De diaeta acutorum (spurium)
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840
21. Ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι, καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ ξυντήξιος αὐτέοισιν, ἢν μὲν δυνατοὶ ἔωσιν, ἐλλεβόρῳ ἀντισπάσαι· ἢν δὲ μὴ, ὁ χυλὸς τῶν σητανίων πυρῶν παχὺς, ψυχρὸς, καὶ τὸ φάκινον ἔτνος, καὶ ἄρτοι ἐγκρυφίαι, καὶ ἰχθύες πυρέσσοντι μὲν ἑφθοὶ, ἀπυρέτῳ δὲ ἐόντι ὀπτοὶ, καὶ οἶνος μέλας ἀπυρέτῳ· ἢν δὲ μὴ, ὕδωρ ἀπὸ μεσπίλων ἢ μύρτων ἢ μήλων ἢ οὔων, ἢ φοινικοβαλάνων, ἢ οἰνάνθης ἀμπελικῆς. Ἢν δὲ πυρετὸς μὴ ἔχῃ, καὶ στρόφοι ἔωσι, γάλα ὄνειον
22. Τῆς διαιτητικῆς ἐστι μέγιστον παρατηρέειν καὶ φυλάσσειν ἐν τοῖσι μακροῖσιν ἀῤῥωστήμασι καὶ τὰς
23. Εἰδέναι δὲ τοὺς κεφαλαλγικοὺς ἐκ γυμνασίων ἢ δρόμων ἢ πορειῶν ἢ κυνηγεσίων ἢ ἄλλου τινὸς πόνου ἀκαίρου, ἢ ἐξ ἀφροδισίων, τοὺς ἀχρόους, τοὺς βραγχαλέους, τοὺς σπληνώδεας, τοὺς λειφαίμους, τοὺς πνευματώδεας, τοὺς ξηρὰ βήσσοντας καὶ διψώδεας, τοὺς φυσώδεας, φλεβῶν ἀπολήψιας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον, τοὺς ἀπονεναρκωμένους, καὶ ἀμαυρὰ βλέποντας, καὶ οἷσιν ἦχοι τῶν οὐάτων ἐμπίπτουσι, καὶ τῆς οὐρήθρης ἀκρατέως διακεψιένους, τοὺς ἰκτεριώδεας, καὶ ὧν αἱ κοιλίαι ὠμὰ ἐκβάλλουσι,
24. Ἢν δὲ αἷμα τινὶ ξυμφέρῃ ἀφαιρέειν, στερεὴν πρότερον ποιέειν τὴν κοιλίην, καὶ οὕτως ἀφαιρέειν, καὶ λιμοκτονέειν, καὶ οἶνον ἀφαιρέειν αὐτέων· ἔπειτα τῇ διαίτῃ τῇ προσηκούσῃ τὰ ἐπίλοιπα αὐτέων· καὶ πυρίῃσιν ἐνίκμοισι
25. Ἢν δὲ φαρμακεῦσαι δόξῃ, ἐλλεβόρῳ ἀσφαλέως ἄνω κάθαιρε· κάτω δὲ μηδενὶ τῶν τοιῶνδε. Κράτιστον δὲ, ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν· καὶ τρίψει ἡσύχῳ χρέο, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν· ἢν δὲ κλινοπετὴς ᾖ, ἄλλοι τριβέτωσαν αὐτόν· κἢν μὲν ἐν τῷ θώρηκι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος, αὐτὸν ἀνακαθίζειν ὡς πλειστάκις, καὶ ὡς ἥκιστα προσκλινέσθωσαν ἐς ὅτε δυνατοί εἰσι, καὶ καθίζοντα ἀνατρίβειν μιν πουλὺν χρόνον πολλῷ θερμῷ· ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἴσχῃ τὰ ἀλγήματα, ἀνακέεσθαι ξυμφέρει, καὶ μηδεμίην κίνησιν κινέεσθαι· τῷ τοιῷδε
26. Πόμα ὑδρωπιῶντι· κανθαρίδας τρεῖς, ἀφελὼν τὴν κεφαλὴν ἑκάστης, καὶ πόδας καὶ πτερὰ, τρίψας ἐν τρισὶ κυάθοισιν ὕδατος τὰ σώματα, ὁκόταν δὲ πονέῃ ὁ πιὼν, θερμῷ βρεχέσθω, ὑπαλειψάμενος πρότερον, νῆστις δὲ πινέτω· ἐσθιέτω δὲ ἄρτους θερμοὺς ἐξ ἀλείφατος.
27. Ἴσχαιμον. Ὀπὸν συκῆς ἐν εἰρίῳ προσθεῖναι ἔσω πρὸς τὴν φλέβα, ἢ πυτίην ξυστρέψαντα ἐμβῆσαι ἐς τὸν μυκτῆρα, ἢ χαλκίτιδος τῷ δακτύλῳ προσεπιπασάμενος πίεσον, καὶ τοὺς χόνδρους ἔξωθεν προσπίεζε ἑκατέρωθεν· καὶ τὴν κοιλίην λῦσον ὄνου γάλακτι ἑφθῷ, καὶ τὴν κεφαλὴν ξυρῶν ψυκτικὰ πρόσφερε, ἢν ἐν ὥρῃ θερμῇ γίγνηται.
