Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

1. Ὁκόσοι πυῤῥοὶ, ὀξύῤῥινες, ὀφθαλμοὶ σμικροὶ, πονηροί. Ὁκόσοι πυῤῥοὶ, σιμοὶ, ὀφθαλμοὶ μεγάλοι, ἐσθλοί. Ὑδωπιώδεες χαροποὶ, πυῤῥοὶ, ὀξύῤῥινες, ἢν μὴ φαλακροὶ ἔωσιν. Ἰσχνοφωνίην κιρσὸς λύει ἐς τὸν ἀριστερὸν καὶ τὸν δεξιὸν ὄρχιν, ἄνευ τουτέων τοῦ ἑτέρου οὐχ οἷόν τε λύεσθαι. Μεγάλοι, φαλακροὶ, τραυλοὶ, ἰσχνόφωνοι, ἐσθλοί. Νοσήματα δὲ ἔχουσι τραυλὸς ἢ φαλακρὸς ἢ ἰσχνόφωνος ἢ δασὺς ἰσχυρῶς μελαγχολικά [νοσήματα δ᾿ ἔχουσιν].

2. Ὅσοι τῇ γλώσσῃ παφλάζουσι, χειλῶν μὴ ἐγκρατέες ἐόντες, ἀνάγκη, λυομένων, ἐμπύους γίνεσθαι, ἢ ὀδύνη ἐν τοῖσι κάτω χωρίοισιν ἰσχυρὴ, ἢ κωφότης λύει, καὶ αἷμα πολλὸν ἐκ τῶν ῥινῶν, ἢ μανίη.

3. Ἢν λεχοῖ σπασμὸς ἐπιγένηται, πῦρ ποιεῖν, καὶ ἐς κύστιν κηρωτὴν ἐγχέας πουλλὴν χλιαρὴν κλύζειν.

4. Ἢν τῆς κεφαλῆς τὸ ὀστέον κατεαγῇ, διδόναι γάλα καὶ οἶνον πίνειν, ἴσον ἴσῳ· ἢν δὲ ἕλκος ᾖ, φλεβοτομέειν τὰς εἰσω, ἢν μὴ πυρεταίνῃ· ἢν δὲ παραφρονέῃ, τὴν κεφαλὴν καταβρέχειν, ἢν μὴ τὰ ὑποχόνδρια ἐπηρμένα ᾖ· ἢν τὴν κεφαλὴν ἀλγέῃ, ἐς στῆθος ἔρχεται,

130
ἔπειτα ἐς τὸ ὑποχόνδριον, ἔπειτα ἐς τὸ ἰσχίον, πάντα δὲ οὐχ οἷόν τε ἀλγέειν.

5. Ἀνεμίην, φλεβοτομίη.