλεγμονὴ, οὔτε ἐχώλευσεν. Τὴν δὲ ἀκίδα, ἔστε καὶ ἡμεῖς ἀπηλλασσόμεθα, ἐτέων ἐόντων ἓξ, εἶχεν· ὑπενοεῖτο δὲ τούτῳ μεσηγὺ τῶν νεύρων κεκρύφθαι τὴν ἀκίδα, φλέβα τε καὶ ἀρτηρίην οὐδεμίην διαιρεθῆναι.

47. Ὁ πληγεὶσ ὀξεὶ βέλει ἐς τοὔπισθεν μικρὸν κάτω τοῦ τραχήλου, τὸ μὲν τρῶμα ἔλαβεν οὐκ ἄξιον λόγου ἐσιδεῖν· οὐ γὰρ ἐν βάθει ἐγένετο. Μετὰ δὲ οὐ πολλὸν χρόνον, ἐξαιρεθέντος τοῦ βέλεος, ἐτιταίνετο ἐς τοὔπισθεν ἐρυσθεὶς ὡς οἱ ὀπισθοτονικοί· καὶ αἱ γένυες ἐδέδεντο· καὶ εἴ τι ὑγρὸν ἐς τὸ στόμα λάβοι, καὶ τοῦτο ἐγχειροίη καταπίνειν, πάλιν ἀνέκυπτεν ἐς τὰς ῥῖνας, καὶ τὰ λοιπὰ αὐτίκα ἐκακοῦτο, καὶ δευτέρῃ ἡμέρῃ ἔθανεν.

236

48. Νεηνίσκος ὁδὸν τρηχείην τροχάσας ἤλγεε τὴν πτέρνην, μάλιστα τὸ κάτω μέρος, ἀπόστασιν δὲ ὁ τόπος οὐκ ἐλάμβανεν οὐδεμίην ὡς στενυγρὸς ὤν· ἀλλὰ τεταρταίῳ τε ἐόντι αὐτῷ ἐμελαίνετο πᾶς ὁ τόπος ἄχρι τοῦ ἀστραγάλου καλεομένου καὶ τοῦ κοίλου τοῦ κατὰ τὸ στῆθος τοῦ ποδὸς, καὶ τὸ μελανθὲν οὐ περιεῤῥάγη, ἀλλὰ πρότερον ἐτελεύτα· τὰς πάσας δὲ ἐβίου ἡμέρας ἀπὸ τοῦ δρόμου εἴκοσιν.

49. Ὁ δὲ ἐς τὸν ὀφθαλμὸν πληγεὶς ἐπλήγη μὲν κατὰ τοῦ βλεφάρου, ἔδυ δὲ ἡ ἀκὶς ἱκανῶς· ὁ δὲ ἀθὴρ προσυπερεῖχεν. Τμηθέντος τοῦ βλεφάρου, ἤρθη πάντα· οὐδὲν φλαῦρον· ὁ γὰρ ὀφθαλμὸς διέμεινε, καὶ ὑγιὴς ἐγένετο ξυντόμως· αἷμα δὲ ἐῤῥύη λαῦρον, ἱκανὸν τῷ πλήθει.

50. Ἡ παρθένος ἡ καλὴ ἡ τοῦ Νερίου ἦν μὲν εἰκοσαέτης, ὑπὸ δὲ γυναίου φίλης παιζούσης πλατέῃ τῇ χειρὶ ἐπλήγη τὸ κατὰ τὸ βρέγμα, καὶ τότε μὲν ἐσκοτώθη, καὶ ἄπνοος ἐγένετο, καὶ ὅτε ἐς οἶκον ἦλθεν, αὐτίκα τὸ πῦρ εἶχε, καὶ ἤλγει τὴν κεφαλὴν, καὶ ἔρευθος ἀμφὶ τὸ πρόσωπον ἦν. Ἑβδομαίῃ δὲ ἐούσῃ, ἀμφὶ τὸ οὖς τὸ δεξιὸν πῦον ἐχώρησε δυσῶδες, ὑπέρυθρον, πλεῖον κυάθου, καὶ ἔδοξεν ἄμεινον ἔχειν, καὶ ἐκουφίσθη. Πάλιν ἐπετείνετο τῷ πυρετῷ, καὶ κατεφέρετο, καὶ ἄναυδος ἦν, καὶ τοῦ προσώπου τὸ δεξιὸν μέρος εἵλκετο, καὶ δύσπνοος ἦν, καὶ σπασμὸς, καὶ τρομώδης ἦν, καὶ γλῶσσα κατείχετο, καὶ ὁ ὀφθαλμὸς καταπλήξ· ἐνάτῃ ἔθανεν.

51. Ὁ Κλεομένεος παῖς χειμῶνος ἀρξάμενος, ἀπόσιτος, ἄνευ πυρετοῦ ἐτρύχετο, καὶ ἤμεε τὰ σιτία καὶ φλέγμα· δύο μῆνας ἀσιτίη παρείπετο.

52. Τῷ μαγείρῳ ἐν Ἀκάνθῳ τὸ κώφωμα ἐκ φρενίτιδος ἐγένετο·

238
τούτῳ φαρμακοποσίη οὐδεμίη ξυνήνεγκεν, οἶνος δὲ μέλας καὶ ἀρτοσιτίη· λουτρῶν ἀπέχεσθαι, καὶ ἀνατρίβεσθαι λείως, θάλπεσθαί τε μὴ πολλῷ πυριήματι, ἀλλὰ πρηέως.

