Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

Ἄῤῥωστος ἕβδομος.

Μέτωνα πῦρ ἔλαβεν· ὀσφύος βάρος ἐπώδυνον. Δευτέρῃ ὕδωρ πιόντι ὑπόσυχνον, ἀπὸ κοιλίης καλῶς διῆλθεν. Τρίτῃ κεφαλῆς βάρος· διαχωρήματα λεπτὰ, χολώδεα, ὑπέρυθρα. Τετάρτῃ πάντα παρωξύνθη·

702
ἐῤῥύη ἀπὸ δεξιοῦ μυκτῆρος αἷμα δὶς ὀλίγον· νύκτα δυσφόρως· διαχωρήματα ὅμοια τῇ τρίτῃ· οὖρα ὑπομέλανα· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐὸν, διεσπασμένον, οὐχ ἱδρύετο. Πέμπτῃ ἐῤῥύη λαῦρον ἐξ ἀριστεροῦ ἄκρητον· ἵδρωσεν· ἐκρίθη. Μετὰ δὲ κρίσιν, ἄγρυπνος· παρέλεγεν· οὖρα λεπτὰ, ὑπομέλανα· λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς· ἐκοιμήθη· κατενόει. Τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ᾿ ᾑμοῤῥάγεε πολλάκις μετὰ κρίσιν.

Ἄῤῥωστος ὄγδοος.

Ἐρασινὸν, ὃς ᾤκει παρὰ Βοώτου χαράδρην, πῦρ ἔλαβε μετὰ δεῖπνον· νύκτα ταραχώδης. Ἡμέρην τὴν πρώτην δι᾿ ἡσυχίης, νύκτα ἐπιπόνως. Δευτέρῃ πάντα παρωξύνθη· ἐς νύκτα παρέκρουσεν. Τρίτῃ ἐπιπόνως· παρέκρουσε πολλά. Τετάρτῃ δυσφορώτατα· ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογισμοί· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. Πέμπτῃ πρωῒ κατήρτητο, καὶ κατενόει πάντα· πουλὺ δὲ πρὸ μέσου ἡμέρης ἐξεμάνη· κατέχειν οὐκ ἠδύνατο· ἄκρεα ψυχρὰ, ὑποπέλια· οὖρα ὑπέστη· ἀπέθανε περὶ ἡλίου δυσμάς. Τούτῳ οἱ

704
πυρετοὶ διὰ τέλεος ξὺν ἱδρῶτι· ὑποχόνδρια μετέωρα· ξύντασις μετ᾿ ὀδύνης· οὖρα δὲ μέλανα, ἔχοντα ἐναιωρήματα στρογγύλα, οὐχ ἱδρύετο· ἀπὸ δὲ κοιλίης κόπρανα διῄει· δίψα διὰ τέλεος, οὐ λίην· σπασμοὶ δὲ πουλλοὶ ξὺν ἱδρῶτι, περὶ θάνατον.

Ἄῤῥωστος ἔνατος.

Κρίτωνι ἐν Θάσῳ, ποδὸς ὀδύνη ἤρξατο ἰσχυρὴ ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι. Κατεκλίθη αὐθημερόν· φρικώδης, ἀσώδης, σμικρὰ ὑποθερμαινόμενος· νύκτα παρεφρόνησεν. Δευτέρῃ, οἴδημα δι᾿ ὅλου τοῦ ποδὸς, καὶ περὶ σφυρὸν ὑπέρυθρον μετὰ ξυντάσιος· φλυκταινίδια μέλανα· πυρετὸς ὀξύς· ἐξεμάνη· ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπόσυχνα διῆλθεν· ἀπέθανεν ἀπὸ τῆς ἀρχῆς δευτεραῖος.

Ἄῤῥωστος δέκατος.

Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβεν. Ἤλγεε δὲ κεφαλὴν, τράχηλον, ὀσφὺν ἐξ ἀρχῆς· αὐτίκα δὲ κώφωσις· ὕπνοι οὐκ ἐνῆσαν· πυρετὸς ὀξὺς ἔλαβεν·

706
ὑποχόνδριον ἐπῆρτο μετ᾿ ὄγκου· οὐ λίην ξύντασις· γλῶσσα ξηρή. Τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. Πέμπτῃ ἐπιπόνως. Ἕκτῃ πάντα παρωξύνθη. Περὶ δὲ ἑνδεκάτην, σμικρὰ ἐνέδωκεν· ἀπὸ δὲ κοιλίης ἐξ ἀρχης καὶ μέχρι τεσσαρεσκαιδεκάτην λεπτὰ, πουλλὰ, ὑδατόχροα διῄει· εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν· ἔπειτα κοιλίη ἐπέστη. Οὖρα διὰ τέλεος, λεπτὰ μὲν, εὔχροα δὲ· καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον· οὐχ ἱδρύετο. Περὶ δὲ ἕκτην καὶ δεκάτην, οὔρησεν ὀλίγῳ παχύτερα· εἶχε σμικρὴν ὑπόστασιν· ἐκούφισεν ὀλίγῳ· κατενόει μᾶλλον. Ἑπτακαιδεκάτῃ δὲ, πάλιν λεπτά· παρὰ δὲ τὰ οὔατα ἀμφότερα ἐπήρθη ξὺν ὀδύνῃ· ὕπνοι οὐκ ἐνῆσαν· παρελήρει· σκέλεα ἐπωδύνως εἶχεν. Εἰκοστῇ, ἄπυρος, ἐκρίθη· οὐχ ἵδρωσε· πάντα κατενόει. Περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυρῶς· διὰ ταχέων ἐπαύσατο. Τὰ δὲ παρὰ τὰ οὔατα οὔτε καθίστατο, οὔτε ἐξεπύει,
708
ἤλγεε δέ. Περὶ δὲ τὴν πρώτην καὶ τριακοστὴν διάῤῥοια πολλοῖσιν ὑδατώδεσι μετὰ δυσεντεριωδέων· οὖρα παχέα οὔρει· κατέστη τὰ παρὰ τὰ ὦτα. Περὶ δὲ τὴν τεσσαρακοστὴν ὀφθαλμὸν δεξιὸν ἤλγεεν· ἀμβλύτερα ἑώρα, κατέστη.

Ἄῤῥωστος ἑνδέκατος.

Τὴν Δρομεάδεω γυναῖκα, θυγατέρα τεκοῦσαν, καὶ τῶν ἄλλων πάντων γενομένων κατὰ λόγον, δευτεραίην ἐοῦσαν, ῥῖγος ἔλαβε, πυρετὸς ὀξύς. Ἤρξατο δὲ πονέειν τὴν πρώτην, περὶ ὑποχόνδριον· ἀσώδης, φρικώδης, ἀλύουσα, καὶ τὰς ἐχομένας οὐχ ὕπνωσεν· πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον. Δευτέρῃ ἀφ᾿ ἧς ἐῤῥίγωσεν, ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν· οὖρα παχέα, λευκὰ, θολερὰ, οἷα γίγνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πουλύν· οὐ καθίστατο· νύκτα οὐκ ἐκοιμήθη. Τρίτῃ περὶ μέσον ἡμέρης ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· οὖρα ὅμοια· ὑποχονδρίου πόνος· ἀσώδης· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· ἵδρωσε

710
δι᾿ ὅλου ὑπόψυχρα ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. Τετάρτῃ, περὶ μὲν ὑποχόνδριον σμικρὰ ἐκουφίσθη· κεφαλῆς δὲ βάρος μετ᾿ ὀδύνης· ὑπεκαρώθη· ἔσταξε σμικρὰ ἀπὸ ῥινῶν· γλῶσσα ἐπίξηρος· διψώδης· οὖρα λεπτὰ, ἐλαιώδεα· σμικρὰ ἐκοιμήθη. Πέμπτῃ διψώδης, ἀσώδης· οὖρα ὅμοια· ἀπὸ κοιλίης οὐδέν· περὶ δὲ μέσον ἡμέρης, πολλὰ παρέκρουσε, καὶ πάλιν ταχὺ σμικρὰ κατενοέι· ἀνισταμένη ὑπεκαρώθη· ψύξις σμικρά· νυκτὸς ἐκοιμήθη· παρέκρουσεν. Ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ δὲ διεθερμάνθη· ἵδρωσε δι᾿ ὅλου· ἄκρεα ψυχρά· παρέκρουσεν· πνεῦμα μέγα, ἀραιόν· μετ᾿ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο· ταχὺ ἀπέθανεν.

