Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

Ἄῤῥωστος ἕβδομος.

Μέτωνα πῦρ ἔλαβεν· ὀσφύος βάρος ἐπώδυνον. Δευτέρῃ ὕδωρ πιόντι ὑπόσυχνον, ἀπὸ κοιλίης καλῶς διῆλθεν. Τρίτῃ κεφαλῆς βάρος· διαχωρήματα λεπτὰ, χολώδεα, ὑπέρυθρα. Τετάρτῃ πάντα παρωξύνθη·

702
ἐῤῥύη ἀπὸ δεξιοῦ μυκτῆρος αἷμα δὶς ὀλίγον· νύκτα δυσφόρως· διαχωρήματα ὅμοια τῇ τρίτῃ· οὖρα ὑπομέλανα· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐὸν, διεσπασμένον, οὐχ ἱδρύετο. Πέμπτῃ ἐῤῥύη λαῦρον ἐξ ἀριστεροῦ ἄκρητον· ἵδρωσεν· ἐκρίθη. Μετὰ δὲ κρίσιν, ἄγρυπνος· παρέλεγεν· οὖρα λεπτὰ, ὑπομέλανα· λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς· ἐκοιμήθη· κατενόει. Τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ᾿ ᾑμοῤῥάγεε πολλάκις μετὰ κρίσιν.

Ἄῤῥωστος ὄγδοος.

Ἐρασινὸν, ὃς ᾤκει παρὰ Βοώτου χαράδρην, πῦρ ἔλαβε μετὰ δεῖπνον· νύκτα ταραχώδης. Ἡμέρην τὴν πρώτην δι᾿ ἡσυχίης, νύκτα ἐπιπόνως. Δευτέρῃ πάντα παρωξύνθη· ἐς νύκτα παρέκρουσεν. Τρίτῃ ἐπιπόνως· παρέκρουσε πολλά. Τετάρτῃ δυσφορώτατα· ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογισμοί· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. Πέμπτῃ πρωῒ κατήρτητο, καὶ κατενόει πάντα· πουλὺ δὲ πρὸ μέσου ἡμέρης ἐξεμάνη· κατέχειν οὐκ ἠδύνατο· ἄκρεα ψυχρὰ, ὑποπέλια· οὖρα ὑπέστη· ἀπέθανε περὶ ἡλίου δυσμάς. Τούτῳ οἱ

704
πυρετοὶ διὰ τέλεος ξὺν ἱδρῶτι· ὑποχόνδρια μετέωρα· ξύντασις μετ᾿ ὀδύνης· οὖρα δὲ μέλανα, ἔχοντα ἐναιωρήματα στρογγύλα, οὐχ ἱδρύετο· ἀπὸ δὲ κοιλίης κόπρανα διῄει· δίψα διὰ τέλεος, οὐ λίην· σπασμοὶ δὲ πουλλοὶ ξὺν ἱδρῶτι, περὶ θάνατον.

Ἄῤῥωστος ἔνατος.

Κρίτωνι ἐν Θάσῳ, ποδὸς ὀδύνη ἤρξατο ἰσχυρὴ ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι. Κατεκλίθη αὐθημερόν· φρικώδης, ἀσώδης, σμικρὰ ὑποθερμαινόμενος· νύκτα παρεφρόνησεν. Δευτέρῃ, οἴδημα δι᾿ ὅλου τοῦ ποδὸς, καὶ περὶ σφυρὸν ὑπέρυθρον μετὰ ξυντάσιος· φλυκταινίδια μέλανα· πυρετὸς ὀξύς· ἐξεμάνη· ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπόσυχνα διῆλθεν· ἀπέθανεν ἀπὸ τῆς ἀρχῆς δευτεραῖος.

Ἄῤῥωστος δέκατος.

Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβεν. Ἤλγεε δὲ κεφαλὴν, τράχηλον, ὀσφὺν ἐξ ἀρχῆς· αὐτίκα δὲ κώφωσις· ὕπνοι οὐκ ἐνῆσαν· πυρετὸς ὀξὺς ἔλαβεν·

706
ὑποχόνδριον ἐπῆρτο μετ᾿ ὄγκου· οὐ λίην ξύντασις· γλῶσσα ξηρή. Τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. Πέμπτῃ ἐπιπόνως. Ἕκτῃ πάντα παρωξύνθη. Περὶ δὲ ἑνδεκάτην, σμικρὰ ἐνέδωκεν· ἀπὸ δὲ κοιλίης ἐξ ἀρχης καὶ μέχρι τεσσαρεσκαιδεκάτην λεπτὰ, πουλλὰ, ὑδατόχροα διῄει· εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν· ἔπειτα κοιλίη ἐπέστη. Οὖρα διὰ τέλεος, λεπτὰ μὲν, εὔχροα δὲ· καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον· οὐχ ἱδρύετο. Περὶ δὲ ἕκτην καὶ δεκάτην, οὔρησεν ὀλίγῳ παχύτερα· εἶχε σμικρὴν ὑπόστασιν· ἐκούφισεν ὀλίγῳ· κατενόει μᾶλλον. Ἑπτακαιδεκάτῃ δὲ, πάλιν λεπτά· παρὰ δὲ τὰ οὔατα ἀμφότερα ἐπήρθη ξὺν ὀδύνῃ· ὕπνοι οὐκ ἐνῆσαν· παρελήρει· σκέλεα ἐπωδύνως εἶχεν. Εἰκοστῇ, ἄπυρος, ἐκρίθη· οὐχ ἵδρωσε· πάντα κατενόει. Περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυρῶς· διὰ ταχέων ἐπαύσατο. Τὰ δὲ παρὰ τὰ οὔατα οὔτε καθίστατο, οὔτε ἐξεπύει,
708
ἤλγεε δέ. Περὶ δὲ τὴν πρώτην καὶ τριακοστὴν διάῤῥοια πολλοῖσιν ὑδατώδεσι μετὰ δυσεντεριωδέων· οὖρα παχέα οὔρει· κατέστη τὰ παρὰ τὰ ὦτα. Περὶ δὲ τὴν τεσσαρακοστὴν ὀφθαλμὸν δεξιὸν ἤλγεεν· ἀμβλύτερα ἑώρα, κατέστη.