53. Τῇ Σίμου τὸ τριηκοσταῖον ἀπόφθαρμα· πιούσῃ τι ἢ αὐτόματον τοῦτο ξυνέβη πόνος· ἔμετος χολωδέων, πολλῶν, ὠχρῶν, καὶ πρασοειδέων, ὅτε πίοι· σπασμὸς εἶχε, γλῶσσαν κατεμασσᾶτο. Πρὸς τεταρταίην εἰσῆλθον· καὶ αὐτῇ ἦν ἡ γλῶσσα μεγάλη, μέλαινα· τοῖν ὀφθαλμοῖν δὲ τὰ λευκὰ ἐρυθρὰ ἦν· ἄγρυπνος τῇ τετάρτῃ δὲ ἔθανεν ἐς νύκτα.

54. Ὁ ὀρίγανος ὀφθαλμοῖσι κακὸν πινόμενος; καὶ ὀδοῦσιν.

55. Ἡ ἀπὸ τοῦ κρημνοῦ κόρη πεσοῦσα, ἄφωνος· ῥιπτασμὸς εἶχε, καὶ ἤμεσεν ἐς νύκτα αἷμα πουλύ· κατὰ τὰ ἀριστερὰ πεσούσης, συχνότερον ἐῤῥύη· μελίκρητον χαλεπῶς κατέπινεν ῥέγκος· πνεῦμα πυκνὸν, ὡς τῶν θνησκόντων. φλέβες ἀμφὶ τὸ πρόσωπον τεταμέναι· κλίσις ὑπτίη· πόδες χλιηροί· πυρετὸς βληχρός· ἀφωνίη. ἑβδομαίη, χωνὴν ἔῤῥηξεν· αἱ θέρμαι λεπτότερον ἔσχον· περιεγένετο.

56. Πυθοκλῆς, τοῖς κάμνουσιν ὕδωρ, γάλα πολλῷ τῷ ὕδατι μιγνὺς, ἐδίδου.

57. Χιμέτλων, κατασχᾷν, ἀλεαίνειν τοὺς πόδας, ὡς δὲ μάλιστα ἐκθερμαίνειν πυρὶ καὶ ὕδατι.

58. Ὀφθαλμοῖς, ὠσὶ πονηρὸν, ἡ φακή· ὀπώρη, τὰ γλυκέα, καὶ λάχανα· τοῖσι δὲ περὶ ὀσφὺν καὶ σκέλεα καὶ ἰσχίον ἀλγήμασιν ἐκπόνων,

240
θαλάσσῃ, ὄξει, θερμοῖσι καταιονῇν, καὶ σπόγγους βάπτοντα πυριῇν, ἐπικαταδεῖν δὲ εἰρίοισιν οἰσυπηροῖσι καὶ ῥηνικοῖσιν.

59. Τῶν γναφέων οἱ βουβῶνες ἐφυματοῦντο σκληροὶ καὶ ἀνώδυνοι, καὶ περὶ ἥβην καὶ ἐν τραχήλῳ, ὅμοια, μεγάλα· πυρετός· πρόσθεν μὲν βηχώδεες· τρίτῃ μὲν ἢ τετάρτῃ, γαστὴρ ξυνετάκη· θέρμαι ἐπεγένοντο· γλῶσσα ξηρή· δίψα· ὑποχωρήσιες αἱ κάτω χαλεπαί· ἔθανον.

60. Ὁ τὴν κεφαλὴν ὑπὸ Μακεδόνος λίθῳ πληγεὶς ἔπεσεν· τρίτῃ ἄφωνος ἦν· ἀλυσμός· πυρετὸς οὐ πάνυ· λεπτὸς σφυγμὸς ἐν κροτάφοις· ἤκουεν οὐδὲν οὐδ᾿ ὅλως· οὐδὲ ἐφρόνει, οὐκ ἀτρεμέως. Ἀλλὰ τῇ τετάρτῃ ἐκινέετο νοτὶς περὶ μέτωπόν τε καὶ ὑπὸ ῥῖνα καὶ ἄχρις ἀνθερεῶνος, καὶ ἔθανεν.

61. Ὁ Αἰνιήτης ἐν Δήλῳ ἀκοντίῳ πληγεὶς ὄπισθεν τοῦ πλευροῦ κατὰ τὸ ἀριστερὸν μέρος, τὸ μὲν ἕλκος ἄπονος· τρίτῃ δὲ γαστρὸς ὀδύνη δεινή· οὐχ ὑπεχώρεε· κλυσθέντι δὲ, κόπρος ἐς νύκτα· οὐ κόπος διαλιπών. Ἕδρη ἐς τὰς ἰξύας τετάρτῃ, καὶ ἐς ἥβην καὶ

242
κοιλίην πόνος καταιγίζων· ἀτρεμέειν οὐκ ἠδύνατο· χολώδεα ἤμεσε κατακορέα· ὀφθαλμοὶ, οἷοι τῶν λειποθυμεόντων, Μετὰ τὰς πέντε δὲ ἐτελεύτησεν· θέρμη λεπτή τις ἐνῆν.

62. Τῷ δὲ καθ᾿ ἧπαρ πληγέντι ἀκοντίῳ εὐθὺς τὸ χρῶμα κατεχύθη νεκρῶδες· τὰ ὄμματα κοῖλα· ἀλυσμός· δυσφορίη· ἔθανε πρὶν ἀγορὴν λυθῆναι, ἁμ᾿ ἡμέρῃ πληγείς.

