De diaeta acutorum (spurium)
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840
19. Χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται, καὶ ψόφοι ἔνεισι, καὶ ὀδύνῃ πλευρέων καὶ ὀσφύος, διαχωρέει δὲ οὐδὲν κάτω, ἀλλ᾿ ἀπεστέγνωται. Τὸν τοιόνδε διαφύλαξον, ὅκως μὴ ἐμέσηται, ἀλλ᾿ ἡ κοιλίη ὑπελεύσηται. Κλύσον οὖν ὅτι τάχιστα θερμῷ καὶ ὡς λιπαρωτάτῳ, καὶ ἐς ὕδωρ, ἀλείφων ὡς πλείστῳ, κάθιε θερμὸν, ἐν σκάφῃ κατακλίνων, καὶ τοῦ θερμοῦ παράχεε κατὰ σμικρὸν, καὶ ἢν
496
θερμαινομένῳ αὐτέῳ ἡ κοιλίη ὑπάγῃ, λέλυται. Ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε, καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον, καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ ἡ κοιλίη ὑπίῃ, καὶ λέλυται. Σίτων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθω. Ἢν δὲ μὴ ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν, ἕως ἂν καθαρθῇ, Ἢν δὲ ὑγρὴ ἡ κοιλίη ᾖ, καὶ χολὴ ὑποχωρέῃ, καὶ στρόφοι, καὶ ἔμετοι, καὶ πνιγμοὶ, καὶ δηγμοὶ, τούτοισι κράτιστον ἀτρεμίζειν· πίνειν δὲ μελίκρητον, καὶ μὴ ἐξεμέειν.