Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

1. Ἡπατῖτις ἐν ὀσφύϊ, μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν. καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν μετέωρος δι᾿ ἥπατος, καὶ διὰ φρενῶν ἐς καρδίην· καὶ ᾔει μὲν ἰθεῖα ἐς κληῗδας· ἐντεῦθεν δὲ αἱ μὲν ἐς τράχηλον, αἱ δὲ ἐπ᾿ ὠμοπλάτας, αἱ δὲ ἀποκαμφθεῖσαι κάτω, παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν, ἐξ ἀριστερῶν μὲν μία

122
ἐγγὺς κληΐδων, ἒκ δεξιῶν δὲ, ἐπί τι αὐτὴ χωρίον. Ἄλλη δὲ ἑκατέρωθεν ἐποκαμφθεῖσα, ἄλλη δὲ σμικρὸν κατωτέρω ἀποκαμφθεῖσα, ὅθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἔστ᾿ ἂν τῇ ἔξ αὐτέης τῆς καρδίης προστύχῃ ἀποκαμπτομένη ἐς τὰ ἀριστερά· ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σπονδύλους καταβαίνει, ἔστ᾿ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι, ἀποδιδοῦσα τῇσι πλευρῇσι τῇσιν ἐπιλοίπῃσιν ἁπάσαις, καὶ ἔνθεν καὶ ἔνθεν ἀποσχίδας παρ᾿ ἑκάστην διδοῦσα μία ἐοῦσα, ἀπὸ μὲν τῆς καρδίης ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίης, ἔστ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη. Πρότερον δὲ πρὶν ἢ ἐνταῦθα ἐλθεῖν, παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδικραιώθη· καὶ ἡ μὲν ἔνθα, ἡ δὲ ἔνθα τῶν σπονδύλων ἐλθοῦσα κατηναλώθη. Εὐθεῖα δὲ ἀπὸ τῆς καρδίης πρὸς κληἳδας τείνουσα ἄνωθεν νῆς ἀρτηρίης ἐστὶ, καὶ ἀπὸ ταύτης, ὥσπερ καὶ παρ᾿ ὀσφὺν κάτωθεν νῆς ἀρτηρίης, ἀΐσσει ἐς τὸ ἧπαρ, ἡ μὲν ἐπὶ πύλας καὶ λοβὸν, ἡ δὲ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρμήκει σμικρὸν κάτωθεν φρενῶν. Φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥηΐδιον χωρίσαι. Δισσαὶ δὲ ἀπὸ
124
κληΐδων, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅποι δὲ ἐντεῦθεν, οὔπω οἶδα. Φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίης, ταύτῃ ἀμφιβεβηκυῖαι. Ἀρτηρίαι μὲν ἐκ τουτέου ἐκπεφύκασιν ἔνθεν καὶ ἔνθεν ἀρτηρίης τόνον ἔχουσαι. Ταύτῃ δέ πη παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. Ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν, φέρονται μετέωροι, πολυσχιδεῖς τε διὰ τῶν φρενῶν εἰσιν, ἀμφὶ ταύτας καὶ πεφύκασιν ἄνωθεν δὴ φρενῶν, αὗται δὲ μᾶλλόν τι ἐμφανέες.

2. Δύο δὲ τόνοι ἀπ᾿ ἐγκεφάλου ὑπὸ τὸ ὀστέον τοῦ μεγάλου σπονδύλου ἄνωθεν, καὶ πρὸς τοῦ στομάχου μᾶλλον ἑκατέρωθεν τῆς ἀρτηρίης παρελθὼν ἑκάτερος ἐς ἑαυτὸν ἦλθεν ἴκελος ἑνί· ἔπειτα ᾗ σπόνδυλοι καὶ φρένες πεφύκασιν, ἐνταῦθα ἐτελεύτων, καί τινες ἐνδοιαστοὶ πρὸς ἧπαρ καὶ σπλῆνα ἀπὸ τούτου τοῦ κοινωνήματος ἐδόκεον τείνειν. Ἄλλος τόνος ἑκατέρωθεν ἐκ τῶν κατὰ κληἴδα σπονδύλων παρὰ ῥάχιν παρέτεινεν ἐκ πλαγίων σπονδύλων, καὶ τῇσι πλευρῇσιν ἀπένεμεν. Ὥσπερ αἱ φλέβες, οὗτοι διὰ φρενῶν ἐς μεσεντέριόν μοι δοκέουσι τείνειν, ἐν δὲ τουτέοισιν ἐξέλιπον, αὖθις δ᾿ ὅθεν φρένες ἐξεπεφύκεισαν, ἀπὸ τούτου ξυνεχέες ἐόντες κατὰ μέσον

126
κάτωθεν ἀρτηρίης τὸ ἐπίλοιπον παρὰ σπονδύλους ἀπεδίδουν, ὥσπερ αἱ φλέβες, μέχρι κατηναλώθησαν πᾶν διελθόντες τὸ ἱερὸν ὀστέον.

3. Ἐν Αἴνῳ ὀσπριοφαγεῦντες ξυνεχέως, θήλειαι, ἄρσενες, σκελέων ἀκρατέες ἐγένοντο, καὶ διετέλεον· ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες.

4. Ἐπιτηδεύειν ὀξυθυμίην ἐμποιέειν καὶ χρώματος ἀναλήψιος ἕνεκα καὶ ἐγχυμώσιος, καὶ εὐθυμίας, καὶ φόβους, καὶ τὰ τοιαῦτα· καὶ ἢν μὲν τὸ ἄλλο σῶμα ξυννοσέῃ, ξυνιῆσθαι, εἰ δὲ μὴ, τοῦτο.