63. Τῇ Πολεμάρχου, χειμῶνος, κυναγχικῇ, οἴδημα ὑπὸ τὸν βρόγχον, πουλὺς πυρετός· ἐφλεβοτομήθη· ἔληξεν ὁ πνιγμὸς ἐκ τῆς φάρυγγος· ὁ πυρετὸς παρείπετο. Περὶ πέμπτην, γούνατος ἄλγημα, οἴδημα τοῦ ἀριστεροῦ· καὶ κατὰ τὴν καρδίην ἐδόκεέ τι ξυλλέγεσθαι αὐτῇ, καὶ ἀνέπνεεν ὡς ἐκ τοῦ βεβαπτίσθαι ἀναπνέουσι, καὶ ἐκ τοῦ στήθεος ὑπεψόφεεν, ὥσπερ αἱ ἐγγαστρίμυθοι λεγόμεναι· τοιοῦτό τι ξυνέβαινεν. Περὶ δὲ τὰς ἑπτὰ ἢ ἐννέα, ἐς νύκτα κοιλίη κατεῤῥάγη· ὑγρὰ πουλλὰ κακὰ νομιζόμενα· ἀφωνίη· ἐτελεύτησεν.

64. Ὑποκαθαίρειν τὰς κοιλίας χρὴ ἐν τοῖσι νουσήμασιν, ἐπὴν πέπονα ᾖ· τὰς μὲν κάτω, ἐπὴν ἱδρυμένα ἴδῃς· σημεῖον, ἢν μὴ ἀσώδεες ἢ καρηβαρικοὶ ἔωσι, καὶ ὅταν αἱ θέρμαι πρηΰταται, ἢ ὅταν λήγωσι μετὰ τοὺς παροξυσμούς· τὰς δὲ ἄνω, ἐν τοῖσι παροξυσμοῖσι· τότε γὰρ καὶ αὐτόματα μετεωρίζεται, ἐπὴν ἀσώδεες καὶ καρηβαρέες καὶ ἀλύοντες ἔωσιν.

65. Ἐκ πτώματος τρωθέντος πήχεως, ἐπὶ σφακελισμῷ πυοῦται· πεπαινομένου δὲ ἤδη, γλίσχρος ἰχὼρ ἐκθλίβεται, ὡς καὶ Κλεογενίσκῳ

244
καὶ Δημάρχῳ τῷ Ἀγλαοτέλεος· ὁμοίως δὲ καὶ πάνυ ἐκ τῶν αὐτῶν πῦον οὐδὲν, οἷον τῶ Αἰσχύλου παιδὶ ξυνέβη· πυουμένοισι δὲ τοῖσι πλείστοισι φρίκη καὶ πυρετὸς ἐπεγίνετο.

66. Τῷ Παρμενίσκου παιδὶ, κωφότης· ξυνήνεγκε μὴ κλύζειν διακαθαίρειν δὲ εἰρίῳ μοῦνον, καὶ ἐγχεῖν ἔλαιον ἢ νέτωπον, περιπατέειν, ἐγείρεσθαι πρωῒ, οἶνον πίνειν λευκόν.

67. Τῇ Ἀσπασίου ὀδόντος δεινὸν ἄλγημα· καὶ γνάθοι ἐπήρθησαν· καστόριον δὲ καὶ πέπερι διακλυζομένη, ὠφελέετο.

68. Τῷ Καλλιμέδοντος ξυνήνεγκε πρὸς τὸ φῦμα τὸ ἐν τῷ τραχήλῳ, σκληρὸν ἐὸν καὶ μέγα καὶ ἄπεπτον καὶ ἐπώδυνον, ἀπόσχασις βραχίονος, λίνον καταπλάσσειν πεφυρημένον ἐν οἴνῳ λευκῷ καὶ ἐλαίῳ δεύοντα, ἐπιδέειν δὲ ἑφθὸν ἄγαν, ἢ ξὺν μελικρήτῳ ἑψεῖν καὶ ἀλεύρῳ τήλιος, ἢ κριθῶν, ἢ πυρῶν.

69. Μελησάνδρῳ τοῦ οὔλου ἐπιλαβόντος, καὶ ὄντος ἐπωδύνου, καὶ σφόδρα ξυνοιδέοντος, ἀπόσχασις βραχίονος· στυπτηρίη αἰγυπτίη ἐν ἀρχῇ παραστέλλει.

70. Ὑδρωπιώδεα δέον ταλαιπωρέειν, ἱδροῦν, ἄρτον ἐσθίειν θερμὸν ἐν ἐλαίῳ, πίνειν μὴ πουλὺ, λούεσθαι καὶ κεφαλὴν χλιηρῷ· οἶνος δὲ λευκὸς λεπτὸς καὶ ὕπνος ἀρήγει.

71. Βίαντι τῷ πύκτῃ, φύσει πουλυβόρῳ ἐόντι, ξυνέβη ἐμπεσεῖν ἐς πάθεα χολερικὰ ἐκ κρεηφαγίης, μάλιστα δὲ ἐκ χοιρείων ἐναιμοτέρων, καὶ μέθης εὐώδεος, καὶ πεμμάτων, καὶ μελιτωμάτων, καὶ

246
σικύου πέπονος, καὶ γάλακτος, καὶ ἀλφίτων νέων· ἐν θέρει δὲ τὰ χολερικὰ, καὶ οἱ διαλείποντες πυρετοί.