Ἄῤῥωστος δωδέκατος.

Ἄνθρωπος θερμαινόμενος ἐδείπνησε, καὶ ἔπιε πλέον· ἤμεσε πάντα νυκτός· πυρετὸς ὀξύς· ὑποχονδρίου δεξιοῦ πόνος· φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρεος· νύκτα δυσφόρως· οὖρα δὲ κατ᾿ ἀρχὰς πάχος ἔχοντα, ἐρυθρὰ,

712
κείμενα οὐ καθίστατο· γλῶσσα ἐπίξηρος, οὐ λίην διψώδης. Τετάρτῃ πυρετὸς ὀξύς· πόνοι πάντων. Πέμπτῃ, οὔρησε λεῖον, ἐλαιῶδες πουλύ· πυρετὸς ὀξύς. Ἕκτῃ, δείλης πουλλὰ παρέκρουσεν, οὐδὲ ἐς νύκτα ἐκοιμήθη. Ἑβδόμῃ πάντα παρωξύνθη· οὖρα ὅμοια· λόγοι πουλλοί· κατέχειν οὐκ ἠδύνατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ ταραχώδεα διῆλθε μετὰ ἑλμίνθων· νύκτα ὁμοίως ἐπιπόνως. Πρωῒ δὲ ἐῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσε θερμῷ· ἄπυρος ἔδοξε γενέσθαι· οὐ πουλὺ ἐκοιμήθη· ἐξ ὕπνου, ψύξις· πτυαλισμός· δείλης πουλλὰ παρέκρουσεν· μετ᾿ ὀλίγον δὲ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. Ἐνάτῃ ψύξις· παρελήρει πουλλά· οὐχ ὕπνωσεν. Δεκάτῃ, σκέλεα ἐπωδύνως· πάντα παρωξύνθη· παρελήρει. Ἑνδεκάτη ἀπέθανεν.

Ἄῤῥωστος τρισκαιδέκατος.

Γυναῖκα, ἢ κατέκειτο ἐν ἀκτῇ, τρίμηνον πρὸς ἑωυτὴν ἔχουσαν, πῦρ ἔλαβεν· αὐτίκα δὲ ἤρξατο πονέειν ὀσφύν. Τρίτῃ πόνος τραχήλου, κεφαλῆς, κατὰ κληἳδα, χεῖρα δεξιήν·

714
διὰ ταχέων δὲ γλῶσσα ἠφώνει· δεξιὴν χεῖρα παρελύθη μετὰ σπασμοῦ, παραπληκτικὸν τρόπον· παρελήρει πάντα· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· κοιλίη ἐπεταράχθη, χολώδεσιν, ἀκρήτοισιν, ὀλίγοισιν. Τετάρτῃ γλῶσσα ἀσαφὴς ἦν, ἐλύθη· σπασμοὶ τῶν αὐτῶν, πόνοι πάντων παρέμενον· κατὰ ὑποχόνδριον ἔπαρμα ξὺν ὀδύνῃ· οὐκ ἐκοιμᾶτο· παρέκρουσε πάντα· κοιλίη ταραχώδης· οὖρα λεπτὰ, οὐκ εὔχροα, Πέμπτῃ, πυρετὸς ὀξύς· ὑποχονδρίου πόνος· παρέκρουσε πάντα· διαχωρήματα χολώδεα· ἐς νύκτα ἵδρωσεν, ἄπυρος. Ἕκτῃ, κατενόει· πάντων ἐκουφίσθη· περὶ δὲ κληἵδα ἀριστερὴν πόνος παρέμενεν· διψώδης· οὖρα λεπτά· οὐκ ἐκοιμήθη. Ἑβδόμῃ, τρόμος· ὑπεκαρώθη· σμικρὰ παρέκρουσεν· ἀλγήματα κατὰ κληἳδα καὶ βραχίονα ἀριστερὸν παρέμενεν· τὰ δ᾿ ἄλλα διεκούφισεν· πάντα κατενόει. Τρεῖς
716
δὲ διέλιπεν, ἄπυρος. Ἑνδεκάτῃ ὑπέστρεψεν· ἐπεῤῥίγωσεν· πῦρ ἔλαβεν. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα· ἵδρωσεν· ἄπυρος, ἐκρίθη.