5. Ἡ Στυμάργεω οἰκέτις, ᾗ οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο τὸ στόμα τοῦ αἰδοίου, καὶ ἐς ἰσχίον καὶ σκέλος ὀδύνη, παρὰ σφυρὸν τμηθεῖσα ἐῤῥήϊσεν· καίτοι καὶ τρόμοι τὸ σῶμα πᾶν κατεῖχον· ἀλλ᾿ ἐπὶ τὴν πρόφασιν δεῖ ἐλθεῖν καὶ τῆς προφάσιος τὴν ἀρχήν.

128

1. Ὁκόσοι πυῤῥοὶ, ὀξύῤῥινες, ὀφθαλμοὶ σμικροὶ, πονηροί. Ὁκόσοι πυῤῥοὶ, σιμοὶ, ὀφθαλμοὶ μεγάλοι, ἐσθλοί. Ὑδωπιώδεες χαροποὶ, πυῤῥοὶ, ὀξύῤῥινες, ἢν μὴ φαλακροὶ ἔωσιν. Ἰσχνοφωνίην κιρσὸς λύει ἐς τὸν ἀριστερὸν καὶ τὸν δεξιὸν ὄρχιν, ἄνευ τουτέων τοῦ ἑτέρου οὐχ οἷόν τε λύεσθαι. Μεγάλοι, φαλακροὶ, τραυλοὶ, ἰσχνόφωνοι, ἐσθλοί. Νοσήματα δὲ ἔχουσι τραυλὸς ἢ φαλακρὸς ἢ ἰσχνόφωνος ἢ δασὺς ἰσχυρῶς μελαγχολικά [νοσήματα δ᾿ ἔχουσιν].

2. Ὅσοι τῇ γλώσσῃ παφλάζουσι, χειλῶν μὴ ἐγκρατέες ἐόντες, ἀνάγκη, λυομένων, ἐμπύους γίνεσθαι, ἢ ὀδύνη ἐν τοῖσι κάτω χωρίοισιν ἰσχυρὴ, ἢ κωφότης λύει, καὶ αἷμα πολλὸν ἐκ τῶν ῥινῶν, ἢ μανίη.

3. Ἢν λεχοῖ σπασμὸς ἐπιγένηται, πῦρ ποιεῖν, καὶ ἐς κύστιν κηρωτὴν ἐγχέας πουλλὴν χλιαρὴν κλύζειν.

4. Ἢν τῆς κεφαλῆς τὸ ὀστέον κατεαγῇ, διδόναι γάλα καὶ οἶνον πίνειν, ἴσον ἴσῳ· ἢν δὲ ἕλκος ᾖ, φλεβοτομέειν τὰς εἰσω, ἢν μὴ πυρεταίνῃ· ἢν δὲ παραφρονέῃ, τὴν κεφαλὴν καταβρέχειν, ἢν μὴ τὰ ὑποχόνδρια ἐπηρμένα ᾖ· ἢν τὴν κεφαλὴν ἀλγέῃ, ἐς στῆθος ἔρχεται,

130
ἔπειτα ἐς τὸ ὑποχόνδριον, ἔπειτα ἐς τὸ ἰσχίον, πάντα δὲ οὐχ οἷόν τε ἀλγέειν.

5. Ἀνεμίην, φλεβοτομίη.

6. Τῷ φαρμάκῳ τὸν ῥόον ἴσχειν ἐπαλείφων· ὅδε γὰρ ὁ ῥόος, ἐκ τῆς μεγάλης φλεβός· ἢν δὲ αὐτόματον ῥέῃ πολλὸν, νηστευέτω, ἢ γάλα, δύο ὕδατος, τέσσαρας γάλακτος. Τὰς ἀγόνους πυριῇν καὶ φαρμακεύειν.

7. Ὅσοι ἐξαπίνης ἄφωνοι ἀπύρετοι ἔωσι, φλεβοτομέειν.

8. Φλέγματος κατάῤῥοοι· ἐκ τῶν μαζῶν ἕλκουσιν οἱ ὀφθαλμοὶ, καὶ ἐξερεύγεται κατὰ τὰς ῥῖνας ἐς τὸν πνεύμονα.

9. Οἷσι βὴξ ξηρὴ, οὐ λύεται, ἢν μὴ ὀδύνη ἰσχυρὴ ἐς τὰ ἰσχία, ἢ ἐς τὰ σκέλεα, ἢ ἐς τὸν ὄρχιν.

10. Ἢν ὑδρωπιῶντα βὴξ ἔχῃ, ἢν μὲν αὐτίκα λειποθυμέῃ, θερμοῖσί πᾶσι διαχρήσθω· ἢν δὲ μὴ, θωρῆξαι, καὶ σιτίων ἐμπλῆσαι, τάμνειν δὲ τὰς εἴσω.

11. Τοῦ νοσήματος τοῦ μεγάλου ἐν ἔθει γινομένου, λύσις, ἰσχίων ὀδύνη, ὀφθαλμῶν διαστροφαὶ, τύφλωσις, ὀρχίων οἴδησις, μαζῶν ἄρσις.

12. Ἢν, πυρετοῦ ἔχοντος, τὰ περὶ τὸ πρόσωπον ἰσχνὰ ᾖ ἐν ἡμέρῃ γονίμῳ, τὴν ἐπιοῦσαν λύσις.

13. Ὕδρωψ ἢν οἴδημα ἔχων ἐν τοῖσι σκέλεσι, βήσση, κακόν.