Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

7. Ὁ παρ᾿ Ἀλκιβιάδεω ἐλθὼν, ἐκ πυρετῶν ὀλίγων πρὸ κρίσιος ὄρχις ἀριστερὸς ᾤδησεν· ἦν δὲ σπλῆνα μέγαν ἔχων· καὶ δὴ τότε ἐκρίθη

88
ὁ πυρετὸς, εἰκοσταῖος· κἄπειτα ὑπεχλιαίνετο ἄλλοτε καὶ ἄλλοτε, καὶ ἔπτυεν ὑπάνθηρον.

8. ᾟ ἡ χεὶρ ἡ δεξιὴ, σκέλος δὲ ἀριστερὸν ἐκ τῶν βηχωδέων, βραχὺ οὐκ ἄξιον λόγου βηξάσῃ, παρελύθη παραπληγικῶς, ἄλλο δὲ οὐδὲν ἠλλοιώθη, οὔτε πρόσωπον, οὔτε γνώμην, οὐ μὴν ἰσχυρῶς ταῦτα· ἐπὶ τὸ βέλτιον ἤρξατο χωρέειν περὶ εἰκοστὴν ἡμέρην· σχεδὸν ἐγένετό οἱ περὶ γυναικείων κατάῤῥηξιν, καὶ ἴσως τότε πρῶτα γινόμενα, παρθένος γὰρ ἦν.

9. Ἀπήμαντος καὶ ὁ τοῦ τέκτονος πατὴρ τοῦ τὴν κεφαλὴν κατεαγέντος καὶ Νικόστρατος οὐκ ἐξέβησσον· ἦν δὲ ἑτέρωθι κατὰ νεφροὺς ἀλγήματα· ἐρωτήματα· ἤρεον γὰρ αὐτοὺς ἀεὶ πληροῦσθαι ποτοῦ καὶ σίτου.

10. Ὀδύνας τὰς ἰσχυροτάτας, ὅτῳ τρόπῳ διαγνοίη ἄν τις ἰδών· ὁ φόβος, αἱ εὐφορίαι, αἱ ἐμπειρίαι, καὶ αἱ δειλίαι.

11. Ὕδωρ τὸ ταχέως θερμαινόμενον, καὶ ταχέως ψυχόμενον, αἰεὶ κουφότερον. Τὰ βρώματα καὶ τὰ πόματα πείρης δεῖ, εἰ ἐπὶ τὸ ἴσον μένει.

12. Ῥητέον, ὅτι, αἵματος ῥυέντος, ἐκχλοιοῦνται, καὶ ὅσα ἄλλα τοιαῦτα, ὅτι πρὸς τὸ ὑγραίνειν, καὶ ξηραίνειν, καὶ θερμαίνειν, καὶ ψύχειν, πολλὰ ἄν τις τοιαῦτα εὕροι.

90

13. Τὸ ἑξηκονθήμερον ἀπόφθαρμα ἄρσεν τόκων ἐν ἐπισχέσεσιν, ὑγιηρόν.

14. Ἡρακλεῖ ὤδει ἐπὶ τοῦ κακοῦ ὀγδοαίῳ

15. Δυσεντεριώδης μᾶλλον, ὅστις ἄρα καὶ τεινεσμώδης.

16. Θηλάζουσα εἶτα ἐκθύματα ἀνὰ τὸ σῶμα πάντη εἶχεν, ἐπεὶ ἐπαύσατο θηλάζουσα, κατέστη θέρεος.

17. Τῇ τοῦ σκυτέως, ὃς τὰ σκύτινα ἐποίησε, τεκούσῃ καὶ ἀπολυθείσῃ τελέως, ἐδόκει τοῦ μὲν χορίου τι τὸ ὑμενοειδὲς ἀπέχειν, ἀπῆλθε τεταρταίῃ κακῶς· στραγγουριώδης γὰρ ἐγένετο· αὐτίκα συλλαμβάνουσα ἔτεκεν ἄρσεν· πολλὰ δὲ ἔτεα ἤδη εἶχε, τὰ ὕστατα οὐδ᾿ ἐπιμήνια ᾔει· ὅτε δὲ τέκοι, διέλειπεν ἐπ᾿ ὀλίγον ἡ στραγγουρίη.

18. Ἰσχίον δέ τις ἤλγει, πρὶν ἴσχειν· ἐπεὶ δὲ ἔσχεν, οὐκ ἔτι ἤλγει. Ἐπεὶ δὲ ἔτεκεν, εἰκοσταίη ἐοῦσα, αὖθις ἤλγησεν· ἔτεκεν οὖν ἄρσεν· ἐν γαστρὶ ἐχούσῃ, ἐν κνήμῃ κάτω δεξιῇ, ἢ τρίτῳ ἢ τετάρτῳ μηνὶ, ἐξανθήματα, πρὸς ἃ τῇ μάννῃ χρώμεθα, καὶ ἐν χειρὶ δεξιῇ παρὰ μέγαν

92
δάκτυλον· οὐκ οἶδ᾿ ὅ τι ἔτεκε, κατέλιπον γὰρ ἑξάμηνον· ᾤκει δὲ, ὡς ἐγὼ οἶμαι, τὰ Ἀρχελάου πρὸς τῷ κρημνῷ.