Ἄῤῥωστος τεσσαρεσκαιδέκατος.

Μελιδίῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρης ἱερὸν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρός. Αὐτίκα δὲ πυρετὸς ὀξὺς ἔλαβεν· γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο· πόνοι τουτέων πάντων ξυνεχέες. Ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης· ἐρύθημα ἐπὶ γνάθων· σμικρὰ παρέκρουσεν. Ἑβδόμῃ ἵδρωσεν· πυρετὸς διέλιπεν· οἱ πόνοι παρέμενον. Ὑπέστρεψεν· ὕπνοι σμικροί· οὖρα διὰ τέλεος, εὔχροα μὲν, λεπτὰ δέ· διαχωρήματα λεπτὰ, χολώδεα, δακνώδεα, κάρτα ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν· οὔροισιν ὑπόστασις λευκὴ, λείη· ἵδρωσεν· ἐκρίθη τελέως ἑνδεκαταίη.

72

1. Ἄνθρακες ἐν Κρανῶνι θερινοί· ὗεν ἐν καύμασιν ὕδατι λαύρῳ δι᾿ ὅλου· ἐγένετο δὲ μᾶλλον νότῳ, καὶ ὑπεγίνοντο μὲν ἐν τῷ δέρματι ἰχῶρες· ἔγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο, καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλυκταινίδες ὥσπερ πυρίκαυστοι ἐπανίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον.

2. Ἐν καύμασιν ἀνυδρίης, οἱ πυρετοὶ, ἀνίδρωτες τὰ πλεῖστα· ἐν τουτέοισι δὲ, ἢν ἐπιψεκάσῃ, ἱδρωτικώτεροι γίνονται κατ᾿ ἀρχάς· ταῦτα δυσκριτώτερα μὲν, ἢ ἄλλως· ἀτὰρ ἧσσον, εἰ μὴ εἴη διὰ ταῦτα, ἀλλὰ διὰ τῆς νούσου τὸν τρόπον. Οἱ καῦσοι ἐν τῇσι θερινῇσι μᾶλλον γίνονται, καὶ ἐν τῇσιν ἄλλῃσιν ὥρῃσιν, ἐπιξηραίνονται δὲ μᾶλλον θέρεος.

3. Φθινοπώρου μάλιστα τὸ θηριῶδες καὶ ἡ καρδιαλγία· καίτοι καὶ αὐτὴ ἧσσον κακουργοίη ἂν, ἢ αὐτέου τοῦ νοσήματος τοιούτου ἐόντος. Αἱ ἀσκαρίδες δείλης, ὁμοίως τουτέῳ, καὶ ἐκεῖναι τηνικαῦτα ὀχλέουσι τῆς ἡμέρης τὰ πλεῖστα, οὐ μόνον διὰ τὸ μᾶλλον πονέειν, καὶ αὐταὶ διὰ σφᾶς ἑωυτάς.

4. Ἐν φθινοπώρῳ ὀξύταται νοῦσοι καὶ θανατωδέσταται, τὸ ἐπίπαν·

74
ὅμοιον τῷ δείλης παροξύνεσθαι, ὡς τοῦ ἐνιαυτοῦ περίοδον ἔχοντος τῶν νούσων, οἴην ἡ ἡμέρη τῆς νούσου· οἷον τὸ δείλης παροξύνεσθαι, τοιοῦτον τῆς νούσου καὶ ἑκάστης καταστάσιος πρὸς ἀλλήλας, ὅταν μή τι νεωτεροποιηθῇ ἐν τῷ ἄνω εἴδει· εἰ δὲ μὴ, ἄλλης ταῦτα καταστάσιος ἂν ἄρχοι, ὥστε καὶ τὸν ἐνιαυτὸν πρὸς ἑωυτὸν οὕτως ἔχειν.