Ἄῤῥωστος ἑνδέκατος.

Τὴν Δρομεάδεω γυναῖκα, θυγατέρα τεκοῦσαν, καὶ τῶν ἄλλων πάντων γενομένων κατὰ λόγον, δευτεραίην ἐοῦσαν, ῥῖγος ἔλαβε, πυρετὸς ὀξύς. Ἤρξατο δὲ πονέειν τὴν πρώτην, περὶ ὑποχόνδριον· ἀσώδης, φρικώδης, ἀλύουσα, καὶ τὰς ἐχομένας οὐχ ὕπνωσεν· πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον. Δευτέρῃ ἀφ᾿ ἧς ἐῤῥίγωσεν, ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν· οὖρα παχέα, λευκὰ, θολερὰ, οἷα γίγνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πουλύν· οὐ καθίστατο· νύκτα οὐκ ἐκοιμήθη. Τρίτῃ περὶ μέσον ἡμέρης ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· οὖρα ὅμοια· ὑποχονδρίου πόνος· ἀσώδης· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· ἵδρωσε

710
δι᾿ ὅλου ὑπόψυχρα ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. Τετάρτῃ, περὶ μὲν ὑποχόνδριον σμικρὰ ἐκουφίσθη· κεφαλῆς δὲ βάρος μετ᾿ ὀδύνης· ὑπεκαρώθη· ἔσταξε σμικρὰ ἀπὸ ῥινῶν· γλῶσσα ἐπίξηρος· διψώδης· οὖρα λεπτὰ, ἐλαιώδεα· σμικρὰ ἐκοιμήθη. Πέμπτῃ διψώδης, ἀσώδης· οὖρα ὅμοια· ἀπὸ κοιλίης οὐδέν· περὶ δὲ μέσον ἡμέρης, πολλὰ παρέκρουσε, καὶ πάλιν ταχὺ σμικρὰ κατενοέι· ἀνισταμένη ὑπεκαρώθη· ψύξις σμικρά· νυκτὸς ἐκοιμήθη· παρέκρουσεν. Ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ δὲ διεθερμάνθη· ἵδρωσε δι᾿ ὅλου· ἄκρεα ψυχρά· παρέκρουσεν· πνεῦμα μέγα, ἀραιόν· μετ᾿ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο· ταχὺ ἀπέθανεν.

Ἄῤῥωστος δωδέκατος.

Ἄνθρωπος θερμαινόμενος ἐδείπνησε, καὶ ἔπιε πλέον· ἤμεσε πάντα νυκτός· πυρετὸς ὀξύς· ὑποχονδρίου δεξιοῦ πόνος· φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρεος· νύκτα δυσφόρως· οὖρα δὲ κατ᾿ ἀρχὰς πάχος ἔχοντα, ἐρυθρὰ,

712
κείμενα οὐ καθίστατο· γλῶσσα ἐπίξηρος, οὐ λίην διψώδης. Τετάρτῃ πυρετὸς ὀξύς· πόνοι πάντων. Πέμπτῃ, οὔρησε λεῖον, ἐλαιῶδες πουλύ· πυρετὸς ὀξύς. Ἕκτῃ, δείλης πουλλὰ παρέκρουσεν, οὐδὲ ἐς νύκτα ἐκοιμήθη. Ἑβδόμῃ πάντα παρωξύνθη· οὖρα ὅμοια· λόγοι πουλλοί· κατέχειν οὐκ ἠδύνατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ ταραχώδεα διῆλθε μετὰ ἑλμίνθων· νύκτα ὁμοίως ἐπιπόνως. Πρωῒ δὲ ἐῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσε θερμῷ· ἄπυρος ἔδοξε γενέσθαι· οὐ πουλὺ ἐκοιμήθη· ἐξ ὕπνου, ψύξις· πτυαλισμός· δείλης πουλλὰ παρέκρουσεν· μετ᾿ ὀλίγον δὲ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. Ἐνάτῃ ψύξις· παρελήρει πουλλά· οὐχ ὕπνωσεν. Δεκάτῃ, σκέλεα ἐπωδύνως· πάντα παρωξύνθη· παρελήρει. Ἑνδεκάτη ἀπέθανεν.