19. Ἡ Ἀντιγένεος, ἡ τῶν περὶ Νικόμαχον, ἔτεκε παιδίον, σαρκῶδες μὲν, ἔχον δὲ τὰ μέγιστα διακεκριμένα, μέγεθος δὲ ὡς τετραδάκτυλον, ἀνόστεον, ὕστερον δὲ παχὺ καὶ στρογγύλον· αὕτη δὲ ἀσθματώδης ἐγένετο πρὸ τοῦ τόκου· ἔπειτα ἅμα τῷ τόκῳ πῦον ἀνήμεσεν ὀλίγον, οἷον ἐκ δοθιῆνος.

20. Θυγατέρας τεκούσης διδύμους καὶ δυστοκησάσης καὶ οὐ πάνυ καθαρθείσης, ἐξῴδησεν ὅλη· ἔπειτα ἡ γαστὴρ μεγάλη ἐγένετο, τὰ δ᾿ ἄλλα ἐταπεινώθη· καὶ ἐρυθρὰ ᾔει μέχρι τοῦ ἕκτου μηνὸς, ἔπειτα λευκὰ κάρτα πάντα ἤδη τὸν χρόνον· πρὸς δὲ τἀφροδίσια οἱ ῥόοι ἔβλαπτον, καὶ οἱ ἄκρητα ἐρυθρὰ ἱκνευμένως ᾔει.

21. Τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη γενομένη, πρόσθεν μηδέποτε γενομένη, σημεῖον χρηστὸν, οἷον Δημαινέτῃ ἐγένετο· ἴσως δ᾿ ἐστὶ καὶ τεχνήσασθαι· καὶ γὰρ αἱ ταραχαὶ αἱ τοιαῦται ἀλλοιοῦσιν· ἴσως δὲ καὶ ὀξυρεγμίαι λειεντερίην λύουσιν.

94

22. Ἰήθη ἐλλεβόρου πόσει Λυκίη· τὰ ὕστατα σπλὴν μέγας, καὶ ὀδύναι, καὶ κυρετὸς, καὶ ἐς ὦμον ὀδύναι· καὶ ἡ φλὲψ, ἡ κανὰ σπλῆνα, ἐπ᾿ ἀγκῶνι ἐτέτατο· καὶ ἔσφυζε μὲν πολλάκις, ἔστι δ᾿ ὅτε καὶ [οὒ] οὐκ ἐτμήθη, ἀλλ᾿ ἅμα ἱδρῶτι διῆλθεν, ἢ αὐτόματον· ἐξ οὗ, διώντων, ὁ σπλὴν, τὰ δεξιὰ ἐνετείνετο, πνεῦμα ἐνεδιπλασιάζετο, οὐ μὴν μέγα· καρεφέρετο, περιεσπέλλετο· φῦσα ἐνεοῦσα· οὐ διῄει κάτω οὐδὲν, οὐδὲ οὔρει· ἀπέθανε πρὸ τοῦ τόκου.

23. Τὰ ἀμφὶ φάρυγγα, ἑτερόῤῥοπα, ὁρμήσαντα, οὐκ ἐφηλκώθη, ἐπὶ τὰ ἀριστερὰ μετῆλθεν, ἐς σπλῆνα ὀδύνη ἦλθεν ἀκρίτως. Ἱέρωνι ἐκρίθη πεντεκαιδεκαταίῳ. Τῇ κῴου ἀδελφεῇ ἧπαρ ἐπήρθη σπληνικὸν τρόπον, ἀπέθανε δευτεραίη. Βίων ἅμα οὔρει τε ὑπέρπουλυ ἀνυπόστατον, καὶ αἷμα ἐξ ἀριστεροῦ· ἦν γὰρ καὶ ὁ σπλὴν κυρτὸς καὶ σκληρὸς, καὶ ἄνω· περιεγένετο· ὑποστροφή.