72. Τιμοχάρει, χειμῶνος, κατάῤῥους μάλιστα ἐς τὰς ῥῖνας· ἀφροδισιάσαντι ἐξηράνθη πάντα· κόπος· θέρμη ἐπεγένετο· κεφαλὴ βαρείη· ἱδρὼς ἀπὸ κεφαλῆς πουλύς· ἦν δὲ καὶ ὑγιαίνων ἱδρώδης· τριταῖος ὑγιής.

73. Μετὰ κύνα, οἱ πυρετοὶ ἐγένοντο ἱδρώδεες, καὶ οὐ περιεψύχοντο παντάπασι μετὰ τὸν ἱδρῶτα· πάλιν δὲ ἐπεθερμαίνοντο, καὶ μακροὶ, καὶ ἐπιεικέως ἄκρητοι, καὶ οὐ πάνυ διψώδεες· ὀλίγοισιν ἐν ἑπτὰ καὶ ἐννέα ἐπαύοντο, ἑνδεκαταῖοι, καὶ τεσσαρεσκαιδεκαταῖοι, καὶ ἑπτακαιδεκαταῖοι, καὶ εἰκοσταῖοι ἐκρίνοντο. Πολυκράτει πυρετὸς ἐπῄει, καὶ τὰ τοῦ ἱδρῶτος, οἷα γέγραπται· ἀπὸ φαρμάκου κάθαρσις κάτω ἐγένετο· καὶ τὰ τοῦ πυρετοῦ, ἤπια· πάλιν ἐν κροτάφοις ἱδρώτια, καὶ περὶ τράχηλον ἐς δείλην, εἶτα ἐς ὅλον· καὶ πάλιν ἐπεθερμάνθη. Περὶ δὲ τὰς δώδεκα καὶ τεσσαρεσκαίδεκα ἐπέτεινεν ὁ πυρετός· καὶ ὑποχωρήματα βραχέα· ῥοφήμασι μετὰ τὴν κάθαρσιν ἐχρήσατο. Περὶ δὲ τὰς πεντεκαίδεκα γαστρὸς ἄλγημα κατὰ σπλῆνα καὶ κατὰ κενεῶνα ἀριστερόν· θερμῶν προσθέσιες ἧσσον ἢ ψυχρῶν προσωφέλεον· κλύσματι δὲ μαλθακῷ χρησαμένῳ ἔληξεν ἡ ὀδύνη.

74. Τῷ ἐκ τοῦ μεγάλου πλοίου διόπῳ ἡ ἄγκυρα λιχανὸν δάκτυλον καὶ τὸ κάτω ὀστέον ξυνέφλασε δεξιῆς χειρός· φλεγμασίη ἐπεγένετο, καὶ σφάκελος, καὶ πυρετός· ὑπεκαθάρθη μετρίως· θέρμαι ἤπιοι, καὶ ὀδύναι· δακτύλου τι ἀπέπεσεν. Μετὰ τὰς ἑπτὰ ἐξήια ἰχὼρ ἐπιεικής. Μετὰ ταῦτα, γλώσσης, οὐ πάντα ἔφη δύνασθαι

248
ἑρμηνεύειν· προῤῥήσιος, ὅτι ὀπισθότονος ἥξει· ξυνεφέροντο αἱ γνάθοι συνερειδόμεναι, εἶτα ἐς τράχηλον· τριταῖος δὲ ὅλος ἐσπᾶτο ἐς τοὐπίσω ξὺν ἱδρῶτι. Ἑκταῖος ἀπὸ τῆς προῤῥήσιος ἔθανεν.

75. Ὁ δὲ Ἁρπάλου ἐκ τῆς ἀπελευθέρης Τηλεφάνης στρέμμα κάτω μεγάλου δακτύλου ἔλαβεν· ἐφλέγμηνε, καὶ ἐπώδυνος ἦν· καὶ ἐπεὶ ἀνῆκεν, ᾤχετο ἐς ἀγρόν. Ἀναχωρέων, ὀσφὺν ἤλγησεν· ἐλούσατο· αἱ γένυες ξυνήπτοντο ἐς νύκτα, καὶ ὀπισθότονος παρῆν· τὸ σίελον ἀφρῶδες μόλις διὰ τῶν ὀδόντων ἔξω διῄει· τριταῖος ἔθανεν.

76. Θρίνων ὁ τοῦ Δάμωνος, περὶ κνήμης σφυρὸν ἕλκος κατὰ νεῦρον, ἤδη καθαρόν· τούτῳ δηχθέντι ὑπὸ φαρμάκου, ξυνέβη ὀπισθοτόνῳ θανεῖν.

77. Ἦρά γε ἐν πᾶσι τοῖσιν ἐμπυήμασι, καὶ τοῖσι περὶ ὀφθαλμὸν, ἐς νύκτα οἱ πόνοι;

78. Αἱ βῆχες χειμῶνος, μάλιστα δ᾿ ἐν νοτίοισι, παχέα καὶ πουλλὰ λευκὰ χρεμπτομένοισι πυρετοὶ ἐπεγίνοντο ἐπιεικέως, καὶ πεμπταῖοι ἐπαύοντο· αἱ δὲ βῆχες, περὶ τὰς τεσσαράκοντα, οἷον Ἡγησιπόλει.

