Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

5. Οἱ ἐπὶ βουβῶσι πυρετοὶ, κακὸν, πλὴν τῶν ἐφημέρων, καὶ οἱ ἐπὶ πυρετοῖσι βουβῶνες, κακίονες, ἐν τοῖσιν ὀξέσιν ἐξ ἀρχῆ; παρακμάσαντες.

6. Τὰ πνεύματα ἐν ὑποχονδρίοισιν ἔπαρσις μαλθακὴ, καὶ ἔντασις οὐδετέρη. Ἐπ᾿ αὐτῶν ἄνω στρογγύλον ἐν τοῖσι δεξιοῖσιν οἷον περιφέρεια ἀποπυητική· ἄλλο πρόμακρον ἐπὶ πλέον· ἄλλο κεχυμένον· ἄλλο κάτω ῥέπον, καὶ ἔνθεν καὶ ἔνθεν ξύντασις μέχρι τοῦ ὀμφαλοῦ ἐν πάσῃ τῇ ἄνω ἴξει, καὶ ἐπανειλεῖται, καὶ ἐπείληπται ἐς τὸ περιφερές. Ἢν μὲν πνεῦμα ᾖ, ἀκρίτως λεπτύνεται θέρμῃ· ἢν δὲ τοῦτο διαφύγῃ, ἐς ἐμπύησιν ὁρμᾷ.

7. Πυκνὰ πνεύματα, σμικρὰ, μεγάλα, ἀραιὰ ἔξεισιν· ἔξω μέγα, ἔσω σμικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον· διπλῆ ἔσω

110
ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. Ἰητήριον συνεχέων χασμέων, μακρόπνους· τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσι, μικρόπνους.

8. Κατ᾿ ἴξιν, καὶ πλευρῶν ἔντασις ὀδυνώδης, καὶ ἐντάσιες ὑποχονδρίων, καὶ σπληνὸς ἐπάρσιες, ἐκ ῥινῶν ῥήξιες. Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα· τὸ γοῦν πρῶτον, σπληνῶν ἐπάρσιες, ἢν μὴ ἐς ἄρθρα τελευτήσῃ, ἢ αἱμοῤῥαγίη γίνηται, ἢ ὑποχονδρίου δεξιοῦ ἔντασις, ἢν μὴ διεξοδεύσῃ οὖρα· αὕτη γὰρ ἡ

112
κατάληψις ἀμφοῖν, καὶ ὑποστροφαί· Ἀποστάσιας οὖν ποιέεσθαι αὐτὸν ἡγεύμενον· τὰς δὲ παρακλίνειν ἤδη γινομένας, ἀποδέχεσθαι, ἢν ἴωσιν ᾗ δεῖ, καὶ ὁποῖα δεῖ, καὶ ὁκόσα μὴ, ξυνδρᾷν· τὰς δ᾿ ἀποτρέπειν, ἢν πάντη ἀσύμφοροι ἔωσι, μάλιστα δὲ ταύτας μελλούσας, εἰ δὲ μὴ, ἄρτι ἀρχομένας.