28. Σησαμοειδὲς ἄνω καθαίρει· ἡ πόσις, ἡμιόλιον δραχμῆς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖσιν
29. Τριχώσιος. Ὑποθεὶς τὸ ῥάμμα τῇ βελόνῃ τῇ τὸ κύαρ ἐχούσῃ, κατὰ τὸ ὀξὺ τῆς ἄνω τάσιος τοῦ βλεφάρου ἐς τὸ κάτω διακεντήσας δίες, καὶ ἄλλο ὑποκάτω τούτου· ἀνατείνας δὲ τὰ ῥάμματα ῥάψον καὶ κατάδει, ἕως ἂν ἀποπέσῃ· κἢν μὲν ἱκανῶς ἔχῃ· εἰ δὲ μὴ, ἢν ἐλλείπῃ, ὀπίσω ποιέειν τὰ αὐτά. Καὶ τὰς αἱμοῤῥοΐδας τὸν· αὐτὸν τρόπον διώσεις τῇ βελόνῃ, ὡς παχύτατον εἰρίου οἰσυπηροῦ ῥάμμα καὶ ὡς μέγιστον ἀποδήσας, ἀσφαλεστέρη γὰρ γίγνεται ἡ θεραπείη· εἶτα ἀποπιέσας, τῷ σηπτῷ χρέο, καὶ μὴ βρέχε πρὶν ἀποπέσῃ, καὶ αἰεὶ μίην καταλίμπανε, καὶ μετὰ ταῦτα ἀναλαβὼν ἐλλεβορίσαι. Εἶτα γυμναζέσθω καὶ ἀφιδρούτω· γυμνασίου δὲ τρίψις, πάλη ἀπὸ ὄρθρου· δρόμου δὲ ἀπεχέσθω, καὶ μέθης, καὶ τῶν δριμέων ἔξω ὀριγάνου· ἐμεέτω δὲ δι᾿ ἑπτὰ ἡμερέων ἢ τρὶς ἐν τῷ μηνί· οὕτω γὰρ ἂν ἔχοι ἄριστα τὸ
30. Τοῖσι δὲ ἐμπύοισι σκίλλης καταταμὼν κυκλίσκους ἕ ψεε ἐν ὕδατι, καὶ ἀποζέσας εὖ μάλα ἀπόχεον, καὶ ἐπιχέας ἄλλο ἕψεε, ἕως ἂν ἁπτομένῳ δίεφθον καὶ μαλθακὸν φανῇ· εἶτα τρίψας λεῖον, ξύμμισγε κύμινον πεφρυγμένον, καὶ λευκὰ σήσαμα, καὶ ἀμυγδάλας νέας τρίψας ἐν μέλιτι, ἐκλεικτὸν δίδου, καὶ ἐπὶ τούτῳ οἶνον γλυκύν· ῥοφήματα δὲ, μήκωνος τῆς λευκῆς ὑποτρίψας ὁκόσον λεκίσκιον, ὕδατι διεὶς σητανίου πλύματι ἀλεύρου, ἑψήσας, μέλι ἐπιχέας, χλιερὸν ἐπιῤῥοφέων, οὕτω διαγέτω τὴν ἡμέρην· εἶτα ἐς τὰ ἀποβαίνοντα λογιζόμενος τὸ δεῖπνον δίδου.
31. Δυσεντερίης· κυάμων καθαρῶν τεταρτηόριον, καὶ
32. Ὀφθαλμῶν· σποδὸς πεπλυμένη, λιπαρῷ πεφυρημένη, ὡς σταῖς μὴ ὑγρὸν, λεῖον τρίψας, ὀμφακίῳ τῷ τῆς πικρῆς ὄμφακος ἀνυγρήνας, ἐν ἡλίῳ τε ἀναξηρήνας, ὑγραίνειν ὡς ἐνάλειπτον· ὁκόταν δὲ ξηρὸν γένηται, λείῳ τετριμμένῳ ξηρῷ ὑπάλειφε τοὺς ὀφθαλμοὺς, καὶ παράπασσε τοὺς κανθούς.
33. Ὑγρῶν· ἐβένου δραχμὴν μίην, χαλκοῦ κεκαυμένου ἐννέα ὀβολοὺς ἐπ᾿ ἀκόνης τρίβων, κρόκου τριώβολον· ταῦτα τρίψας λεῖα, παράχεε οἴνου γλυκέος κοτύλην ἀττικὴν, κἄπειτα ἐς τὸν ἥλιον θεὶς, κατακαλύψας· ὁκόταν ξυνεψηθῇ, τούτῳ χρέο.
34. Πρὸς τὰς περιωδυνίας· χαλκίτιδος δραχμὴ, σταφυλῆς· ὁκόταν δυσὶν ἡμέρῃσι πεφθῇ, ἐκπιέσας, σμύρναν καὶ κρόκον τρίψας, καὶ ξυμμίξας τὸ γλεῦκος, ἕψησον ἐν τῷ ἡλίῳ, καὶ τούτῳ ὑπάλειφε τοὺς περιωδυνέοντας· ἔστω δὲ ἐν χαλκῷ ἀγγείῳ.
35. Ὑπὸ ὑστερικῶν πνιγοένων γνῶσις· πιέσαι τοῖσι δακτύλοισι· κἢν αἴσθηται, ταῦτα ὑστερικά ἐστιν· ἢν δὲ μὴ, σπασμώδεα.
36. Τοῖσιν ὑπνωτικοῖσι, μηκώνιον, λεκίσκοιν ἀττικὸν στρογγύλον, πόσις.
37. Λεπίδος μῆλαι τρεῖς τῷ πλάτει, καὶ ἀλήτου σητανίου
38. Κοιλίην ἐκκοπροῖ· ἐς ἰσχάδας ὀποῦ τοῦ τιθυμάλλου ἀπόσταζε ἑπτάκις ἐς ἑκάστην, εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι· δίδου πρὸ τῶν σιτίων.
39. Καὶ τὸ μηκώνιον τρίβων, ὕδωρ ἐπιχέων, καὶ διηθέων,