79. Εὐτυχίδης ἐκ χολερικῶν ἐπὶ τῶν σκελέων ἐς τετανώδεα ἔληξεν· ἅμα τῇ κάτω ὑποχωρήσει κατακορέα χολὴν πουλλὴν ἤμεσεν ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, καὶ λίην ἐρυθρήν· καὶ ἀκρατὴς ἦν καὶ ἀσώδης· οὐδὲν δὲ κατέχειν ἠδύνατο, οὔτε ἐκ τῶν ποτῶν, οὔτε ἐκ τῶν σιτίων· καὶ τοῦ οὔρου πουλλὴ σχέσις, καὶ τῆς κάτω διόδου· διὰ τοῦ ἐμέτου τρὺξ μαλθακὴ ἦλθε, καὶ κατέῤῥιψε κάτω.

80. Ἀνδροφανεῖ ἀφωνίη, λήρησις· λυθέντων δὲ τούτων, περιῆν

250
ἔτι συχνά· καὶ ὑποστροφαὶ ἐγίνοντο· ἡ δὲ γλῶσσα διετέλει πάντα τὸν χρόνον ξηρή· καὶ εἰ μὴ διακλύζοιτο, διαλέγεσθαι οὐχ οἷός τε ἦν, καὶ πικρὴ λίην ἦν τὰ πολλά· ἔστι δ᾿ ὅτε καὶ πρὸς καρδίην ὀδύνη, ἣν φλεβοτομίη ἔλυσεν· ταύτῃ ὑδροποσίη ἢ μελίκρητον ξυνήνεγκεν. Ἐλλέβορον ἔπιε μέλανα, οὐδὲ τὸ χολῶδες διῄει, ἀλλ᾿ ὀλίγον. Τέλος δὲ χειμῶνος κατακλιθεὶς, ἔξω ἐγένετο, καὶ τὰ τῆς γλώσσης παθήματα ὅμοια, θέρμη λεπτὴ, ἄπορος, γλῶσσα ἄχροος, φωνὴ περιπλευμονικὴ, ἀπόσταξις· εἷμα ἀπεδύετο, καὶ ἐξάγειν αὐτὸν ἐκέλευεν, οὐδὲν δὲ ἠδύνατο σάφα εἰπεῖν· ἐς νύκτα ἐτελεύτα.

81. Τὸ Νικάνορος πάθος, ὁπότε ἐς ποτὸν ὥρμητο, φόβος τῆς αὐλητρίδος· ὁκότε φωνῆς αὐλοῦ ἀρχομένης ἀκούσειεν αὐλεῖν ἐν ξυμποσίῳ, ὑπὸ δειμάτων ὄχλοι· μόλις ὑπομένειν ἔφη, ὅτε εἴη νύξ· ἡμέρης δὲ ἀκούων, οὐδὲν διετρέπετο· τοιαῦτα παρείπετό οἱ συχνὸν χρόνον.

82. Δημοκλῆς ὁ μετ᾿ ἐκείνου ἀμβλυώσσειν καὶ λυσισωματεῖν ἐδόκεε, καὶ οὐκ ἂν παρῆλθε παρὰ κρημνὸν οὐδ᾿ ἐπὶ γεφύρης· οὐδὲ τοὐλάχιστον βάθος τάφρου διαπορεύεσθαι, ἀλλὰ δι᾿ αὐτῆς τῆς τάφρου οἷός τε ἦν· τοῦτο χρόνον τινὰ ξυνέβη αὐτῷ.

83. Τὸ Φοίνικος, ἐκ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ τοιοῦτόν τι ἦν· τὰ πολλὰ ὥσπερ ἀστραπὴν ἐδόκεεν ἐκλάμπειν· οὐ πολὺ δὲ ἐπισχόντι ὀδύνη ἐς τὸν κρόταφον τὸν δεξιὸν ἐνεστήκει δεινὴ, εἶτα ἐς ὅλην τὴν κεφαλὴν καὶ ἐς τράχηλον, καθὸ δέδεται ἡ κεφαλὴ ὄπισθεν σπονδύλῳ·

252
καὶ ξύντασις, καὶ σκληρότης ἀμφὶ τοὺς τένοντας· καὶ εἰ διοίγειν ἐπειρᾶτο, ξυντεινόμενος, Ἔμετοι ὁκότε γενοίατο, ἀπέτρεπον τὰς εἰρημένας ὀδύνας, καὶ ἠπιωτέρας ἐποίεον· ἀλλὰ μὴν καὶ φλεβοτομίη ὠφέλεε, καὶ ἐλλεβοροποσίη ἀνῆγε παντοδαπὰ, οὐχ ἥκιστα δὲ πρασοειδέα.

84. Παρμενίσκῳ καὶ πρότερον ἐνέπιπτον ἀθυμίαι καὶ ἀπαλλαγῆς βίου ἐπιθυμίη, ὁτὲ δὲ πάλιν εὐθυμίη.

85. Ἡ δὲ Κόνωνος θεράπαινα, ἐκ κεφαλῆς ὀδύνης ἀρξαμένης, ἔκτοσθεν ἐγένετο· βοὴ, κλαὺθμοὶ πουλλοὶ, ὀλιγάκις ἡσυχίη. Περὶ δὲ τὰς τεσσαράκοντα ἐτελεύτησεν· τὰς ὅτε δὲ ἔθνησκε δέκα ἡμέρας, ἄφωνος καὶ σπασμώδης ἐγένετο.