5. Ἐν τοῖσι καθεστεῶσι καιροῖσι καὶ ὡραίως τὰ ὡραῖα ἀποδιδοῦσιν ἔτεσιν, εὐσταθέες καὶ εὐκρινέσταται αἱ νοῦσοι, ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι· ἐν γοῦν Περίνθῳ, ὅταν τι ἐκλίπῃ ἢ πλεονάσῃ ἢ πνευμάτων, ἢ μὴ πνευμάτων, ἢ ὑδάτων, ἢ αὐχμῶν, ἢ καυμάτων, ἢ ψύξεων. Τὸ δὲ ἔαρ τὸ ἐπίπαν ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες.

6. Πρὸς τὰς ἀρχὰς σκεπτέον τῶν νούσων, εἰ αὐτίκα ἀνθεῖ· δῆλον δὲ τῇ ἐπιδόσει· τὰς δὲ ἐπιδόσιας, τῇσι περιόδοισιν· καὶ αἱ κρίσιες ἐντεῦθεν δῆλοι, καὶ τοῖσιν ἐν τῇσι περιόδοισι παροξυσμοῖσιν, εἰ πρωῖαίτερον ἢ οὒ, καὶ εἰ πλείονα χρόνον ἢ οὒ, καὶ εἰ μᾶλλον, ἢ οὔ. Πάντων δὲ τῶν ξυνεχέων ἢ διαλειπόντων [χρονίων], καὶ τρωμάτων, καὶ πτυέλων ὀδυνωδέων, καὶ φυμάτων φλεγμοναὶ, καὶ ὅσα ἄλλα ἐπιφαίνεται ὕστερον, ἴσως δὲ καὶ ἄλλων πρηγμάτων κοινῶν, τὰ μὲν θᾶσσον, βραχύτερα, τὰ δὲ βραδύτερον,

76
μακρότερα· καὶ ἐν περιόδοισι τὸ ἐπὶ πρωϊαίτερον, καὶ ἄλλης ἐπιδόσιος ἀπαυδώσης τῆς νούσου· καὶ γὰρ τῶν παραχρῆμα ἀπολλυμένων, ταχύτεραι αἱ κρίσιες, ὅτι ταχέες οἱ πόνοι, καὶ ξυνεχέες καὶ ἰσχυροί. Τὰ δὲ κρίνοντα ἐπὶ τὸ βέλτιον, μὴ αὐτίκα ἐπιφαινέσθω. Τὰ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα. Τὰ προκρινόμενα, ἢν ὅμως κριθῇ, ὑποστροφαί· ἢν δὲ μὴ, ἀκρησίαι· γίνοιτο δ᾿ ἂν καὶ ὀλέθρια, τὰ μὴ σμικρά. Ὅσα κρίσιμα σημεῖα γινόμενα, τὰ αὐτὰ ταῦτα γινόμενα δύσκριτα· τὰ ἐναντία δὲ σημαίνοντα, κακὸν, οὐ μόνον ἢν παλινδρομέῃ, ἀλλὰ καὶ τῆς ἀρχαίης φύσιος τὰ ἐναντία ῥέποντα, ὥσπερ καὶ τῶν κακῶν σημείων τὰ ἐπὶ τὰ ἐναντία ῥέποντα. Θεωρεῖν δὲ οὕτω δεῖ· [μεταβολαὶ] χρωμάτων, συμπτώσιες φλεβῶν, ὄγκοι ὑποχονδρίων, ἀναῤῥοπίαι, καταῤῥοπίαι· πολλὰ δὲ καὶ τῶν τοιούτων, οἷον ἀποφθειρουσέων οἱ τιτθοὶ προσισχναίνονται· οὐδὲ γὰρ ἐναντίον οὐδὲ βῆχες χρόνιαι, ὅτι, ὄρχιος οἰδήσαντος παύονται· ὄρχις οἰδήσας ἀπὸ βηχέων, ὑπόμνημα κοινωνίης στηθέων, μαζῶν, γονῆς, φωνῆς.

