De diaeta acutorum (spurium)

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

6. Σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῥεῦμα πολυὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἢ ἐαρινὴν ἐς τὰς σφαγίτιδας φλέβας ἐπιῤῥυῇ, καὶ τὸ ῥεῦμα πλεῖον

410
διὰ τὴν εὐρύτητα ἐπισπάσωνται· ὁκόταν δὲ ψυχρόν τε ἐὸν καὶ κολλῶδες ἐμφράξηται, τοῦ πνεύματος τὰς διεξόδους καὶ τοῦ αἵματος ἀποφράσσον, πήγνυσι τὰ ξύνεγγυς τοῦ αἵματος, καὶ ἀκίνητον καὶ στάσιμον ποιέει, φύσει ψυχρὸν ἐὸν καὶ ἐμφρακτικόν. Διὰ τοῦτο πνίγονται, τῆς γλώσσης ἀποπελιουμένης καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ τὰς φλέβας τὰς ὑπὸ τὴν γλῶσσαν· τῆς γὰρ ὑποταμνομένης σταφυλῆς, ἢν δὴ κιονίδα καλεῦσιν, ἑκατέρωθεν φλὲψ παχείη. Ὁκόταν οὖν
412
πλήρεες αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν ἐναποστηρίζωνται ἀραιὴν ἐοῦσαν καὶ σπογγοειδέα, διὰ τὴν ξηρασίην ὑπὸ βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη ὑγρὸν, ἐκ πλκτείης μὲν στρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνὴ, ἐκ μαλθακῆς δὲ σκληρὴ, ἐξ εὐκάμπτου δὲ ἄκαμπτος, ὥστε ταχέως ἀποπνίγεσθαι, ἢν μή τις ὀξέως βοηθῇ. Φλεβοτομίην τε ποιεύμενος ἀπὸ βραχιόνων, καὶ τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας ὑποτάμνων, καὶ φαρμακεύων τοῖσιν ἐκλεικτοῖσι, καὶ ἀναγαργαρίζων θερμοῖσι, καὶ κεφαλὴν ὑποξυρῶν, καὶ κήρωμα κεφαλῇ καὶ τραχήλῳ περιτιθέναι, καὶ εἰρίοισι περιελίσσειν, καὶ σπόγγοισι μαλθακοῖσιν, ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα, πυριῇν· πίνειν τε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά·
414
χυλὸν δε προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη ᾖ. Ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν τὸ ῥεῦμα καταῤῥυῇ, καὶ νιτρῶδες ᾖ, ἅτε ὑπὸ τῆς ὥρης δριμὸ καὶ θερμὸν γεγενημένον, δάκνει τοιόνδε ἐὸν, καὶ ἑλκοῖ, καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθοπνοίη παραγίγνεται καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἱ τέτανος ἐντετάσθαι, καὶ ἡ φωνὴ ἀπέῤῥωγε, καὶ τὸ πνεῦμα σμικρὸν, καὶ ἡ ἐντίσπασις τοῦ
416
πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται. Οἱ τοιοίδε τὴν ἀρτηρίην ἑλκοῦνται, καὶ τὸν πλεύμονα πίμπρανται, οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι. Τοῖσι τοιουτέοισι δὲ ἢν μὴ ἐς τὰ ἔξω μέρεα τοῦ τραχήλου έκουσίῃ ἀποφέρηται, δεινότερα καὶ ἀφυκτότερα ἐστὶ, καὶ διὰ τὴν ὥρην, καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.