86. Νεηνίσκος δέ τις πουλὺν ἄκρητον πεπωκὼς, ὕπτιος ἐκάθευδεν ἔν τινι σκηνῇ· τούτῳ ὄφις ἐς τὸ στόμα παρεισεδύετο ἀργής. Καὶ δὴ, ὅ τι ᾔσθετο, οὐ δυνάμενος φράσασθαι, ἔβρυξε τοὺς ὀδόντας, καὶ παρέτραγε τοῦ ὄφιος, καὶ ἀλγηδόνι μεγάλῃ εἴχετο, καὶ τὰς χεῖρας προσέφερεν ὡς ἀγχόμενος, καὶ ἐῤῥίπτει ἑωυτὸν, καὶ σπασθεὶς ἔθανεν.

87. Καὶ ὁ τοῦ Τιμοχάριος θεράπων, ἐκ μελαγχολικῶν δοκεόντων εἶναι καὶ τοιούτων καὶ τοσούτων, ἔθανεν ὁμοίως περὶ τὰς αὐτὰς ἡμέρας.

88. Τῷ Νικολάου. παιδὶ, περὶ ἡλίου τροπὰς χειμερινὰς, ἐκ ποτῶν ἔφριξεν· ἐς νύκτα πυρετοί. Τῇ, ὑστεραίῃ, ἔμετος χολώδης, ἄκρητος, ὀλίγος. Τῇ τρίτῃ, ἀγορῆς ἔτι πλήρεος ἐούσης, ἱδρὼς ὅλου τοῦ σώματος· ἔληξεν.

254

89. Τῇ Διοπείθεος ἀδελφεῇ, ἐν ἡμιτριταίῳ· καὶ ἡ καρδίη περὶ τὴν λῆψιν, δεινὴ, καὶ ξυμπαρείπετο ὅλῃ τῇ ἡμέρῃ. Καὶ ἡ καρδιαλγίη, καὶ τῇσιν ἄλλῃσι παραπλησίως, πλὴν ἀλλ᾿ ὑπὸ πληϊάδος δύσιν· ἀνδράσι σπανιώτερα ἐγένετο τὰ τοιαῦτα.

90. Τῇ Ἐπιχάρμου, πρὸ τοῦ τεκεῖν, δυσεντερίη ἦν· ὁ πόνος σφοδρός· ὑποχωρήματα ὕφαιμα, μυξώδεα· τεκοῦσα, παραχρῆμα ἰάθη.

91. Τῇ Πολεμάρχου ἐν ἀρθριτικοῖς ἰσχίου ἄλγημά τι δεινὸν, ἐξ αἰτίης γυναικείων μὴ γινομένων· ἡ φωνὴ ἴσχετο νύκτα ὕλην μέχρι μέσον ἡμέρης· ἤκουε δὲ καὶ ἐφρόνεε, καὶ ἐσήμαινε τῇ χειρὶ, ὅτι περὶ τὸ ἰσχίον εἴη τὸ ἄλγημα.

92. Ἐπιχάρμῳ, περὶ πληϊάδων δύσιν, ὤμου ὀδύνη, καὶ βάρος ἐς βραχίονα, νάρκη, ἔμετοι συχνοὶ, ὑδροποσίη.

93. Τῷ Εὐφράνορος παιδὶ, τὰ ἐξανθήματα οἷα τὰ τῶν κωνώπων δήγματα, ὀλίγον δὲ χρόνον· τῇ ὑστεραίῃ ἐπυρέτηνεν.

94. Αὐχμοὶ πουλλοὶ μετὰ ζέφυρον ἐγένοντο μέχρις ἰσημερίης φθινοπωρινῆς· ὑπὸ κύνα, πνίγεα μεγάλα, πνεύματα θερμά· πυρετοὶ ἱδρώδεες· φύματα παρ᾿ οὖς συχνοῖς ἐγένοντο.

95. Τύχων ἐν τῇ πολιορκίῃ περὶ Δάτον ἐπλήγη ὑπὸ καταπέλτου ἐς τὸ στῆθος, καὶ μετ᾿ ὀλίγον γέλως ἦν περὶ αὐτὸν θορυβώδης· ἐδόκεε δέ μοι ὁ ἰητρὸς ἐξαιρέων τὸ ξύλον ἐγκαταλιπεῖν τι τοῦ δόρατος κατὰ τὸ διάφραγμα. Ἀλγέοντος δὲ αὐτοῦ, πρὸς τὴν ἑσπέρην ἔκλυσέ τε καὶ

256
ἐφαρμάκευσε κάτω. Νύκτα διήγαγε τὴν πρώτην δυσφόρως· ἅμ᾿ ἡμέρῃ δὲ ἐδόκεε καὶ τῷ ἰητρῷ καὶ τοῖσιν ἄλλοισι βέλτιον ἔχειν· πρόῤῥησις, ὅτι, σπασμοῦ γενομένου, ταχέως ἀπολεϊται. Τῇ γοῦν ἐπιούσῃ νυκτὶ, δύσφορος, ἄγρυπνος· ἐπὶ γαστέρα τὰ πουλλὰ κλινόμενος. Τῇ τρίτῃ ἅμ᾿ ἡμέρῃ ἐσπᾶτο, καὶ τηνικαῦτα ἐτελεύτησεν.

96. Τῷ Βίλλῳ πληγέντι ἐς τὸν νῶτον, τὸ πνεῦμα πουλὺ κατὰ τὸ τρῶμα μετὰ ψόφου ἐχώρεεν· ᾑμοῤῥάγει· τῷ δὲ ἐναίμῳ καταδεθεὶς ἰάθη· καὶ τῷ Δυσλύτᾳ ξυνέβη τωὐτό.