7. Ἀποστάσιες ἢ διὰ φλεβῶν, ἢ τόνων, ἢ δι᾿ ὀστέων, ἢ νεύρων, ἢ δέρματος, ἢ ἐκτροπέων ἑτέρων· χρησταὶ δὲ, αἱ κάτω τῆς νούσου, οἷον κιρσοὶ, ὀσφύος βάρεα, ἐκ τῶν ἄνω· ἄρισται δὲ μάλιστα,

78
αἱ κάτω, καὶ αἱ κατωτάτω κοιλίης, καὶ προσωτάτω ἀπὸ τῆς νούσου, καὶ αἱ κατ᾿ ἔκρουν, οἷον αἷμα ἐκ ῥινέων, πῦον ἐξ ὠτὸς, πτύαλον, οὖρον, κατ᾿ ἔκρουν. Οἷσι μὴ ταῦτα, ἀποστάσιες, οἷον ὀδόντες, ὀφθαλμοὶ, ῥὶς, ἱδρώς. Ἀτὰρ καὶ τὰ ὑπὸ δέρμα ἀφιστάμενα ἐς τὸ ἔξω φύματα, οἷον ταγγαὶ, καὶ τὰ ἐκπυοῦντα, οἷον ἕλκος, καὶ τὰ τοιαῦτα ἐξανθήματα, ἢ λόποι, ἢ μάδησις τριχῶν, ἀλφοὶ, λέπραι, ἢ τὰ τοιαῦτα ὕσα ἀποστάσιες μέν εἰσιν ἀθρόως ῥέψασαι, καὶ μὴ ἡμιῤῥόπως, καὶ οὅσα ἄλλα εἴρηται· καὶ ἢν μὴ ἀναξίως τῆς περιβολῆς τῆς νούσου, οἷον τῇ Τημένεω ἀδελφιδῇ ἐκ νούσου ἰσχυρῆς ἐς δάκτυλον ἀπεστήριξεν, οὐχ ἱκανὸν δέξασθαι τὴν νοῦσον, ἐπαλινδρόμησεν, ἀπέθανεν. Ἀποστάσιες ἢ διὰ φλεβῶν, ἢ διὰ κοιλίης, ἢ διὰ νεύρων, ἢ διὰ δέρματος, ἢ κατὰ ὀστέα, ἢ κατὰ τὸν νωτιαῖον, ἢ κατὰ τὰς ἄλλας ἐκροὰς, στόμα, αἰδοῖον, ὦτα, ῥῖνας. Ἐξ ὑστέρης, ὀκταμήνῳ τὰ τῶν κρίσεων, τῇ ὑστεραίῃ ὡς ἂν ἐς τὴν ὀσφὺν, ἢ ἐς τὸν μηρόν. Καὶ ἐς ὄρχιας ἔστιν ὅτε ἐκ βηχέων, καὶ ὄρχις αὐτὸς ἐφ᾿ ἑωυτοῦ. Βηχώδεες ἀποστάσιες, αἱ μὲν ἀνωτέρω τῆς κοιλίης, οὐχ ὁμοίως τελέως ῥύονται. Αἱμοῤῥαγίαι λαῦροι ἐκ ῥινῶν ῥύονται πολλὰ, οἷον τὸ Ἡραγόρεω· οὐκ ἐγίνωσκον οἱ ἰητροί.