24. Ἦν δὲ τῶν κυναγχικῶν τὰ παθήματα τάδε· τοῦ τραχήλου οἱ σπόνδυλοι ἔσω ἔῤῥεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι δ᾿ ἐπ᾿

96
ἔλασσον· καὶ ἔξωθεν ἦν δῆλος ἔγκοιλον ἔχων ὁ τράχηλος· καὶ ἤλγεε ταύτῃ ψαυόμενος· ἦν δὲ καὶ κατωτέρω τινὶ τοῦ ὀδόντος καλεομένου, ὃ οὐχ ὁμοίως ὀξύ ἐστιν· ἔστι δ᾿ οἷσι καὶ πάνυ περιφερὲς, μέζονι περιφερείῃ. Εἰ μὴ ξὺν τῷ ὀδόντι καλεομένῳ, φάρυγξ οὐ φλεγμαίνουσα, κειμένη δέ. Τὰ ὑπὸ γνάθους ὀγκηρὰ, οὐ φλεγμαίνουσιν εἴκελα· οὐδὲ βουβῶνες οὐδενὶ ᾤδησαν, ἀλλὰ τῇ φύσει μᾶλλον· καὶ γλῶσσαν οὐ ῥηϊδίως στρέφοντες, ἀλλὰ μέζων τε αὐτέοισιν ἐδόκεεν εἶναι, καὶ προπετεστέρη· καὶ ὐπὸ γλώσσῃ φλέβες ἐμφανέες. Καταπίνειν οὐκ ἠδύναντο, ἢ πάνυ χαλεπῶς, ἀλλ᾿ ἐς τὰς ῥῖνας ἔφευγεν, εἰ πάνυ ἐβίαζον· καὶ διὰ τῶν ῥινῶν διελέγοντο. Πνεῦμα δὲ τουτέοισιν οὐ πάνυ μετέωρον. Ἔστι δ᾿ οἷσι φλέβες αἱ ἐν κροτάφοισι, καὶ ἐν κεφαλῇσι, καὶ ἐπ᾿ αὐχένι ἐπηρμέναι. Βραχὺ δέ τι τουτέων τοῖσι παλιγκοτωτάτοισι, κρόταφοι θερμοὶ, εἰ καὶ τἄλλα μὴ πυρεταίνοιεν. Οὐ μὴν πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμέοιντο ἢ πτύαλον, ἢ ἄλλο τι· οὐδ᾿ οἱ ὀφθαλμοὶ ἐγκαθήμενοι. Οἷσι μὲν οὖν ἦν ἐς ὀρθὸν ἐξόγκωμα, μήτε ἐτερόῤῥοπον, οὗτοι παραπληκτικοὶ οὐκ ἐγένοντο· ἀπολόμενον δὲ εἴ τινα
98
εἶδον, ἀναμνήσομαι· οὓς δὲ οἶδα νῦν, περιεγένοντο. Ἦν δὲ τὰ μὲν τάχιστα ῥηίζοντα, τὰ δὲ πλεῖστα καὶ ἐς τεσσαράκοντα ἡμέρας περιῄει· τοῦτο δὲ, οἱ πλεῖστοι καὶ ἄπυροι· πουλλοὶ δὲ καὶ πάνυ ἐπὶ πουλὺν χρόνον ἔχοντές τι μέρος τοῦ ἐξογκώματος, καὶ κατάποσις, καὶ φωνὴ ἐνσημαίνουσα κίονές τε τηκόμενοι μινύθησίν τινα παρεῖχον πονηρὴν, οὐδὲν δοκέοντες κακὸν ἔχειν. Οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, οὗτοι, ὁκόθεν ἂν ἐγκλιθείησαν οἱ σπόνδυλοι, ταύτῃ παρελύοντο, τὰ δ᾿ ἐπὶ θάτερα εἵλκοντο. Ἦν δὲ ταῦτα ἐν προσώπῳ καταφανέα μάλιστα, καὶ τῷ στόματι, καὶ τῷ κατὰ γαργαρεῶνα διαφράγματι· ἀτὰρ καὶ γνάθοι αἱ κάτω παρηλλάσσοντο κατὰ λόγον. Αἱ δὲ παραπληγίαι οὐ διὰ παντὸς τοῦ σώματος ἐγίνοντο, οἷον ἐξ ἄλλων, ἀλλὰ μέχρι χειρὸς τὰ ὑπὸ τοῦ κυναγχικοῦ. Οὗτοι καὶ πέπονα ἀναπτύοντες, καὶ βραγυμογέες ἦσαν· οἷσι δ᾿ ἐς ὀρθὸν, καὶ ἀνέπτυον· οἷσι δὲ καὶ ξὺν πυρετῷ, οὗτοι πολλῷ μᾶλλον καὶ δύσπνοοι καὶ διαλεγόμενοι σιαλοχόοι, καὶ φλέβες τουτέοισι μᾶλλον ἐπηρμέναι· καὶ πόδες πάντων μὲν ψυχρότατοι, τούτων δὲ μάλιστα· καὶ ὀρθοστατεῖν οὗτοι ἀδυνατώτεροι, καὶ οἵτινες μὴ αὐτίκα ἔθνησκον· οὓς δὲ ἐγὼ οἶδα, πάντες ἔθνησκον.