97. Τῷ τῆς Φίλης παιδὶ, ψιλώματος ἐν τῷ μετώπῳ γενομένου, ἐναταίῳ πυρετός· ἐπελιάνθη τὸ ὀστέον· ἐτελεύτησεν. Καὶ τῷ Φανίου καὶ τῷ Εὐεργέτου, πελιαινομένων τῶν ὀστέων, καὶ πυρεταινόντων, ἀφίσταται τὸ δέρμα ἀπὸ τοῦ ὀστέου, καὶ πῦον οὐ φαίνεται.

98. Ἀρίστιππος ἐς τὴν κοιλίην ἐτοξεύθη ἄνω βίῃ χαλεπῶς· ἄλγος κοιλίης δεινόν· καὶ ἐπίμπρατο ταχέως· κάτω δὲ οὐ διεχώρεεν· ἀσώδης ἦν· χολώδεα κατακορέα· καὶ ὅτε ἀπήμεσεν, ἐδόκεε ῥηΐων εἶναι· μετ᾿ ὀλίγον δὲ πάλιν τὰ ἀλγήματα δεινά· καὶ ἡ κοιλίη ὡς ἐν εἰλεοῖσιν· θέρμαι, δίψαι· καὶ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ἐτελεύτησεν.

99. Ὁ δὲ Νεάπολις πληγεὶς ὁμοίως ταῦτ᾿ ἔπασχεν· κλυσθέντι δ᾿ ἐν δριμεῖ, κοιλίη κατεῤῥάγη· χρῶμα κατεχύθη λεπτὸν, ὠχρὸν, μελανέον· ὄμματα αὐχμηρὰ, καρώδεα, ἐνδεδινημένα, ἀτενίζοντα.

100. Ἐν Καρδίῃ, τῷ Μητροδώρου παιδὶ ἐξ ὀδόντος ὀδύνης

258
σφακελισμὸς τῆς γνάθου, καὶ οὔλων ὑπερσάρκωσις· μετρίως ἐξεπύησεν· ἐξέπεσον οἱ γόμφιοι καὶ ἡ σιηγών.

101. Γυναικὶ, ἐν Ἀβδήροισι, καρκίνωμα ἐγένετο περὶ τὸ στῆθος, καὶ διὰ τῆς θηλῆς ἔῤῥεεν ἰχὼρ ὕφαιμος· ἐπιληφθείσης δὲ τῆς ῥύσιος, ἔθανεν.

102. Ἐκ κατάῤῥου κατὰ τὸ ἥμισυ τῆς κεφαλῆς ἐπόνεον, καὶ κατὰ ῥῖνας ὑγροῦ χωρέοντος, ἐπυρέταινον, ἐπιεικέως ἐν τῇσι πέντε ἡμέρῃσι περιεψύχοντο.

103. Τῇ Σίμου ἐν τόκῳ σεισθείσῃ, ἄλγημα περὶ τὸ στῆθος ἐγένετο καὶ πλευρόν· ἀποχρέμψιες πυώδεες· φθίσις κατέστη· ἓξ μῆνας οἱ πυρετοί· πάλιν διάῤῥοια· παῦσις πυρετοῦ· κοιλίη ἔστη, καὶ περὶ ἡμέρας ἑπτὰ ἔθανεν.

104. Ἡ κυναγχικὴ χεῖρα δεξιὴν καὶ σκέλος ἤλγησεν· πυρετὸς ἐπεῖχε βληχρός· ὁ δὲ πνιγμὸς τριταίῃ ἐχάλασεν. Τετάρτῃ, σπασμώδης, ἄφωνος· ῥέγχος, ὀδόντων σύντριψις, γνάθων ἔρευθος· ἔθανε πεμπταίη ἢ ἑκταίη· σημεῖον περὶ χεῖρα ὑποπέλιον.

105. Καὶ ἑτέρη ἐπὶ τοῦ ὑπερῴου ῥεγχώδης· γλῶσσα ξηρὴ, περιπλευμονική· ἔμφρων ἔθανεν.

106. Καὶ ὁ ἐν Ὀλύνθῳ ὑδρωπικὸς, ἐξαίφνης ἄφωνος, ἔκφρων νύκτα καὶ ἡμέρην, ἔθανεν.

266

1. Ὁκόσῃσιν ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται, κατὰ τὸ βρέγμα ὀδύναι μάλιστα, καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων· ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτᾷ.

2. Οἱ φοξοὶ, οἱ μὲν καρτεραύχενες, ἰσχυροὶ καὶ τἄλλα καὶ ὀστέοισιν· οἱ δὲ κεφαλαλγέες, καὶ ὠτόῤῥυτοι· τουτέοισιν ὑπερῷαι κοῖλαι, καὶ ὀδόντες παρηλλαγμένοι.

3. Ὁκόσοισιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, τουτέοισι μέση ἵζει ἡ ῥίς· οἷσι δὲ, ἔνθεν οἱ ὀδόντες, ἄκρη σιμοῦται.

268

4. Αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἔστιν οἷσι μεταβολὰς ἴσχουσι καὶ ἄλλας.

5. Καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ὅταν πληρῶνται σίτου, ἐμέουσί γε φλέγμα, ὅταν δὲ πλεονάζωσιν αἱ ὀδύναι, ἰώδεα· καὶ ῥᾴους μὲν γίνονται, λύονται δὲ, ὅταν σίτου κενωθῶσιν· ψαμμία τε πυῤῥὰ ὑφίσταται, αἱματῶδές τε οὐρέουσιν· νάρκη μηροῦ τοῦ κατ᾿ ἴξιν. Ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνάσια· μὴ ἐμπίπλασθαι· τοὺς νέους ἐλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητικοῖσι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι.

6. Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπιπουλὺ παραμένει· ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει.

7. Ἐν Κρανῶνι, αἱ παλαιαὶ ὀδύναι, ψυχραί· αἱ δὲ νεαραὶ, θερμαὶ, αἵματι δὲ αἱ πλεῖσται· καὶ τὰ ἀπὸ ἰσχίου ψυχρά.

270

8. Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα, οὐ πάνυ τι πρηΰνεται, ἀλλ᾿ ἐγγὺς τῆς ἀκμῆς. Πρὸς ῥίγεος αἱ ἐπισχέσιες τῶν οὔρων, ἢν ἐκ χρηστῶν ἴωσι, καὶ κοιλίη ἢν μὴ ὑποδιέλθῃ, καὶ ὕπνοι ἢν ἔωσιν· ἴσως δὲ καὶ ὁ τρόπος τοῦ πυρετοῦ· ἴσως δὲ καὶ τὰ ἐκ κόπων. Ἀποστάσιες οὐ μάλα, οἷσι ῥίγεα.

9. Αἱ τῶν σκελέων ἐκθηλύνσιες, οἷον ἢ πρὸ νούσου ὁδοιπορήσαντι, ἢ ἐκ νούσου αὐτίκα, διότι ἴσως τὸ ἐκ κόπων ἐς ἄρθρα ἀπέστη, διὸ καὶ τῶν σκελέων ἐκθηλύνσιες.

10. Φύματα ἔξω ἐξοιδέοντα, καὶ τὰ ἀποξέα καὶ κορυφώδεα, καὶ τὰ ὁμαλῶς ξυμπεπαινόμενα, καὶ μὴ περίσκληρα, καὶ κατάῤῥοπα, καὶ μὴ δίκραια, ἀμείνω· τὰ δὲ ἐναντία κακὰ, καὶ ὅσα πλείστῳ ἐναντία, κάκιστα.

272

11. Τὸ θηριῶδες φθινοπώρου, καὶ αἱ καρδιαλγίαι, καὶ τὸ φρικῶδες, καὶ μελαγχολικόν. Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς σκέπτεσθαι, καὶ ἐν ἁπάσῃ τῇ νούσῳ, οἷον τὸ ἐς δείλην παροξύνεσθαι, καὶ ὁ ἐνιαυτός· ἐς δείλην, καὶ αἱ ἀσκαρίδες.

12. Νηπίοισι βηχίον ξὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ ξυνεχεῖ σημαίνει μετὰ κρίσιν, διμηνιαίῳ τὸ ξύμπαν, εἰκοσταίῳ, καὶ οἰδήματα ἐς ἄρθρα· καὶ ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταστῇ, τὰ ἄνω ἐν τοῖσι κάτω ἄρθροισιν, ἀγαθόν· ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν νοῦσον, ἢν μὴ ἐκπυήσῃ· τὰ δὲ ἐν ὤμοισιν ἐκπυεῦντα τοῖσι τηλικούτοισι γαλιάγκωνας ποιέει· λύσειε δ᾿ ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυσις, ἢν μὴ στρογγύλακαὶ βαθέα ᾖ, τὰ δὲ τοιαῦτα ὀλέθρια καὶ ἄλλως παιδίοισιν· καὶ αἷμα λύσειεν ἂν ῥαγὲν, μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνεται.

13. Δάκρυον ἐν τοῖσιν ὀξέσι τῶν φλαύρως ἐχόντων, ἑκόντων μὲν χρηστόν· ἀκόντων δὲ παραῤῥέον, κακόν· καὶ οἷσι περιτείνεται βλέφαρα, κακόν· κακὸν δὲ καὶ τὸ ἐπιξηραινόμενον, οἷον ἄχνη, καὶ τὸ

274
ἀμαυρὸν, καὶ αὐχμηρὸν, κακόν· καὶ οἱ ῥυτιδούμενοι ἔνδοθεν, καὶ οἱ πεπηγότες, καὶ οἱ μόλις στρεφόμενοι, καὶ οἱ ἐνδεδινημένοι, καὶ τἄλλα ὅσα παρεῖται.

14. Πυρετοὶ, οἱ μὲν δακνώδεες τῇ χειρὶ, οἱ δὲ πρηέες· οἱ δ᾿ οὐ δακνώδεες μὲν, ἐπαναδιδόντες δέ· οἱ δ᾿ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ περικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς βληχροί· ξηροί· οἱ δὲ ἁλμυρώδεες· οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινόι· οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι· οἱ δὲ πελιοί· οἱ δὲ ἔξωχροι· καὶ τἄλλα τοιουτότροπα.

15. Αἱ ξυντάσιες τοῦ σώματος, καὶ οἱ σκληρυσμοὶ τῶν ἄρθρων, κακόν· καὶ αὐτὸς διαλελυμένος, κακόν· καὶ αἱ κατακλάσιες τῶν

276
ἄρθρων, κακαί. Ὄμματος θράσος, παρακρουστικόν· καὶ ἔῤῥιψις καὶ κατάκλασις, κακόν.