80

8. Τὰς φωνὰς οἱ τρηχέας φύσει ἔχοντες, καὶ αἱ γλῶσσαι ὑποτρηχέες, καὶ ὅσαι τραχύτητες ὑπὸ νούσων ὁσαύτως· αἱ οὖν ἐοῦσαι σκληραὶ τῇ φύσει, καὶ ἄνοσοι τοῦτ᾿ ἔχουσιν· αἱ δὲ μαλθακαὶ, καὶ βραδύτεραι ἐς ἁμαρτωλίην ἢ χρηστόν. Ἡ ἀρχαίη φύσις· σκεπτέον καὶ τὰ ἀπὸ τῶν διαιτέων τὰ μακροκέφαλα, καὶ μακραύχενα ἀπὸ τῶν ἐπικυψίων· καὶ τῶν φλεβῶν ἡ εὐρύτης καὶ παχύτης ἀπὸ τοῦ αὐτοῦ, καὶ στενότητες, καὶ βραχύτητες, καὶ λεπτότητες, ἀπὸ τῶν ἐναντίων· ὧν αἱ φλέβες εὐρεῖαι, καὶ αἱ κοιλίαι, καὶ τὰ ὀστέα εὐρέα· εἰσὶ δὲ οὗτοι οἱ λεπτοὶ, οἱ δὲ πίονες τἀναντία τουτέων· καὶ ἐν τοῖσι λιμαγχικοῖσιν αἱ μετριότητες ἀπὸ τουτέων σκεπτέαι. Αἱ προαυξήσιες ἑκάστῶ ἃ μειοῦσι, καὶ αἱ μειώσιες ἃ προαυξοῦσι, καὶ τῇσι προαυξήσεσιν, ὁποῖα συμπροαύξεται, καὶ ὁποῖα συγκρατύνεται, καὶ διασφάξιες ποῖαι κοιναὶ τῶν φλεβῶν.

9. Αἱ τῶν ἤτρων ῥήξιες, αἱ μὲν περὶ ἥβην τὰ πλεῖστα ἀσινέες τοπαραυτίκα· αἱ δὲ σμικρὸν ἄνωθεν τοῦ ὀμφαλοῦ ἐν δεξιᾷ, ὀδυνώδεες αὗται καὶ ἀσώδεες, καὶ κοπριήμετοι, οἷον καὶ τὸ Πιττακοῦ·

82
γίνονται δὲ αὗται ἢ ἀπὸ πληγῆς, ἢ σπάσιος, ἢ ἐμπηδήσιος ἑτέρου.

10. Οἷσι τὸ μεταξὺ τοῦ ἤτρου καὶ τοῦ δέρματας ἐμφυσᾶται, καὶ οὐ καθίσταται. Τὸ τῶν χροιῶν, οἷον τὸ πουλύχλωρον, τό τε ἐκ λευκοχρόου, ὅτι ἀπὸ τοῦ ἥπατος πᾶν τὸ τοιοῦτον, καὶ ἀπὸ τουτέου ἡπατικὰ νουσήματα, ἐν τουτέοισι καὶ ἴκτεροι οἱ ἀπὸ τοῦ ἥπατος, ἐς τὸ ὑπόλευκον, καὶ οἱ ὑδαταινόμενοι, καὶ οἱ λευκοφλέγματοι· οἱ δὲ ἀπὸ σπληνὸς, μελάντεροι, καὶ [οἱ] ὕδρωπες, καὶ οἱ ἴκτεροι· καὶ αἱ δυσελκίαι τῶν ἐκλεύκων, τῶν ὑποφακωδέων, καὶ τὸ δέρμα καταῤῥήγνυται, καὶ τὰ χείλεα, οἷος Ἀντίλοχος καὶ Ἀλεύας· τὸ ἀπὸ τῶν χυμῶν τῶν ἐκ τοῦ σώματος τοῦ ἁλμώδεος· ὅτι ὑπὸ τὸ δέρμα μάλιστα καὶ ἀπὸ τῆς κεφαλῆς, ὅταν ἀπὸ τοῦ πλεύμονος διαθερμαίνηται.

11. Τὰς ἀφορμὰς, ὁπόθεν ἤρξατο κάμνειν, σκεπτέον, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτὸς, εἴτε πλευροῦ. Σημεῖον δὲ, ἐφ᾿ οἷσιν ὀδόντες, καὶ ἐφ᾿ οἷσι βουβῶνες. Τὰ γενόμενα ἕλκεα, κρίνοντα πυρετοὺς, καὶ φύματα· οἷσι ταῦτα μὴ παραγίνεται, ἀκρισίη· οἷσιν ἐγκαταλείπεται, βεβαιόταται ὑποστροφαὶ καὶ τάχισται.

12. Τὰ ὠμὰ διαχωρήματα καὶ ὑγρὰ κέγχρος στερεὸς ἐν ἐλαίῳ ἑφθὸς ἵστησιν, οἷον τὸ ναυτοπαίδιον, καὶ ἡ μυριοχαύνη.